De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ζητήσαι δ᾿ ἄν τις διὰ τὸ „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“ λέγων· πῶς γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ „ἐν οὐρανῷ,“ ὅπου ἐστὶ „τὰ πνευματικὰ τῆς πονηρίας,“ δι᾿ ἃ μεθυσθήσεται „ἡ μάχαιρα“ τοῦ θεοῦ καὶ „ἐν τῷ οὐρανῷ“; εἰ δὲ οὕτως εὐχόμεθα γενηθῆναι „ἐπὶ“ τῆς „γῆς“ „τὸ θέλημα“ τοῦ θεοῦ, ὥσπερ γίνεται „ἐν οὐρανῷ,“ μή ποτε λεληθότως εὐξώμεθα μένειν „ἐπὶ γῆς“ καὶ τὰ ἐναντία, ὅπου ἀπ᾿ οὐρανοῦ καὶ ταῦτα ἔρχεται, πολλῶν φαύλων γινομένων „ἐπὶ γῆς“ διὰ τὰ ἡττῶντα „πνευματικὰ τῆς πονηρίας,“ ὄντα „ἐν τοῖς ἐπουρανίοις.“ ὁ μὲν οὖν τις ἀλληγορῶν τὸν οὐρανὸν καὶ φάσκων αὐτὸν εἶναι τὸν Χριστὸν, γῆν δὲ τὴν ἐκκλησίαν (τίς γὰρ οὕτως (ἄξι)ος „θρόνος“ τοῦ πατρὸς ὡς ὁ Χριστός; ποῖον δὲ „ὑποπόδιον τῶν ποδῶν“ τοῦ θεοῦ ὡς ἡ ἐκκλησία;) εὐχερῶς λύσει τὰ ζητούμενα, λέγων εὔχεσθαι δεῖν ἕκαστον τῶν ἀπὸ τῆς ἐκκλησίας οὕτω χωρῆσαι „τὸ“ πατρικὸν „θέλημα,“ ὃν τρόπον Χριστὸς κεχώρηκεν, ὁ ἐλθὼν ποιῆσαι „τὸ θέλημα“ αὐτοῦ τοῦ πατρὸς

v.2.p.361
καὶ πᾶν αὐτὸ τελειώσας· δυνατὸν γὰρ κολληθέντα αὐτῷ „ἓν“ γενέσθαι „πνεῦμα“ σὺν αὐτῷ, διὰ τοῦτο χωροῦντα „τὸ θέλημα,“ ἵν᾿ „ὡς“ τετέλεσται „ἐν οὐρανῷ,“ οὕτω τελεσθῇ „καὶ ἐπὶ γῆς“· „ὁ κολλώμενος“ γὰρ „τῷ κυρίῳ“ κατὰ τὸν Παῦλον „ἓν πνεῦμά ἐστι.“ καὶ οἶμαι ὅτι οὐκ εὐκαταφρόνητος ἔσται αὕτη ἡ ἑρμηνεία τῷ ἐπιμελέστερον κατανοοῦντι αὐτήν.

ἀντιλέγων δέ τις αὐτῇ παραθήσεται τὸ ἐπὶ τέλει τούτου τοῦ εὐαγγελίου μετὰ τὴν ἀνάστασιν ὑπὸ τοῦ κυρίου εἰρημένον πρὸς τοὺς ἕνδεκα μαθητάς· „ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.“ ἔχων γὰρ ἐξουσίαν τῶν „ἐν οὐρανῷ“ φησι προσειληφέναι τὴν „ἐπὶ γῆς,“ τῶν μὲν „ἐν οὐρανῷ“ καὶ πρότερον ὑπὸ τοῦ λόγου πεφωτισμένων, ἐπὶ δὲ „τῇ συντελείᾳ τοῦ αἰῶνος“ καὶ τῶν „ἐπὶ γῆς“ διὰ τὴν δεδομένην ἐξουσίαν τῷ υἱῷ τοῦ θεοῦ μιμουμένων τὰ, ὧν ἐξουσίαν ὁ σωτὴρ ἔλαβεν. „ἐν οὐρανῷ“ κατορθουμένων. μένων. οἱονεὶ οὖν διὰ τῶν εὐχῶν συνεργοὺς πρὸς τὸν πατέρα βούλεται λαβεῖν τοὺς μαθητευομένους αὐτῷ, ἵν᾿ ὁμοίως τοῖς „ἐν οὐρανῷ“ ὑποτεταγμένοις ἀληθείᾳ καὶ λόγῳ τὰ „ἐπὶ γῆς“ διορθωθέντα (διὰ) τὴν ἐξουσίαν, ἣν ἔλαβεν „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,“ εἰς τέλος ἀγάγῃ τῶν ἐξουσιαζομένων μακάριον. ὁ δὲ θέλων οὐρανὸν εἶναι τὸν σωτῆρα τὴν δὲ γῆν ἐκκλησίαν, τὸν πρωτότοκον „πάσης κτίσεως,“ ᾧ ὁ πατὴρ ὡς θρόνῳ ἐπαναπαύεται, φάσκων εἶναι τὸν οὐρανὸν, εὕροι ἂν „τὸν“ „ἄνθρωπον,“ ὃν ἐνεδύσατο οἰκειωθέντα ἐκείνῃ τῇ δυνάμει διὰ τὸ τεταπεινωκέναι „ἑαυτὸν“ καὶ γενόμενον ὑπήκοον „μέχρι θανάτου.“ λέγειν μετὰ τὴν ἀνάστασιν τό· „ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· λαβόντος

v.2.p.362
τοῦ κατὰ τὸν σωτῆρα ἀνθρώπου τὴν ἐξουσίαν τῶν „οὐρανῷ“ oἷον τῶν ἐνυπαρχόντων τῷ μονογενεῖ, ἵνα αὐτῷ κοινωνῇ, ἀνακιρνάμενος ἐκείνου τῇ θεότητι καὶ ἑνούμενος αὐτῷ.

μὴ λύοντος δέ πω τοῦ δευτέρου τὰ ἠπορημένα περὶ τοῦ πῶς „τὸ θέλημα“ τοῦ θεοῦ ἐστιν „ἐν οὐρανῷ,“ τῶν „ἐν τοῖς ἐπουρανίοις“ πνευματικῶν „τῆς πονηρίας“ ἀντιπαλαιόντων τοῖς „ἐπὶ γῆς,“ ἐκεῖθεν ἐνέσται λύειν οὕτως τὸ ζητούμενον· ὅτι, ὥσπερ οὐ διὰ τὸν τόπον ἀλλὰ διὰ τὴν προαίρεσιν ὁ ἔτι ὢν „ἐπὶ γῆς,“ „πολίτευμα“ ἔχων „ἐν οὐρανοῖς“ καὶ θησαυρίζων „ἐν οὐρανῷ,“ τὴν καρδίαν ἔχων „ἐν οὐρανῷ,“ „τὴν εἰκόνα τοῦ ἐπουρανίου“ φορῶν, οὐκέτι ἐστὶν „ἐκ τῆς γῆς“ οὐδὲ „τοῦ“ „κάτω“ „κόσμου“ ἀλλ᾿ ἐκ τοῦ οὐρανοῦ καὶ „τοῦ“ κρείττονος „τούτου“ οὐρανίου „κόσμου“· οὕτως καὶ „τὰ“ ἔτι „ἐν τοῖς (ἐπ)ουρανίοις“ διατρίβοντα „πνευματικὰ τῆς πονηρίας,“ „τὸ πολίτευμα“ ἔχοντα „ἐπὶ γῆς“ καὶ δι᾿ ὧν ἀντιπαλαίει ἐπιβουλεύοντα ἀνθρώποις, θησαυρίζοντα „ἐπὶ γῆς,“ „εἰκόνα τοῦ χοϊκοῦ“ φοροῦντα, ὅστις „ἐστὶν ἀρχὴ πλάσματος κυρίου, πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων,“ οὐκ ἔστιν ἐπουράνια οὐδὲ ἐν τοῖς οὐρανοῖς διὰ τὴν μοχθηρὰν διάθεσιν οἰκεῖ. ἐπὰν οὖν λέγηται· „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,“ ἐκείνους οὐδὲ „ἐν οὐρανῷ“ εἶναι λογιστέον, τῷ φρονήματι μετὰ τοῦ πεσόντος ἐξ „οὐρανοῦ“ δίκην ἀστραπῆς πεπτωκότας.