De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

παρετηρήσαμεν δὲ ὅτι ἐπὶ ταῖς σκνιψὶ. τῇ τρίτῃ μάστιγι, οὔτε Φαραὼ εὐχὴν γενέσθαι ἀξιοῖ οὔτε Μωϋσῆς εὔχεται. καὶ ἐπὶ τῇ κυνομυίᾳ δὲ, οὔσῃ τετάρτῃ, λέγει· „εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον,“ ὅτε καὶ εἶπε Μωϋσῆς ὅτι „ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν θεὸν, καὶ ἀπελεύσεται ἡ κυνόμυια ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ αὔριον“· καὶ μετ᾿ ὀλίγα· „ἐξῆλθε δὲ Μωϋσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν θεόν.“ πάλιν δὲ ἐπὶ τῆς πέμπτης καὶ ἕκτης μάστιγος οὔτε Φαραὼ ἀξιώσαντος εὐχὴν γενέσθαι οὔτε Μωϋσέως εὐξαμένου, ἐπὶ τῆς ἑβδόμης „ἀποστείλας Φαραὼ ἐκάλεσε Μωϋσέα καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς· ἡμάρτηκα τὸ νῦν· ὁ κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής. εὔξασθε οὖν πρὸς κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς θεοῦ καὶ χάλαζαν καὶ πῦρ“· καὶ μετ᾿ ὀλίγα· „ἐξῆλθε Μωϋσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως καὶ ἐξεπέτασε τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ ἐπαύσαντο.“ διὰ τί δὲ οὐκ εἴρηται „καὶ ηὔξατο“ ὡς ἐπὶ τῶν προτέρων ἀλλ᾿ „ἐξεπέτασε τὰς χεῖρας πρὸς κύριον,“ εὐκαιρότερον ἐν ἄλλοις ἐξεταστέον. καὶ ἐπὶ τῆς ὀγδόης δὲ μάστιγός φησιν ὁ Φαραώ· „καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ᾿ ἐμοῦ τὸν θάνατον τοῦτον. ἐξῆλθε δὲ Μωϋσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν θεον.“