Exhortatio ad martyrium

Origen

Origenes. Origenes Werke, Vol 1, Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Φησί που ὁ Παῦλος πρὸς τοὺς ἐν ἀρχῇ ὑπομείναντας παρακαλῶν αὐτοὺς ἀκολούθως τῇ προτέρᾳ ὑπομονῇ φέρειν κινδύνους δευτέρους τοὺς διὰ τὸν λόγον· „ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ὅτι κρείττονα ἔχετε ὕπαρξιν καὶ μένουσαν. μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν.“ „πολλὴν“ τοιγαροῦν καὶ ἡμεῖς νῦν „ἄθλησιν“ ὑπομείνωμεν „παθημάτων“ „ὀνειδισμοῖς καὶ θλίψεσι“ καὶ „θεατριζόμενοι“ καὶ „μετὰ χαρᾶς“ παραδεχόμενοι „τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων“ ἡμῶν· πειθόμεθα γὰρ „κρείττονα“ ἔχειν „ὕπαρξιν“ οὐ γηΐνην ἀλλ᾿ οὐδὲ σωματικὴν ἀλλά τινα ἀόρατον καὶ ἀσώματον. σκοποῦμεν γὰρ οὐ „τὰ βλεπόμενα“, ὁρῶντες ταῦτα μὲν „πρόσκαιρα“ ἐκεῖνα δὲ „αἰώνια“.

Ἐπεὶ δέ τινες μὴ θεωροῦντες τὸν περὶ τῶν δαιμόνων λόγον, καὶ ὡς ὑπὲρ τοῦ παραμένειν ἐν τῷ παχεῖ τούτῳ καὶ περιγείῳ ἀέρι δεόμενοι τροφῆς τῆς διὰ τῶν ἀναθυμιάσεων ἐπιτηροῦσιν ὅπῃ κνίσσα ἀεὶ καὶ αἵματα καὶ λιβανωτοὶ, ἐξευτελίζουσιν ὡς ἀδιάφορον τὸ θύειν, εἴποιμεν ἂν καὶ πρὸς ταῦτα ὅτι, εἴπερ οἱ τροφὰς λῃσταῖς καὶ φονεῦσι καὶ βαρβάροις ἐχθροῖς τοῦ μεγάλου βασιλέως παρέχοντες ὡς τὸ κοινὸν ἀδικήσαντες καὶ κολάζονται, πόσῳ πλέον οἱ τοῖς τῆς κακίας ὑπηρέταις διὰ τοῦ θύειν διδόντες τροφὰς παρακατεχούσας αὐτοὺς ἐν τῷ περιγείῳ τόπῳ δικαιότατα ἂν ἐγκαλοῖντο, καὶ μάλιστα εἰ μαθόντες τό· „ὁ θύων θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, πλὴν κυρίῳ μόνῳ“, θύοιεν τοῖς τῶν ἐπὶ γῆς κακῶν αἰτίοις. καὶ οἶμαί γε ἐπὶ τοῖς ἁμαρτανομένοις ὑπὸ τῶν δαιμόνων ἐνεργούντων κατὰ τῶν ἀνθρώπων οὐκ ἔλαττον ἐγκληθήσεσθαι τῶν ἐνεργησάντων δαιμόνων τὰ χείρονα, διὰ τοῦ θύειν θρέψαντες αὐτούς· οἱονεὶ γὰρ κοινῇ τὰ κακὰ πεποιήκασι τοῖς ἀνθρώποις οἵ τε δαίμονες καὶ οἱ κατασχόντες

v.1.p.42
αὐτοὺς ἐπὶ γῆς, μὴ ἂν δυνηθέντας διαρκέσαι χωρὶς τῶν ἀναθυμιάσεων καὶ τῶν νομιζομένων εἶναι καταλλήλων τροφῶν τοῖς σώμασιν αὐτῶν.