De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

περὶ τούτων δὲ ἐπὶ πλεῖον διειλήφαμεν, ἐξετάζοντες τὰ εἰς τὴν Γένεσιν· πλὴν καὶ νῦν ἵνα μὴ τέλεον παρασιωπήσωμεν τὸ τηλικοῦτον πρόβλημα, αὐτάρκως ἀναμνησθησόμεθα τοῦ „ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς,“ λεγομένου ἐν Δευτερονομίῳ ὑπὸ τοῦ θεοῦ. ὁποῖος γὰρ αὐτοῦ ὁ περίπατος ἐν τοῖς ἁγίοις, τοιοῦτός τις καὶ ὁ ἐν τῷ παραδείσῳ, κρυπτομένου θεὸν καὶ φεύγοντος τὴν ἐπισκοπὴν αὐτοῦ καὶ ἀφισταμένου τῆς παῤῥησίας παντὸς τοῦ ἁμαρτάνοντος· οὕτω γὰρ καὶ „Κάϊν ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ.“ ὡς οὖν ἐν τοῖς ἁγίοις ἐνοικεῖ, οὕτως καὶ ἐν οὐρανῷ, ἤτοι παντὶ ἁγίῳ καὶ φοροῦντι „τὴν εἰκόνα τοῦ ἐπουρανίου“ ἢ τῷ Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ σῳζόμενοι „φωστῆρες“ καὶ ἀστέρες τοῦ οὐρανοῦ, ἢ καὶ διὰ τοὺς ἐν οὐρανῷ ἁγίους κατοικεῖ (ἐκεῖ κατὰ) τὸ εἰρημένον· „πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.“ καὶ τὸ ἐν τῷ Ἐκκλησιαστῇ δέ· „μὴ σπεύσῃς ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ γῆς κάτω“ διάστημα βούλεται δηλῶσαι ἀπὸ τῶν ὄντων ἐν τῷ σώματι „τῆς ταπεινώσεως“ ἕως τοῦ παρὰ τοῖς ὑψουμένοις ὑπὸ τῆς ὠφελείας καὶ τοῦ λόγου ἀγγέλοις καὶ

v.2.p.353
δυνάμεσιν ἁγίαις ἣ αὐτῷ τῷ Χριστῷ. οὐ γὰρ ἄτοπον αὐτὸν μὲν εἶναι κυρίως θρόνον τοῦ πατρὸς, ἀλληγορικώτερον οὐρανὸν καλούμενον, τὴν δὲ ἐκκλησίαν αὐτοῦ γῆν ὀνομαζομένην „ὑποπόδιον“ τυγχάνειν „τῶν ποδῶν αὐτοῦ.“

προστεθείκαμεν δὴ ὀλίγα καὶ τῆς παλαιᾶς διαθήκης ῥητὰ, νομιζόμενα ἐν τόπῳ παριστάνειν τὸν θεὸν. ὑπὲρ τοῦ πάντοθεν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν πεῖσαι τὸν ἐντυγχάνοντα ὑψηλότερον καὶ πνευματικώτερον ἀκούειν τῆς θείας γραφῆς, ὅταν δοκῇ ἐν τόπῳ διδάσκειν εἶναι τὸν θεόν. ἔπρεπε δὲ ταῦτα συνεξετασθῆναι τῷ „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ οἱονεὶ ἀφιστάντι τὴν οὐσίαν τοῦ θεοῦ ἀπὸ πάντων τῶν γεννητῶν· οἷς γὰρ οὐ κοινωνεῖ, αὐτοῖς δόξα τις θεοῦ καὶ δύναμις αὐτοῦ. καὶ, ἵν᾿ οὕτως εἴπω, ἀποῤῥοὴ τῆς θεότητος ἐγγίνεται αὐτοῖς.

„Ἁγιασθήτω τὸ ὄνομά σου.“ ὅτε μὲν παρίστησι τὸ μὴ γεγονέναι πω, περὶ οὗ εὔχεται, ὁτὲ δὲ τούτου τυχὼν τὸ μὴ παραμένειν αὐτὸ καὶ τηρεῖσθαι ἀξιοῖ, φανερὸν ὅσον ἐπὶ τῇ λέξει ἐνταῦθα, ὡς μηδέπω ἁγιασθέντος τοῦ ὀνόματος τοῦ πατρὸς, κελεύεσθαι λέγειν ἡμᾶς κατά γε τὸν Ματθαῖον καὶ τὸν Λουκᾶν τό· „ἁγιασθήτω τὸ ὄνομά σου.“ καὶ πῶς, εἴποι τις ἂν, ἄνθρωπος ἀξιοῖ ἁγιάζεσθαι „τὸ ὄνομα“ τοῦ θεοῦ ὡς μὴ ἡγιασμένον; τί „τὸ ὄνομα“ τοῦ πατρὸς καὶ τί τὸ ἀγιάζεσθαι αὐτὸ, κατανοήσωμεν.