De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἔτι δὲ περὶ τῆς τοῦ θεοῦ βασιλείας καὶ τοῦτο διαληπτέον, ὅτι, ὥσπερ οὐκ ἔστι „μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ“ οὐδὲ „κοινωνία φωτὶ πρὸς σκότος“ οὐδὲ „συμφώνησις Χριστῷ πρὸς Βελίαρ,“ οὕτως ἀσυνύπαρκτόν ἐστι τῇ βασιλείᾳ τοῦ θεοῦ βασιλεία τῆς ἁμαρτίας. εἰ τοίνυν θέλομεν ὑπὸ θεοῦ βασιλεύεσθαι, μηδαμῶς „βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι,“ μηδὲ ὑπακούωμεν τοῖς προστάγμασιν αὐτῆς, ἐπὶ „τὰ ἔργα τῆς σαρκὸς“ καὶ τὰ ἀλλότρια

v.2.p.359
τοῦ θεοῦ προκαλουμένης ἡμῶν τὴν ψυχήν· ἀλλὰ νεκρώσαντες „τὰ μέλη τὰ ἐπὶ τῆς γῆς“ καρποφορῶμεν τοὺς καρποὺς „τοῦ πνεύματος.“ ἵνα ὡς „ἐν“ „παραδείσῳ“ πνευματικῷ κύριος ἡμῖν ἐμπεριπατῇ. βασιλεύων ἡμῶν μόνος σὺν τῷ Χριστῷ αὐτοῦ, ἐν ἡμῖν „ἐκ δεξιῶν“ καθημένῳ ἧς εὐχόμεθα λαβεῖν „δυνάμεως“ πνευματικῆς καὶ καθεζομένῳ, „ἕως“ πάντες οἱ ἐν ἡμῖν ἐχθροὶ αὐτοῦ γένωνται „ὑποπόδιον τῶν ποδῶν“ αὐτοῦ καὶ καταργηθῇ ἀφ᾿ ἡμῶν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις. δυνατὸν γὰρ ταῦτα καθ᾿ ἕκαστον ἡμῶν γενέσθαι καὶ τὸν ἔσχατον ἐχθρὸν καταργηθῆναι, τὸν θάνατον, ἵνα καὶ ἐν ἡμῖν λέγηται ὑπὸ τοῦ Χριστοῦ· „ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος,·“ ἤδη τοίνυν „τὸ φθαρτὸν“ ἡμῶν ἐνδυσάσθω τὴν ἐν ἁγνείᾳ καὶ πάσῃ καθαρότητι ἁγιωσύνην καὶ „ἀφθαρσίαν,“ „καὶ τὸ θνητὸν“ ἀμφιεσάσθω, τοῦ θανάτου κατηργημένου, τὴν πατρικὴν „ἀθανασίαν“· ὥστε ἡμᾶς βασιλευομένους ὑπὸ τοῦ θεοῦ ἤδη εἶναι ἐν τοῖς παλιγγενεσίας καὶ ἀναστάσεως ἀγαθοῖς.

„Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.“ ὁ Λουκᾶς μετὰ τὸ „ἐλθέτω ἡ βασιλεία σου“ ταῦτα παρασιωπήσας ἔταξε· „τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ᾿ ἡμέραν“· διόπερ ἃς προετάξαμεν λέξεις ὡς παρὰ μόνῳ τῷ Ματθαίῳ κειμένας ἐξετάσωμεν ἀκολούθως τοῖς πρὸ τούτων. ἔτι ὄντες „ἐπὶ γῆς“ οἱ εὐχόμενοι, νοοῦντες „ἐν οὐρανῷ“ γεγονέναι „τὸ θέλημα“ τοῦ θεοῦ παρὰ πᾶσι τοῖς οἰκείοις τῶν οὐρανῶν, εὐξώμεθα καὶ ἡμῖν τοῖς „ἐπὶ γῆς“ ὁμοίως ἐκείνοις κατὰ πάντα γενέσθαι „τὸ θέλημα“ τοῦ θεοῦ· ὅπερ συμβήσεται, μηδὲν ἡμῶν παρὰ „τὸ θέλημα“ πραττόντων αὐτοῦ. ἐπὰν δὲ, „ὡς ἐν οὐρανῷ“ „τὸ θέλημά“ ἐστι τοῦ θεοῦ, καὶ ἡμῖν τοῖς „ἐπὶ γῆς“ κατορθωθῇ, ὁμοιωθέντες τοῖς ἐν οὐρανοῖς. ἅτε φορέσαντες παραπλησίως ἐκείνοις „τὴν εἰκόνα τοῦ ἐπουρανίου,“ „βασιλείαν“ οὐρανῶν κληρονομήσομεν, τῶν μεθ᾿

v.2.p.360
ἡμᾶς „ἐπὶ γῆς“ καὶ ἡμῖν, γενομένοις „ἐν οὐρανῷ,“ ὁμοιωθῆναι εὐχομένων.

δύναται μέντοι γε κατὰ μόνον τὸν Ματθαῖον ἀπὸ κοινοῦ τὸ „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“ λαμβάνεσθαι, ἵν᾿ ᾖ τοιοῦτον τὸ προστασσόμενον ἡμῖν ἐν τῇ εὐχῇ λέγειν· „ἁγιασθήτω τὸ ὄνομά σου“ „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· „ἐλθέτω ἡ βασιλεία σου“ „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· „τό“ τε γὰρ „ὄνομα“ τοῦ θεοῦ ἡγιάσθηπαρὰ τοῖς „ἐν οὐρανῷ,“ καὶ ἐνέστη αὐτοῖς „ἡ“ τοῦ θεοῦ „βασιλεία,“ γεγένηταί τε ἐν αὐτοῖς „τὸ θέλημα“ τοῦ θεοῦ· ἅπερ πάντα ἡμῖν λείπει τοῖς „ἐπὶ γῆς,“ δυνάμενα ἡμῖν ὑπαρχθῆναι ἐν τῷ ἀξίους ἑαυτοὺς κατασκευάζειν ἐπηκόου περὶ τούτων πάντων τοῦ θεοῦ τυχεῖν.