Exhortatio ad martyrium
Origen
Origenes. Origenes Werke, Vol 1, Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
Πάλιν τε αὖ ὑπολαμβάνοντές τινες θέσει εἶναι τὰ ὀνόματα καὶ οὐδεμίαν αὐτὰ ἔχειν φύσιν πρὸς τὰ ὑποκείμενα, ὧν ἐστιν ὀνόματα, νομίζουσι μηδὲν διαφέρειν, εἰ λέγοι τις· σέβω τὸν πρῶτον θεὸν ἢ τὸν Δία ἢ Ζῆνα, καὶ εἰ φάσκοι τις· τιμῶ καὶ ἀποδέχομαι τὸν ἥλιον ἢ τὸν Ἀπόλλωνα καὶ τὴν σελήνην ἢ τὴν Ἄρτεμιν καὶ τὸ ἐν τῇ γῇ πνεῦμα ἢ τὴν Δήμητραν καὶ ὅσα ἄλλα φασὶν οἱ Ἑλλήνων σοφοί. πρὸς οὓς λεκτέον ὅτι ἔστι τις καὶ περὶ ὀνομάτων πραγματεία βαθυτάτη καὶ ἀνακεχωρηκυῖα, ἥντινα ὁ συνιεὶς ὄψεται ὅτι, εἴπερ ἦν θέσει τὰ ὀνόματα, οὐχ ὑπήκουσαν ἂν οἱ καλούμενοι δαίμονες ἢ ἄλλαι τινὲς ἡμῖν ἀόρατοι δυνάμεις τοῖς ἐκείνους μὲν νοοῦσιν ὀνομάζουσι δὲ ὡς τεθέντα τὰ ὀνόματα· νυνὶ δὲ φθόγγοι τινὲς καὶ συλλαβαὶ καὶ μετὰ προσπνεύσεως ἢ ψιλότητος ἢ ἐκτάσεως ἢ συστολῆς ὀνομασίαι ἀπαγγελλόμεναι ἄγουσι τάχα τινὶ φύσει ἀθεωρήτῳ ἡμῖν τοὺς καλουμένους. εἰ δὲ τοῦθ᾿ οὕτως ἔχει καὶ μὴ ἔστι θέσει τὰ ὀνόματα, οὐδενὶ ὀνόματι κλητέον τὸν πρῶτον θεὸν ἢ οἷς ὁ θεράπων καὶ οἱ προφῆται καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὀνομάζουσιν αὐτὸν, οἷον Σαβαὼθ, Ἀδωναῒ, Σαδδαῒ, καὶ πάλιν θεὸς Ἀβραὰμ, θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ· „τοῦτο“ γάρ φησιν „ἐστὶν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεαῖς γενεῶν.“ οὐ θαυμαστὸν δὲ, εἰ τὰ δαιμόνια τὰς ἰδίας ὀνομασίας ἀναφέρει ἐπὶ τὸν πρῶτον θεὸν, ἵν᾿ ὡς ὁ πρῶτος προσκυνηθῇ θεός. ὅπερ τῷ καθ᾿ ἡμᾶς θεράποντι καὶ τοῖς προφήταις καὶ τῷ πληρώματι νόμου Χριστῷ καὶ τοῖς ἀποστόλοις αὐτοῦ οὐκ ἔστι πάτριον. καὶ ταῦτα ἀναγκαίως, ἵνα μή τις ἡμᾶς κατασοφίσηται ἢ κἂν ἐπὶ ποσὸν μολύνῃ τὸν λογισμὸν ἡμῶν, παρεθέμεθα· οἷς ἐπιμελῶς προσεκτέον μηδένα τόπον διδοῦσι παρεγχειρήσεως τοῖς ἐναντίοις.
Ἔτι δὲ καὶ φιλοζωεῖ ἄνθρωπος πεῖσμα λαβὼν περὶ οὐσίας λογικῆς ψυχῆς ὡς ἐχούσης τι συγγενὲς θεῷ. νοερὰ γὰρ ἑκάτερα