De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ταῦτ᾿ ουν λέγοντος ἀκούοντες Ἰησοῦ τῷ θεῷ δι᾿ αὐτοῦ εὐχώμεθα, τὸ αὐτὸ λέγοντες πάντες μηδὲ περὶ τοῦ τρόπου τῆς εὐχῆς σχιζόμενοι. ἢ οὐχὶ σχιζόμεθα, ἐὰν οἱ μὲν τῷ πατρὶ οἱ δὲ τῷ υἱῷ εὐχώμεθα, ἰδιωτικὴν ἁμαρτίαν κατὰ πολλὴν ἀκεραιότητα διὰ τὸ ἀβασάνιστον καὶ ἀνεξέταστον ἁμαρτανόντων τῶν προσευχομένων τῷ υἱῷ, εἴτε μετὰ τοῦ πατρὸς εἴτε χωρὶς τοῦ πατρός; προσευχώμεθα τοίνυν ὡς θεῷ ἐντυγχάνωμεν δὲ ὡς πατρὶ δεώμεθα δὲ ὡς κυρίου εὐχαριστῶμεν δὲ ὡς θεῷ καὶ πατρὶ καὶ κυρίῳ, οὐ πάντως δούλου ὄντι κυρίῳ· ὁ γὰρ „πατὴρ“ εὐλόγως ἂν νομισθείη τοῦ υἱοῦ καὶ κύριος καὶ τῶν δι᾿ αὐτὸν γενομένων υἱῶν κύριος· ὥσπερ δὲ „οὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων,“ οὕτως οὐκ ἔστι κύριος ἀγενῶν δούλων ἀλλὰ τῶν κατὰ μὲν τὰς ἀρχὰς φόβῳ διὰ τὴν νηπιότητα ἐξευγενιζομένων μετὰ δὲ ταῦτα κατὰ τὴν ἀγάπην μακαριωτέραν τῆς ἐν φόβῳ δουλείαν δουλευόντων· εἰσὶ γὰρ καὶ ἐν τῇ ψυχῇ μόνῳ τῷ καρδίας βλέποντι χαρακτῆρες φανεροὶ δούλων θεοῦ καὶ υἱῶν αὐτοῦ.

πᾶς τοιγαροῦν ὁ „τὰ ἐπίγεια“ καὶ „μικρὰ“ αἰτῶν ἀπὸ τοῦ θεοῦ παρακούει τοῦ ἐντειλαμένου „ἐπουράνια“ καὶ „μεγάλα“ αἰτεῖν ἀπὸ τοῦ μηδὲν ἐπίγειον μηδὲ μικρὸν χαρίζεσθαι ἐπισταμένου θεοῦ. ἐὰν δέ τις ἀνθυποφέρῃ τὰ κατὰ τὸ σωματικὸν ἐκ προσευχῆς τοῖς ἁγίοις δωρηθέντα ἀλλὰ καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν, διδάσκοντος „τὰ ἐπίγεια“ ἡμῖν προστίθεσθαι καὶ „τὰ μικρὰ,“ ἀπαντητέον πρὸς

v.2.p.337
αὐτὸν ὅτι, ὥσπερ οὐ λεκτέον, δωρουμένου τινὸς ἡμῖν ὅ τι δή ποτε σῶμα, ὅτι ὁ δεῖνα τὴν σκιὰν ἡμῖν τοῦ σώματος ἐδωρήσατο (οὐ γὰρ προθέμενος δύο τινὰ χαρίσασθαι, σῶμα καὶ σκιὰν, δέδωκε τὸ σῶμα. ἀλλ᾿ ἡ πρόθεσις τοῦ διδόντος ἐστὶ διδόναι σῶμα, ἐπακολουθεῖ δὲ τῇ δόσει τοῦ σώματος καὶ τὸ τὴν σκιὰν αὐτοῦ ἡμᾶς λαβεῖν), οὕτως, εἰ μεγαλοφυεστέρῳ γενομένῳ ἡμῶν τῷ νῷ κατανοήσαιμεν τὰς προηγουμένως ὑπὸ τοῦ θεοῦ ἡμῖν διδομένας δωρεὰς. οἰκειότατα ἐροῦμεν παρακολουθήματα τῶν μεγάλων καὶ ἐπουρανίων πνευματικῶν χαρισμάτων εἶναι τὰ σωματικὰ, „ἑκάστῳ“ διδόμενα τῶν ἁγίων „πρὸς τὸ συμφέρον“ ἢ „κατ᾿ ἀναλογίαν τῆς πίστεως“ ἢ „καθὼς βούλεται“ ὁ διδούς· βούλεται δὲ σοφῶς, εἰ καὶ ἡμεῖς μὴ δυνάμεθα ἑκάστῳ τῶν διδομένων αἰτίαν καὶ λόγον ἄξιον τοῦ διδόντος εἰπεῖν.

μᾶλλον οὖν κεκαρποφορήκει ἀπό τινος στειρώσεως μεταβαλοῦσα ἡ τῆς Ἄννης ψυχὴ ἤπερ τὸ σῶμα, κυῆσαν τὸν Σαμουήλ· καὶ μᾶλλον ὁ Ἐζεκίας θεῖα γεγεννήκει τέκνα νοῦ ἤπερ σώματος, ἐκ τοῦ σωματικοῦ σπέρματος αὐτῶν γεγεννημένων· ἐπὶ πλεῖόν τε ἀπὸ νοητῶν ἐπιβουλῶν ῥυσθέντες ἐτύγχανον Ἐσθὴρ καὶ Μαρδοχαῖος καὶ ὁ λαὸς ἤπερ ἀπὸ τοῦ Ἀμὰν καὶ τῶν συμπνεόντων . . . τοῦ διαφθεῖραι τὴν ψυχὴν αὐτῆς θέλοντος ἄρχοντος τὴν δύναμιν διακεκόφει ἢ ἐκείνου τοῦ Ὀλοφέρνου. τίς δ᾿ οὐκ ἂν ὁμολογήσαι τῷ Ἀνανίᾳ καὶ τοῖς σὺν αὐτῷ τὴν νοητὴν εὐλογίαν φθάνουσαν ἐπὶ πάντας τοὺς ἁγίους, εἰρημένην ὑπὸ τοῦ Ἰσαὰκ τῷ Ἰακὼβ, τήν· „δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ,“ ἐπὶ πλεῖον ἐγγεγονέναι ἤπερ τὴν σωματικὴν δρόσον. τὴν φλόγα νικῶσαν τοῦ Ναβουχοδονόσορ; μᾶλλον δὲ πεφίμωντο τῷ προφήτῃ Δανιὴλ οἱ ἀόρατοι λέοντες, οὐδὲν

v.2.p.338
ἐνεργῆσαι δυνάμενοι κατὰ τῆς ψυχῆς αὐτοῦ, ἤπερ οἱ αἰσθητοὶ, περὶ ὧν πάντες οἱ ἐντυγχάνοντες αὐτῇ τῇ γραφῇ ἐξειλήφαμεν. τίς δ᾿ οὕτως ἐκπεφεύγει τοῦ κεχειρωμένου ὑπὸ τῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν κήτους τὴν γαστέρα, πάντα τὸν φυγάδα τοῦ θεοῦ καταπίνοντος, ὡς Ἰωνᾶς χωρητικὸς γινόμενος ὡς ἅγιος ἁγίου πνεύματος;

Οὐ θαυμαστὸν δὲ εἰ μὲν πᾶσιν ὁμοίως τοῖς λαμβάνουσιν, ἵν᾿ οὕτως εἴπω, τὰ ποιητικὰ τῶν τοιούτων σκιῶν σώματα ἡ ὁμοία οὐ δίδοται σκιὰ, τισὶ δ᾿ ὁμοίως δίδοται σκιά. τοῦτο γὰρ τοῖς θεωροῦσι τὰ γνωμονικὰ προβλήματα καὶ τὸν τῶν σκιῶν πρὸς τὸ φωτίζον σῶμα λόγον σαφῶς. παρίσταται συμβαῖνον καὶ κατὰ τὰ σώματα· τισὶ γοῦν ἄσκιοί εἰσιν οἱ γνώμονες καιρῷ τινι, ἑτέροις δὲ. ἵν᾿ οὕτως εἴπω, βραχύσκιοι καὶ ἑτέροις παρ᾿ ἑτέρους μακροσκιώτεροι. οὐ μέγα τοίνυν εἰ, τῆς προθέσεως τοῦ δωρουμένου τὰ προηγούμενα χαριζομένης κατά τινας ἀναλογίας ἀποῤῥήτους καὶ μυστικὰς ἁρμοζόντως τοῖς λαμβάνουσι καὶ τοῖς χρόνοις, ὅτε δίδοται τὰ προηγούμενα, ὁτὲ μὲν οὐδ᾿ ὅλως αἱ σκιαὶ τοῖς λαμβάνουσιν ἕπονται ὁτὲ δὲ οὐ πάντων ἀλλὰ ὀλίγων ὁτὲ δὲ ἐλάττους συγκρίσει ἑτέρων, μειζόνων ἄλλοις ἐπακολουθουσῶν. ὥσπερ οὖν τὸν ζητοῦντα τὰς ἡλιακὰς ἀκτῖνας οὔτε παροῦσα οὔτε ἀποῦσα ἡ τῶν σωμάτων σκιὰ εὐφραίνει ἢ λυπεῖ, ἔχοντα τὸ ἀναγκαιότατον, ἐπὰν πεφωτισμένος ἤτοι ἐστερημένος ῃ τῆς σκιᾶς ἢ πλεῖον ἢ ἔλαττον ἔχῃ τῆς σκιᾶς· οὕτως ἂν παρῇ ἡμῖν τὰ πνευματικὰ καὶ φωτιζώμεθα ὑπὸ τοῦ θεοῦ πρὸς τὴν παντελῆ κτῆσιν τῶν ἀληθινῶν ἀγαθῶν, οὐ μικρολογήσομεν περὶ εὐτελοῦς πράγματος τοῦ κατὰ τὴν σκιάν. πάντα γὰρ τὰ ὑλικὰ καὶ τὰ σωματικὰ, ὁποῖά ποτε ἂν τυγχάνῃ, σκιᾶς ἀμενηνοῦ καὶ ἀδρανοῦς ἔχει λόγον, οὐδαμῶς δυνάμενα παραβάλλεσθαι πρὸς τὰς σωτηρίους τοῦ θεοῦ τῶν ὅλων καὶ ἁγίας δωρεάς. ποία γὰρ σύγκρισις σωματικοῦ

v.2.p.339
πλούτου πρὸς τὸν „ἐν παντὶ λόγῳ“ πλοῦτον „καὶ πάσῃ“ σοφίᾳ; τίς δ᾿ ἂν μὴ μαινόμενος παραβάλοι ὑγείαν σαρκῶν καὶ ὀστέων πρὸς ὑγιαίνοντα νοῦν καὶ ἐῤῥωμένην ψυχὴν καὶ συμμέτρους λογισμούς; ἅτινα πάντα λόγῳ ῥυθμιζόμενα θεοῦ εὐτελῆ τινα ἀμυχὴν, καὶ εἴ τι ἀμυχῆς βραχύτερον νομίζομεν. ποιεῖ τὰ σωματικὰ παθήματα.