De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

τούτων δὴ οὕτως ἐχόντων καὶ τοσαύτης διαφορᾶς βρωμάτων οὔσης, εἷς παρὰ πάντας τοὺς εἰρημένους ἐστὶν ὁ ἐπιούσιος

v.2.p.372
ἄρτος, περὶ οὗ εὔχεσθαι δεῖ, ἵνα ἐκείνου ἀξιωθῶμεν καὶ τρεφόμενοι τῷ „ἐν ἀρχῇ“ „πρὸς θεὸν“ θεῷ λόγῳ θεοποιηθῶμεν. ἐρεῖ δέ τις τὸ „ἐπιούσιον“ παρὰ τὸ ἐπιέναι κατεσχηματίσθαι, ὥστε αἰτεῖν ἡμᾶς κελεύεσθαι τὸν ἄρτον τὸν οἰκεῖον τοῦ μέλλοντος αἰῶνος, ἵνα προλαβὼν αὐτὸν ὁ θεὸς ἤδη ἡμῖν δωρήσηται, ὥστε τὸ οἱονεὶ αὔριον δοθησόμενον „σήμερον“ ἡμῖν δοθῆναι, „σήμερον“ μὲν τοῦ ἐνεστῶτος αἰῶνος λαμβανομένου αὔριον δὲ τοῦ μέλλοντος. ἀλλὰ βελτίονος οὔσης τῆς προτέρας ἐκδοχῆς ὅσον ἐπ᾿ ἐμοὶ κριτῇ, τὸ περὶ τῆς „σήμερον“ παρὰ τῷ Ματθαίῳ τούτοις προσκείμενον ἢ τὸ „καθ᾿ ἡμέραν“ παρὰ τῷ Λουκᾷ γεγραμμένον ἐξετάσωμεν. ἔθος δὴ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα „σήμερον“ καλεῖσθαι, ὥσπερ ἐν τῷ „οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας“ καὶ „οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας“ καὶ „ἐφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις ἕως τῆς σήμερον,“ καὶ ἐν τοῖς ψαλμοῖς· „σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.“ ἐν δὲ τῷ Ἰησοῦ σαφέστατα οὕτω τοῦτο εἴρηται· „μὴ ἀπόστητε ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις.“ εἰ δὲ „σήμερον“ ὁ πᾶς οὗτος αἰὼν, μή ποτε „ἐχθὲς“ ὁ παρεληλυθώς ἐστιν αἰών. τοῦτο δὲ ἐν ψαλμοῖς καὶ παρὰ τῷ Παύλῳ ἐν τῇ πρὸς Ἑβραίους λέγειν ὑπειλήφαμεν, ἐν ψαλμοῖς οὕτως· „χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν“ (ἥτις ποτέ ἐστιν ἡ διαβόητος χιλιονταετηρὶς, (ἣ) ὁμοιοῦται τῇ „ἐχθὲς“ ἡμέρᾳ. διαφερούσῃ τῆς „σήμερον“), παρὰ δὲ τῷ ἀποστόλῳ γέγραπται· „Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.“ καὶ οὐδὲν
v.2.p.373
θαυμαστὸν τῷ θεῷ τὸν ὅλον αἰῶνα τῆς παρ᾿ ἡμῖν μιᾶς ἡμέρας διαστήματος λόγον ἔχειν, ἐγὼ δ᾿ οἶμαι ὅτι καὶ ἐλάττονος.

καὶ ἐξεταστέον εἰ ἐπὶ αἰῶνας ἀναφέρονται οἱ λόγοι τῶν κατὰ τὰς „ἡμέρας“ ἢ „μῆνας“ ἢ „καιροὺς“ ἢ „ἐνιαυτοὺς“ ἀναγεγραμμένων ἑορτῶν ἢ πανηγύρεων. εἰ γὰρ „σκιὰν“ ἔχει „ὁ νόμος τῶν μελλόντων,“ ἀνάγκη τὰ πολλὰ σάββατα πολλῶν τινων ἡμερῶν εἶναι „σκιὰν“ καὶ τὰς νουμηνίας διὰ χρονικῶν διαστημάτων ἐνίστασθαι. οὐκ οἶδα ὑπὸ ποίας σελήνης συνοδευούσης τινὶ ἡλίῳ ἐπιτελουμένας. εἰ δὲ καὶ „πρῶτος“ „μὴν“ καὶ δεκάτη ἡμέρα „ἕως τεσσαρεσκαιδεκάτης“ καὶ τῶν ἀζύμων ἑορτὴ ἀπὸ τεσσαρεσκαιδεκάτης „ἕως μιᾶς καὶ εἰκάδος“ „σκιὰν“ περιέχει „μελλόντων,“ „τίς σοφὸς καὶ“ ἐπὶ τοσοῦτον θεῷ „φίλος,“ ὡς πλειόνων μηνῶν τὸν πρῶτον ἰδεῖν καὶ τὴν δεκάτην αὐτοῦ ἡμέραν καὶ τὰ ἑξῆς; τί δέ με δεῖ λέγειν περὶ τῆς ἑορτῆς τῶν ἑπτὰ ἑβδομάδων ἡμερῶν καὶ περὶ τοῦ ἑβδόμου μηνὸς (οὗ ἡ νεομηνία ἡμέρα „σαλπίγγων“ ἐστὶ, „τῇ“ δὲ „δεκάτῃ“ „ἡμέρα ἱλασμοῦ“), τῷ μόνῳ νομοθετήσαντι αὐτὰ θεῷ ἐγνωσμένων; τίς δὲ ἐπὶ τοσοῦτον τὸν Χριστοῦ κεχώρηκε νοῦν. ὡς τοὺς ἑβδόμους ἐνιαυτοὺς τῆς ἐλευθερίας τῶν Ἑβραίων οἰκετῶν καὶ „τῆς ἀφέσεως“ τῶν χρεῶν ἀνέσεώς τε ἀπὸ γεωργίας τῆς ἁγίας γῆς ἐκλαβεῖν; ἔστι δέ τις καὶ ἀνωτέρω τῆς διὰ ἑπτὰ ἐτῶν ἑορτῆς ὁ καλούμενος Ἰωβηλαῖος, ὅντινα κἂν ἐπὶ ποσὸν φαντασθῆναι εἶναί τι τρανῶς ἢ τοὺς ἐν αὐτῷ νόμους πληρωθησομένους ἀληθινοὺς οὐδενός ἐστι (πλὴν) τοῦ τὴν πατρικὴν βουλὴν περὶ τῆς ἐν ἅπασι τοῖς αἰῶσι διατάξεως κατὰ „τὰ“ „ἀνεξερεύνητα“ „αὐτοῦ“ „κρίματα“ καὶ τὰς ἀνεξιχνιάστους αὐτοῦ ὁδοὺς τεθεωρηκότος.

v.2.p.374

πολλάκις δέ μοι ἐπῆλθεν ἀπορεῖν, συγκρούοντι δύο λέξεις ἀποστολικὰς, πῶς συντέλεια „αἰώνων“ ἐστὶν, ἐφ᾿ ῃ „ἅπαξ“ „εἰς ἀθέτησιν τῶν ἁμαρτιῶν“ Ἰησοῦς „πεφανέρωται,“ εἰ μέλλουσιν εἶναι αἰῶνες μετὰ τοῦτον ἐπερχόμενοι. ἔχουσι δὲ αἱ λέξεις αὐτοῦ οὕτως, ἐν μὲν τῇ πρὸς Ἑβραίους· „νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῶν· ἁμαρτιῶν διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται,“ ἐν δὲ τῇ πρὸς Ἐφεσίους· „ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς.“ καὶ περὶ τηλικούτων στοχαζόμενος νομίζω ὅτι, ὥσπερ συντέλεια τοῦ ἐνιαυτοῦ ὁ τελευταῖός ἐστι μὴν, μεθ᾿ ὃν ἀρχὴ μηνὸς ἑτέρου ἐνίσταται· οὕτω μή ποτε, πλειόνων αἰώνων οἱονεὶ ἐνιαυτὸν αἰώνων συμπληρούντων, συντέλειά ἐστιν ὁ ἐνεστὼς αἰὼν, μεθ᾿ ὃν μέλλοντές τινες αἰῶνες ἐνστήσονται, ὧν ἀρχή ἐστιν ὁ μέλλων, καὶ ἐν ἐκείνοις τοῖς μέλλουσιν ἐνδείξεται ὁ θεὸς τὸν πλοῦτον „τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι“· τοῦ ἁμαρτωλοτάτου καὶ εἰς τὸ ἅγιον πνεῦμα δυσφημήσαντος κρατουμένου παρὰ τῆς ἁμαρτίας ἐν ὅλῳ τῷ ἐνεστῶτι αἰῶνι καὶ ἀρχῆθεν μέχρι τέλους τῷ μέλλοντι μετὰ ταῦτα οὐκ οἶδ᾿ ὅπως οἰκονομησομένου.