De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

„ὄνομα“ τοίνυν ἐστὶ κεφαλαιώδης προσηγορία τῆς ἰδίας ποιότητος τοῦ ὀνομαζομένου παραστατική· οἷόν ἐστι τὶς ἰδία ποιότης Παύλου τοῦ ἀποστόλου, ἡ μέν τις τῆς ψυχῆς, καθ᾿ ἣν τοιάδε ἐστὶν, ἡ δέ τις τοῦ νοῦ, καθ᾿ ἣν τοιῶνδέ ἐστι θεωρητικὸς, ἡ δέ τις τοῦ σώματος

v.2.p.354
αὐτοῦ, καθ᾿ ἣν τοιόνδε ἐστί. τὸ τοίνυν τούτων τῶν ποιοτήτων ἴδιον καὶ ἀσυντρόχαστον πρὸς ἕτερον (ἄλλος γάρ τις ἀπαράλλακτος Παύλου ἐν τοῖς οὖσιν οὐκ ἔστι) δηλοῦται διὰ τῆς „Παῦλος“ ὀνομασίας. ἀλλ᾿ ἐπὶ ἀνθρώπων, οἱονεὶ ἀλλασσομένων τῶν ἰδίων ποιοτήτων, ὑγιῶς κατὰ τὴν γραφὴν ἀλλάσσεται καὶ τὰ ὀνόματα· μεταβαλούσης γὰρ τῆς τοῦ „Ἀβρὰμ“ ποιότητος, ἐκλήθη „Ἀβραὰμ,“ καὶ τῆς τοῦ Σίμωνος, ὁ „Πέτρος“ ὠνομάσθη, καὶ τῆς τοῦ διώκοντος τὸν Ἰησοῦν „Σαοὺλ,“ προσηγορεύθη ὁ „Παῦλος.“ ἐπὶ δὲ θεοῦ, ὅστις αὐτός ἐστιν ἄτρεπτος καὶ ἀναλλοίωτος ἀεὶ τυγχάνων, ἕν ἐστιν ἀεὶ τὸ οἱονεὶ καὶ ἐπ᾿ αὐτοῦ ὄνομα, τὸ „(ὁ) ὢν“ ἐν τῇ Ἐξόδῳ εἰρημένον ἤ τι οὕτως ἂν λεχθησόμενον. ἐπεὶ οὖν περὶ θεοῦ πάντες μὲν ὑπολαμβάνομέν τι, ἐννοοῦντες ἅτινα δή ποτε περὶ αὐτοῦ, οὐ πάντες δὲ ὅ ἐστι (σπάνιοι γὰρ καὶ, εἰ χρὴ λέγειν, τῶν σπανίων σπανιώτεροι οἱ τὴν ἐν πᾶσιν ἁγιότητα καταλαμβάνοντες αὐτοῦ), εὐλόγως διδασκόμεθα τὴν ἐν ἡμῖν ἔννοιαν περὶ θεοῦ ἁγίαν γενέσθαι, ἵν᾿ ἴδωμεν αὐτοῦ τὴν ἁγιότητα κτίζοντος καὶ προνοοῦντος καὶ κρίνοντος καὶ ἐκλεγομένου καὶ ἐγκαταλείποντος ἀποδεχομένου τε καὶ ἀποστρεφομένου καὶ γέρως ἀξιοῦντος καὶ κολάζοντος ἕκαστον κατὰ τὴν ἀξίαν.

ἐν τούτοις γὰρ καὶ τοῖς παραπλησίοις. ἵν᾿ οὕτως εἴπω, χαρακτηρίζεται ἰδία ποιότης τοῦ θεοῦ, ἥντινα νομίζω „ὄνομα θεοῦ“ λέγεσθαι κατὰ τὰς γραφὰς, ἐν μὲν τῇ Ἐξόδῳ· „οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ“ ἐν δὲ τῷ Δευτερονομίῳ· „προσδοκάσθω ὡσεὶ ὑετὸς τὸ ἀπόφθεγμά μου, καταβήτω ὡσεὶ δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπ᾿ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον· ὅτι ὄνομα κυρίου ἐκάλεσα,“ ἐν δὲ ψαλμοῖς· „μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.“ ὅ τε γὰρ οἷς μὴ δεῖ ἐφαρμόζων τὴν ἔννοιαν τοῦ θεοῦ λαμβάνει „τὸ ὄνομα κυρίου τοῦ θεοῦ“ „ἐπὶ ματαίῳ,“ ὅ τε δυνάμενος ἀποφθέγξασθαι ὑετὸν, τοῖς ἀκούουσι συνεργοῦντα τῇ

v.2.p.355
καρποφορίᾳ τῶν ψυχῶν αὐτῶν, καὶ ῥήματα δρόσῳ ἐοικότα παρακλητικὰ προσαγόμενος τῇ τε ῥύμῃ τῆς οἰκοδομῆς τῶν λόγων ὄμβρον ὠφελιμώτατον ἐπάγων τοῖς ἀκροαταῖς ἢ νιφετὸν ἀνυσιμώτατον, διὰ τοῦτο ταῦτα δύναται. ταῦτα ἐπινοήσας ἑαυτὸν δεόμενον θεοῦ τοῦ τελειοῦντος καλεῖ παρ᾿ ἑαυτὸν τὸν τῶν προειρημένων κυρίως χορηγόν· πᾶς τε τρανῶν καὶ τὰ περὶ τοῦ θεοῦ ὑπομιμνήσκεται μᾶλλον ἢ μανθάνει, κἂν ἀπό τινος ἀκούειν δοκῇ ἢ εὑρίσκειν νομίζῃ τὰ τῆς θεοσεβείας μυστήρια.

ὥσπερ δὲ τὰ ἐνθάδε δεῖ νοεῖν τὸν εὐχόμενον, αἰτεῖν αὐτὸν ἁγιασθῆναι „τὸ ὄνομα“ τοῦ θεοῦ· οὕτως ἐν ψαλμοῖς τὸ „ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ“ λέγεται, προστάσσοντος τοῦ προφήτου μετὰ πάσης συμφωνίας ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ φθάσαι ἐπὶ τὴν ἀληθῆ καὶ ὑψηλὴν γνῶσιν τῆς ἰδιότητος τοῦ θεοῦ. τοῦτο γάρ ἐστι τὸ ὑψοῦν „τὸ ὄνομα“ τοῦ θεοῦ „ἐπὶ τὸ αὐτὸ,“ (ὅτε) μεταλαβών τις ἀποῤῥοῆς θεότητος τῷ ὑπειλῆφθαι ἀπὸ τοῦ θεοῦ καὶ κεκρατηκέναι τῶν ἐχθρῶν. ἐφησθῆναι πτώσει αὐτοῦ μὴ δυναμένων, ὑψοῖ αὐτὴν τὴν δύναμιν, ἧς μετείληχε, θεοῦ· ὅπερ δηλοῦται ἐν εἰκοστῷ ἐνάτῳ ψαλμῷ διὰ τοῦ „ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ (οὐκ) εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμοί.“ ὑψοῖ δέ τις τὸν θεὸν, ἐγκαινίσας αὐτῷ οἶκον ἐν ἑαυτῷ, ἐπεὶ καὶ ἡ (ἐπι)γραφὴ τοῦ ψαλμοῦ οὕτως ἔχει· „ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυΐδ.“