De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

πολλαχοῦ δὲ εἴπομεν τὸ ὄνομα τῆς εὐχῆς μὴ κατὰ τὸ σύνηθες τετάχθαι ὥσπερ ἐπὶ τοῦ Ἰακώβ· ἀλλὰ καὶ ἐν Λευϊτικῷ· „ἐλάλησε κύριος πρὸς Μωϋσέα λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ὅς (ἐὰν) εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ, ἔσται ἡ τιμὴ τοῦ ἄῤῥενος, ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ

v.2.p.306
σταθμίῳ τῷ ἁγίῳ“· καὶ ἐν Ἀριθμοῖς· „καὶ ἐλάλησε κύριος πρὸς Μωϋσέα λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνὴρ ἢ γυνὴ, ὅς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ. ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται“ καὶ τὰ ἑξῆς περὶ τοῦ καλουμένου Ναζιραίου. εἶτα μετ᾿ ὀλίγα· „καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ ἡγιάσθη κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς.“ καὶ πάλιν μετ᾿ ὀλίγα· „οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέραν εὐχῆς αὐτοῦ,“ καὶ πάλιν μετ᾿ ὀλίγον· „καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον. οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἐὰν εὔξηται κυρίῳ δῶρον αὐτοῦ περὶ τῆς εὐχῆς. χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἧς ἂν εὔξηται κατὰ τὸν νόμον ἁγνείας,“ καὶ πρὸς τῷ τέλει τῶν Ἀριθμῶν· „καὶ ἐλάλησε Μωϋσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν υἱῶν Ἰσραὴλ λέγων· τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος· ἄνθρωπος, ὃς ἐὰν εὔξηται εὐχὴν κυρίῳ ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ ἢ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ. οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἂν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ ποιήσει. ἐὰν δὲ γυνὴ εὔξηται εὐχὴν κυρίῳ ἢ ὁρίσηται ὁρισμὸν ἐν τῇ οἰκίᾳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ ὁ πατὴρ αὐτῆς, στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς. μενοῦσιν αὐτῇ“· καὶ ἑξῆς τούτοις τινὰ περὶ τῆς τοιαύτης νομοθετεῖ. κατὰ τοῦτο τὸ σημαινόμενον ἐν ταῖς Παροιμίαις γέγραπται . . . . . . . . . „(παγὶς) ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται“· καὶ ἐν τῷ Ἐκκλησιαστῇ· „ἀγαθὸν τὸ
v.2.p.307
μὴ εὔξασθαι η τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι“· καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· „εἰσὶν ἄνδρες παρ᾿ ἡμῖν τέσσαρες, εὐχὴν ἔχοντες ἀφ᾿ ἑαυτῶν.“