De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ὁ δὲ κατανοήσας τί ποτ᾿ ᾖ τὸ κάλλος τῆς νύμφης, ἧς ὁ „νυμφίος“ λόγος ὢν θεοῦ ἐρᾷ. ψυχῆς τυγχανούσης ἀνθούσης ὑπερουρανίῳ καὶ ὑπερκοσμίῳ κάλλει, αἰδεσθήσεται κἂν τῷ αὐτῷ ὀνόματι τοῦ κάλλους τιμῆσαι σωματικὸν κάλλος γυναικὸς ἢ παιδὸς ἢ ἀνδρός· τὸ γὰρ κυρίως κάλλος σὰρξ οὐ χωρεῖ. πᾶσα τυγχάνουσα αἶσχος. „πᾶσα“ γὰρ „σὰρξ ὡς χόρτος,“ καὶ ἡ „δόξα“ αὐτῆς, ἥτις ἐστὶν ἐμφαινομένη τῷ λεγομένῳ κάλλει γυναικῶν καὶ παιδίων, ἄνθει κατὰ τὸν προφητικὸν παραβέβληται λόγον, λέγοντα· „πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.“ ἀλλὰ καὶ εὐγένειαν τίς ἔτι κυρίως ὀνομάσει τὴν τετριμμένην λέγεσθαι παρὰ ἀνθρώποις, νοήσας εὐγένειαν υἱῶν θεοῦ; „βασιλείαν“ δὲ Χριστοῦ „ἀσάλευτον“ θεωρήσας ὁ νοῦς πῶς οὐ καταφρονήσει ὡς οὐδενὸς λόγου ἀξίας πάσης τῆς ἐπὶ γῆς βασιλείας; στρατιάν τε ἀγγέλων καὶ ἀρχιστρατήγους ἐν αὐτοῖς δυνάμεων κυρίου ἀρχαγγέλους τε καὶ θρόνους καὶ κυριότητας καὶ ἀργὰς καὶ ἐξουσίας ὑπερουρανίους, ὡς χωρεῖ ὁ ἔτι δεδεμένος σώματι ἀνθρώπινος νοῦς, κατὰ τὸ δυνατὸν τρανῶς ἰδὼν καὶ κατειληφὼς δύνασθαι ἰσοτίμου παρὰ τοῦ πατρὸς ἐκείνοις τυχεῖν, πῶς οὐχὶ, κἂν σκιᾶς ἀδρανέστερος ᾖ, καὶ τούτων τῶν παρὰ τοῖς ἀνοήτοις θαυμαζομένων ὡς ἀμαυροτάτων καὶ οὐδενὸς λόγου ἀξίων συγκρίσει καταφρονῶν. κἂν διδῶται ταῦτα πάντα. ὑπερόψεται ὑπὲρ τοῦ τῶν ἀληθινῶν ἀρχῶν καὶ θειοτέρων ἐξουσιῶν μὴ ἀποτυχεῖν; εὐκτέον τοίνυν, εὐκτέον περὶ τῶν προηγουμένως καὶ ἀληθῶς μεγάλων καὶ ἐπουρανίων. καὶ τὰ περὶ τῶν ἐπακολουθουσῶν σκιῶν τοῖς προηγουμένοις θεῷ ἐπιτρεπτέον, τῷ

v.2.p.340
ἐπισταμένῳ „ὧν χρείαν“ διὰ τὸ ἐπίκηρον σῶμα ἔχομεν „πρὸ τοῦ“ ἡμᾶς „αἰτῆσαι αὐτόν.“

Αὐτάρκως δὴ ἐν τούτοις, κατὰ τὴν δεδομένην χάριν, ὡς κεχωρήκαμεν, ὑπὸ θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ (ἀλλ᾿ εἴθε καὶ ἐν ἁγίῳ πνεύματι, ὅπερ εἰ οὕτως ἔχει, κρινεῖτε ἐντυγχάνοντες τῇ γραφῇ) ἡμῖν εἰρημένοις, ἐξετάσαντες τὸ περὶ εὐχῆς πρόβλημα, ἤδη καὶ ἐπὶ τὸν ἑξῆς ἆθλον ἐλευσόμεθα, τὴν ὑπογραφεῖσαν ὑπὸ τοῦ κυρίου προσευχὴν, ὅσης δυνάμεως πεπλήρωται, θεωρῆσαι βουλόμενοι.

καὶ πρὸ πάντων γε παρατηρητέον ὅτι ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς δόξαιεν ἂν τοῖς πολλοῖς τὴν αὐτὴν ἀναγεγραφέναι ὑποτετυπωμένην πρὸς τὸ δεῖν οὕτως προσεύχεσθαι προσευχήν. ἔχουσι δὲ αἱ λέξεις τοῦ μὲν Ματθαίου τὸν τρόπον τοῦτον· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ,“ τοῦ δὲ Λουκᾶ οὕτως· „πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν· καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ τῷ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.“

λεκτέον δὲ πρὸς τοὺς οὕτως ὑπολαμβάνοντας ὅτι πρῶτον μὲν τὰ ῥήματα, εἰ καὶ γειτνιῶντά τινα ἔχει ἀλλήλοις, ἀλλὰ καὶ ἐν ἄλλοις διαφέρειν φαίνεται, ὡς ἐρευνῶντες αὐτὰ παραστήσομεν· δεύτερον δὲ ὅτι οὐχ οἷόν τε ἐστὶ τὴν αὐτὴν προσευχὴν καὶ ἐν τῷ ὄρει λέγεσθαι, ἔνθα „ἰδὼν τοὺς ὄχλους ἀνέβη,“ ὅτε „καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν“ (ἐν γὰρ τῷ εἱρμῷ τῆς περὶ τῶν μακαρισμῶν ἀπαγγελίας καὶ τῶν ἑξῆς ἐντολῶν παρὰ τῷ Ματθαίῳ αὕτη ἀναγεγραμμένη εὑρίσκεται), καὶ „ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο,“ εἰρῆσθαι πρὸς τινα „τῶν μαθητῶν“ ἀξιώσαντα διδαχθῆναι

v.2.p.341
„προσεύχεσθαι, ὡς καὶ Ἰωάννης ἐδίδασκε τοὺς μαθητὰς αὐτοῦ.“ πῶς γὰρ ἐνδέχεται τοὺς αὐτοὺς λόγους χωρὶς πάσης προγενομένης πεύσεως ἀποτακτικῶς εἰρῆσθαι καὶ πρὸς ἀξίωσιν μαθητοῦ ἀπαγγέλλεσθαι; ἀλλ᾿ ἴσως τις εἴποι ἂν πρὸς τοῦτο ὅτι ἰσοδυναμοῦσαί εἰσιν αἱ εὐχαὶ εἰρημέναι ὡς μία, ὁτὲ μὲν ἐν ἀποτατικῷ λόγῳ ὁτὲ δὲ πρὸς ἕτερον τῶν μαθητῶν τὸν ἀξιώσαντα, κατὰ τὸ εἰκὸς τότε μὴ παρόντα, ὅτε ἔλεγε τὸ κατὰ τὸν Ματθαῖον, ἢ μὴ κεκρατηκότα τῶν εἰρημένων πάλαι· μή ποτε δὲ βέλτιον ᾖ διαφόρους νομίζεσθαι τὰς προσευχὰς, κοινά τινα ἐχούσας μέρη. ζητήσαντες δὲ καὶ παρὰ τῷ Μάρκῳ, μή ποτε λανθάνῃ ἡμᾶς ἡ τοιαύτη ἰσοδυναμοῦσα ἀναγεγραμμένη, οὐδ᾿ ἴχνος ἐγκείμενον προσευχῆς εὕρομεν.