De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ταῦτα τοίνυν ὁ ἰδὼν καὶ τῇ διανοίᾳ αἰώνων ἑβδομάδα, ἵνα σαββατισμόν τινα ἅγιον θεωρήσῃ, ἐννοήσας καὶ αἰώνων μῆνα, ἵνα τὴν ἁγίαν τοῦ θεοῦ ἴδῃ νουμηνίαν, καὶ αἰώνων ἐνιαυτὸν, ἵνα συνίδῃ τὰς τοῦ ἐνιαυτοῦ γε ἑορτὰς, ὅτε δεῖ „πᾶν ἀρσενικὸν“ ἐνώπιον φαίνεσθαι „κυρίου θεοῦ,“ καὶ τηλικούτων αἰώνων τοὺς ἀνάλογον ἐνιαυτοὺς, ἵνα τὸ ἕβδομον ἅγιον ἔτος καταλαμβάνῃ, καὶ αἰώνων ἑβδοματικοὺς ἑπτὰ, ὅπως ὑμνήσῃ τὸν τηλικαῦτα νομοθετήσαντα, ἐξετάσας· πῶς δύναται μικρολογῆσαι περὶ τοῦ ἐλαχίστου μορίου ὥρας τῆς τοῦ τηλικούτου αἰῶνος ἡμέρας καὶ οὐχὶ πάντα ποιήσει, ἵνα ἀπὸ

v.2.p.375
τῆς ἐνταῦθα παρασκευῆς ἄξιος γενόμενος τοῦ τυχεῖν τοῦ ἐπιουσίου ἄρτου ἐν τῇ „σήμερον“ ἡμέρᾳ λάβῃ αὐτὸν καὶ „καθ᾿ ἡμέραν,“ ἤδη σαφοῦς ἐκ τῶν προειρημένων γινομένου τοῦ „καθ᾿ ἡμέραν“; τῷ γὰρ ἐξ ἀπείρων ἐπ᾿ ἄπειρον ὄντι θεῷ οὐ μόνον περὶ τῆς „σήμερον“ ἀλλὰ καί πως τοῦ „καθ᾿ ἡμέραν“ ὁ „σήμερον“ εὐχόμενος, ἀπὸ τοῦ δυνατοῦ δωρήσασθαι „ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν“ λαβεῖν οἷός τε ἔσται, ἵν᾿ οὕτως ὑπερβολικῶς εἴπω, καὶ τὰ ὑπὲρ „ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ“ τὰ ὑπὲρ ἃ „οὖς οὐκ ἤκουσε καὶ“ τὰ ὑπὲρ ἃ „ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.“

καὶ ταῦτα δέ μοι δοκεῖ ἀναγκαιότατα ἐξητάσθαι, ἵνα τό τε „σήμερον“ νοηθῇ καὶ τὸ „καθ᾿ ἡμέραν,“ ὅτε „τὸν · ἐπιούσιον“ „ἄρτον“ δοθῆναι „ἡμῖν“ ἀπὸ τοῦ πατρὸς αὐτοῦ εὐχόμεθα. εἰ κατὰ τελευταῖον δὲ βιβλίον πρότερον ἐξετάζομεν τὸ „ἡμῶν,“ ἐπεὶ λέγεται οὐχί· „τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον“ ἀλλὰ „τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ᾿ ἡμέραν,“ ὅμως γε ἐξεταστέον, πῶς „ἡμῶν“ ἐστιν ὁ ἄρτος οὗτος. διδάσκει δὴ ὁ ἀπόστολος ὅτι „εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα“ τῶν ἁγίων ἐστί· (περὶ οὗ) οὐκ ἀναγκαῖον ἐπὶ τοῦ παρόντος λέγειν.

„Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν,“ ἢ ὡς Λουκᾶς· „καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφήκαμεν παντὶ ὀφείλοντι ἡμῖν.“ περὶ τῶν ὀφειλημάτων καὶ ὁ ἀπόστολος λέγει· „ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς. τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὴν τιμὴν τὴν τιμήν· μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν.“ ὀφείλομεν τοιγαροῦν ἔχοντές τινα καθήκοντα οὐ μόνον ἐν τῇ δόσει ἀλλὰ καὶ

v.2.p.376
λόγῳ προσηνεῖ καὶ τοῖσδέ τισι τοῖς ἔργοις, ἀλλὰ καὶ διάθεσίν τινα τοιάνδε ὀφείλομεν ἔχειν πρὸς αὐτούς. ταῦτα δὴ ὀφείλοντες ἤτοι ἀποδίδομεν διὰ τοῦ ἐπιτελεῖν τὰ προστασσόμενα ὑπὸ τοῦ θείου νόμου, ἢ τῷ καταφρονεῖν τοῦ ὑγιοῦς λόγου μὴ ἀποδιδόντες μένομεν ἐν τῷ ὀφείλειν.