Δοκεῖ δέ μοι ὁ Λουκᾶς διὰ τοῦ „μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν“ δυνάμει δεδιδαχέναι καὶ τὸ „ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.“ καὶ εἰκός γε πρὸς μὲν τὸν μαθητὴν, ἅτε δὴ ὠφελημένον, εἰρηκέναι τὸν κύριον τὸ ἐπιτομώτερον, πρὸς δὲ τοὺς πλείονας, δεομένους τρανοτέρας διδασκαλίας, τὸ σαφέστερον. ῥύεται δ᾿ „ἡμᾶς“ ὁ θεὸς „ἀπὸ τοῦ πονηροῦ“ οὐχὶ, ὅτε οὐδαμῶς ἡμῖν πρόσεισιν ἀντιπαλαίων ὁ ἐχθρὸς δι᾿ οἵων δή ποτε μεθοδειῶν ἑαυτοῦ καὶ ὑπηρετῶν τοῦ θελήματος αὐτοῦ, ἀλλ᾿ ὅτε νικῶμεν ἀνδρείως ἱστάμενοι πρὸς τὰ συμβαίνοντα. οὕτως δὲ ἐξειλήφαμεν καὶ τὸ „πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύεται αὐτούς.“ „ῥύεται“ γὰρ ἀπὸ τῶν θλίψεων ὁ θεὸς, οὐχὶ μὴ γινομένων ἔτι θλίψεων (εἴ γε καὶ ὁ Παῦλός φησι τό· „ἐν παντὶ θλιβόμενοι“ ὡς μηδὲ πώποτε οὐ „θλιβόμενοι“), ἀλλ᾿ ὅτε „θλιβόμενοι“ βοηθείᾳ θεοῦ (οὐ) μὴ στενοχωρούμεθα, τοῦ μὲν θλίβεσθαι κατά τι πάτριον παρ᾿ Ἑβραίοις οὕτω σημαινομένου ἐπὶ τοῦ ἀπροαιρέτως συμβαίνοντος περιστατικοῦ, τοῦ δὲ στενοχωρεῖσθαι ἐπὶ τοῦ προαιρετικοῦ. ὑπὸ τῆς θλίψεως νενικημένου καὶ ἐνδεδωκότος αὐτῇ. ὅθεν καλῶς ὁ Παῦλός φησιν· „ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι.“ ὅμοιον δὲ τούτῳ εἶναι νομίζω καὶ τὸ ἐν ψαλμοῖς· „ἐν θλίψει ἐπλάτυνάς με.“ συνεργίᾳ γὰρ καὶ παρουσίᾳ τοῦ παραμυθουμένου καὶ σῴζοντος ἡμᾶς λόγου θεοῦ τὸ τῆς διανοίας ἡμῶν ἱλαρὸν καὶ εὔθυμον ἐν τῷ καιρῷ τῶν περιστατικῶν ἀπὸ θεοῦ γινόμενον πλατυσμὸς ὠνόμασται.
ὁμοίως οὖν νοητέον καὶ τὸ ῥυσθῆναί τινα „ἀπὸ τοῦ πονηροῦ.“
v.2.p.394
ἐῤῥύσατο ὁ θεὸς (τὸν Ἰὼβ) οὐχὶ τῷ μὴ εἰληφέναι (τὸν διάβολον) ἐξουσίαν τοῖσδέ τισι τοῖς πειρασμοῖς αὐτὸν περιβαλεῖν (εἴληφε γὰρ), ἀλλὰ (τῷ) „ἐν πᾶσι τοῖς συμβεβηκόσι“ μηδὲν ἁμαρτεῖν αὐτὸν ἐνώπιον „τοῦ κυρίου“ ἀλλὰ ἀναφανῆναι δίκαιον· τοῦ εἰπόντος· „μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον; οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ. (τὰ δὲ) ἔργα αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει“ καταισχυνθέντος, ὡς καὶ τότε καταψευσαμένου κατὰ τοῦ Ἰώβ· ὅστις τοσαῦτα παθὼν οὐχ, ὡς ἔλεγεν ὁ ἀντικείμενος, „εἰς πρόσωπον“ εὐλογεῖ τὸν θεὸν ἀλλὰ καὶ παραδοθεὶς τῷ πειράζοντι ἐπιμένει εὐλογῶν τὸν κύριον, ἐπιτιμῶν τῇ γυναικὶ λεγούσῃ· „εἰπόν. τι ῥῆμα πρὸς κύριον, καὶ τελεύτα“ καὶ ἐπιπλήσσων ἐν τῷ φάσκειν· „ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;“ καὶ δεύτερον δὲ περὶ τοῦ Ἰὼβ „ὁ διάβολος εἶπε τῷ κυρίῳ· δέρμα ὑπὲρ δέρματος, ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει. οὐ μὴν δὲ ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.“ νενικημένος δὲ ὑπὸ τοῦ τῆς ἀρετῆς ἀθλητοῦ ψευδὴς ἀποδείκνυται· καίτοι γὰρ τὰ χαλεπώτατα πεπονθὼς ἐπέμεινε, μηδὲν ἁμαρτῶν „τοῖς χείλεσιν“ ἐνώπιον „τοῦ θεοῦ.“ δύο δὲ παλαίσματα παλαίσας ὁ Ἰὼβ καὶ νικήσας τρίτον οὐκ ἀγωνίζεται τηλικοῦτον ἀγῶνα· ἔδει γὰρ τὴν περὶ τῶν τριῶν πάλην τηρηθῆναι τῷ σωτῆρι, ἥτις ἐν τοῖς τρισὶν εὐαγγελίοις ἀναγέγραπται, τὰ τρία νικήσαντος τοῦ κατὰ τὸν ἄνθρωπον σωτῆρος ἡμῶν νοουμένου τὸν ἐχθρόν.
ἵν᾿ οὖν νοοῦντες αἰτῶμεν τὸν θεὸν τὸ μὴ εἰσελθεῖν „εἰς πειρασμὸν“ καὶ τὸ ῥυσθῆναι „ἀπὸ τοῦ πονηροῦ,“ ἐπιμελέστερον
v.2.p.395
ταῦτα ἐξετάσαντες καὶ παρ᾿ ἑαυτοῖς ἐρευνήσαντες, ἄξιοι διὰ τοῦ ἀκούειν θεοῦ τοῦ ἀκούσεσθαι ὑπ᾿ αὐτοῦ γινόμενοι, παρακαλῶμεν πειραζόμενοι μὴ θανατοῦσθαι καὶ βαλλόμενοι ὑπὸ τῶν „τοῦ πονηροῦ“ πεπυρωμένων βελῶν μὴ ἀνάπτεσθαι ὑπ᾿ αὐτῶν. ἀνάπτονται δὲ ὑπ᾿ αὐτῶν πάντες, ὧν κατά τινα τῶν δώδεκα „αἱ καρδίαι“ „ὡς κλίβανος“ ἐγενήθησαν· οὐκ ἀνάπτονται δὲ οἱ τῷ θυρεῷ „τῆς πίστεως“ πάντα σβεννύντες τὰ ἐπιπεμπόμενα αὐτοῖς „πεπυρωμένα“ ὑπὸ „τοῦ πονηροῦ“ „βέλη“· ἐπὰν ἔχωσιν ἐν ἑαυτοῖς ποταμοὺς „ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.“ τοὺς μὴ ἐῶντας ἰσχῦσαι τὸ „τοῦ πονηροῦ“ ἀλλὰ εὐχερῶς αὐτὸ λύοντας τῷ κατακλυσμῷ τῶν ἐνθέων καὶ σωτηρίων λογισμῶν, ἐντυπουμένων ἀπὸ τῶν τῆς ἀληθείας θεωρημάτων τῇ τοῦ ἀσκοῦντος εἶναι πνευματικοῦ ψυχῇ.