De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Καὶ πρὸς τὸ περὶ τῆς ἐπὶ τῷ ἀνατέλλειν τὸν ἥλιον εὐχῆς ταῦτα λεκτέον. ἔστι τι καὶ τοῦ ἡλίου ἐφ᾿ ἡμῖν, καὶ αὐτοῦ αἰνοῦντος

v.2.p.316
μετὰ τῆς σελήνης τὸν θεόν· „αἰνεῖτε γὰρ αὐτὸν.“ φησὶν, „ἥλιος καὶ σελήνη“· δῆλον δ᾿ ὅτι καὶ τῆς σελήνης καὶ ἀκολούθως πάντων τῶν ἀστέρων· „αἰνεῖτε γὰρ αὐτὸν,“ (φησὶ,) „πάντα τὰ ἄστρα καὶ τὸ φῶς.“ ὥσπερ οὖν εἰρήκαμεν τῷ ἐφ᾿ ἡμῖν ἑκάστου τῶν ἐπὶ γῆς καταχρώμενον τὸν θεὸν εἴς τινα χρείαν τῶν ἐπὶ γῆς κατατεταχέναι εἰς δέον αὐτα, οὕτως ὑποληπτέον τῷ ἐφ᾿ ἡμῖν ἡλίου καὶ σελήνης καὶ ἄστρων, ἀραρότι καὶ βεβαίῳ ὄντι καὶ σταθηρῷ καὶ σοφῷ, διατεταχέναι „πάντα τὸν κόσμον τοῦ οὐρανοῦ“ καὶ τὴν τῶν ἄστρων ἁρμονίως τῷ παντὶ πορείαν καὶ κίνησιν. καὶ εἰ περὶ τοῦ ἐφ᾿ ἡμῖν ἑτέρου μὴ μάτην εὔχομαι, πολλῷ πλέον περὶ τοῦ ἐφ᾿ ἡμῖν τῶν ἐν οὐρανῷ σωτηρίως τῷ παντὶ χορευόντων ἀστέρων. καίτοι γε ἔστιν εἰπεῖν περὶ τῶν ἐπὶ γῆς ὅτι τοιαίδε τινὲς προσγενόμεναι ἐκ τῶν περιεστώτων φαντασίαι προκαλοῦνται τὸ ἀβέβαιον ἡμῶν ἢ τὸ ἐπὶ τὸ κρεῖττον ῥεπτικὸν ἡμῶν πρὸς τὸ ποιῆσαι ἢ εἰπεῖν τάδε τινὰ ἢ τάδε· ἐπὶ δὲ τῶν ἐν οὐρανῷ ποία δύναται ἐγγενομένη φαντασία ἐκστῆσαι καὶ μετακινῆσαι ἀπὸ τῆς ὠφελίμου τῷ κόσμῳ πορείας ἕκαστον τῶν τοιαύτην ψυχὴν ὑπὸ λόγου κατηρτισμένην καὶ παρὰ τὴν αὐτῶν αἰτίαν ἐχόντων καὶ τοιούτῳ σώματι αἰθερίῳ καὶ καθαρωτάτῳ χρωμένων;

Ἔτι δὲ οὐκ ἄλογον καὶ τοιούτῳ τινὶ παραδείγματι χρήσασθαι πρὸς τὸ προτρέψασθαι ἐπὶ τὸ εὔξασθαι καὶ ἀποτρέψασθαι τοῦ ἀμελεῖν τῆς εὐχῆς. ὥσπερ οὐκ ἔστι παιδοποιήσασθαι χωρὶς γυναικὸς καὶ τῆς εἰς παιδοποιΐαν χρησίμου παραλαμβανομένης ἐνεργείας, οὕτως τῶνδέ τινων οὐκ ἄν τις τύχοι, μὴ οὕτως εὐξάμενος μετὰ διαθέσεως τοιᾶσδε, πιστεύων οὕτως. οὐ πρὸ τῆς εὐχῆς τόνδε βιώσας τὸν τρόπον. οὐ βαττολογητέον οὖν οὐδὲ μικρὰ αἰτητέον οὐδὲ περὶ ἐπιγείων προσευκτέον οὐδὲ μετὰ „ὀργῆς“ καὶ τεταραγμένων

v.2.p.317
λογισμῶν ἐπὶ τὴν προσευχὴν ἐλθετέον. ἀλλ᾿ οὐδὲ χωρὶς καθαρεύσεως ἔστιν ἐπινοῆσαι γινομένην „τῇ προσευχῇ“ σχολήν· ἀλλ᾿ οὐδὲ ἀφέσεως ἁμαρτημάτων οἷόν τε τυχεῖν τὸν εὐχόμενον. μὴ ἀπὸ τῆς καρδίας ἀφιέντα τῷ πεπλημμεληκότι καὶ συγγνώμης τυχεῖν ἀξιοῦντι ἀδελφῷ.