De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἡ δὲ χρεία τοῦ πειράζεσθαι τοιαύτη τις ἐστίν. ἅπερ ἐδέξατο ἡμῶν ἡ ψυχὴ, λανθάνοντα πάντας πλὴν τοῦ θεοῦ ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς, φανερὰ διὰ τῶν πειρασμῶν γίνεται· ἵνα μηκέτι λανθάνωμεν. ὁποῖοί ποτε ἐσμὲν, ἀλλὰ καὶ αὐτοὺς ἐπιγινώσκοντες συναισθώμεθα, ἐὰν βουλώμεθα, τῶν ἰδίων κακῶν καὶ εὐχαριστῶμεν ἐπὶ τοῖς φανερουμένοις ἡμῖν διὰ τῶν πειρασμῶν ἀγαθοῖς. ὅτι δὲ οἱ γενόμενοι πειρασμοὶ

v.2.p.392
ὑπὲρ τοῦ ἀναφανῆναι ἡμᾶς, οἵτινές ποτε ἐσμὲν, ἢ διαγνωσθῆναι τὰ ἐγκεκρυμμένα τῇ καρδίᾳ ἡμῶν γίνονται, παρίστησι τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ Ἰὼβ λεγόμενον καὶ τὸ ἐν τῷ Δευτερονομίῳ γεγραμμένον, οὕτως ἔχοντα· „οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;“ καὶ ἐν τῷ Δευτερονομίῳ οὕτως· „ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα“ „καὶ διήγαγέ σε“ „ἐν τῇ ἐρήμῳ,“ „οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα,“ „ὅπως“ „διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου.“

εἰ δὲ καὶ ἀπὸ τῆς ἱστορίας ἀναμνησθῆναι βουλόμεθα, ἰστέον ὅτι τὸ (τῆς Εὔας) εὐεξαπάτητον καὶ τὸ σαθρὸν τοῦ λογισμοῦ αὐτῆς οὐχ, ὅτε παρακούσασα τοῦ θεοῦ τοῦ ὄφεως ἤκουσεν, ὑπέστη ἀλλὰ καὶ πρότερον ὂν ἠλέγχθη, τοῦ ὄφεως διὰ τοῦτο αὐτῇ προσεληλυθότος, ἐπεὶ τῇ ἰδίᾳ φρονιμότητι ἀντελάβετο τῆς ἀσθενείας αὐτῆς. ἀλλ᾿ οὐδὲ ἐν τῷ Κάϊν πονηρία ἤρξατο γίνεσθαι, ὅτε „ἀπέκτεινε“ „τὸν ἀδελφὸν αὐτοῦ“ (καὶ πρότερον γὰρ „ἐπὶ τῷ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν“ „ὁ καρδιογνώστης θεὸς“), εἰς φανερὸν δὲ ἦλθεν ἡ κακία αὐτοῦ, ὅτε ἀνεῖλε τὸν Ἄβελ. ἀλλὰ καὶ εἰ μὴ πιὼν οὗ ἐγεώργησεν „οἴνου“ „ἐμεθύσθη“ ὁ Νῶε καὶ ἐ(γε)γύμνωτο, οὐκ ἂν ἀνεφάνη οὔτε ἡ τοῦ Χὰμ προπέτεια καὶ εἰς τὸν πατέρα ἀσέβεια οὔτε ἡ τῶν ἀδελφῶν αὐτοῦ σεμνότης καὶ αἰδὼς πρὸς τὸν γεγεννηκότα. καὶ ἡ κατὰ τοῦ Ἰακὼβ τοῦ Ἠσαῦ ἐπιβουλὴ πρόφασιν ἔδοξεν ἐσχηκέναι τὴν „τῆς εὐλογίας“ ἀφαίρεσιν, καὶ πρότερον δὲ τούτου ῥίζας τοῦ „πόρνος“ καὶ „βέβηλος“ εἶναι εἶχεν αὐτοῦ ἡ ψυχή· τήν τε λαμπρότητα τῆς τοῦ Ἰωσὴφ σωφροσύνης, παρεσκευασμένου πρὸς τὸ μὴ ἁλῶναι ὑπό τινος ἐπιθυμίας, οὐκ ἂν ἐγνώκειμεν, μὴ ἐρασθείσης αὐτοῦ τῆς δεσποίνης.

διὰ τοῦτο ἐν τοῖς μεταξὺ καιροῖς τῆς τῶν πειρασμῶν διαδοχῆς ἱστάμενοι πρὸς τὰ ἐνεστηκότα, παρασκευαζώμεθα πρὸς τὰ δυνατὰ πάντα συμβῆναι, ἵν᾿ ὅ τι ποτ᾿ ἂν γένηται, μὴ ἐλεγχθῶμεν ὡς ἀνέτοιμοι ἀλλὰ φανερωθῶμεν ὡς ἐπιμελέστατα ἑαυτοὺς συγκροτήσαντες·

v.2.p.393
τὸ γὰρ ἐλλεῖπον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν. ἐπὰν πάντα τὰ καθ᾿ ἑαυτοὺς ἐπιτελέσωμεν, πληρώσει ὁ θεὸς, ὁ „τοῖς ἀγαπῶσιν“ αὐτὸν „πάντα“ συνεργῶν „εἰς ἀγαθὸν, τοῖς κατὰ“ τὴν ἀψευδῆ πρόγνωσιν αὐτοῦ, ὅ τι ποτὲ ἔσονται παρ᾿ αὑτοὺς, προεωραμένοις.