Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Βηθανία ἑρμηνεύεται x003E;Οἶκος ὑπακοῆς<, Ἱερουσαλὴμ . γειτνιᾷ τοίνυν ἐν μέσῳ σταδίων ιε΄, ὅσοι καὶ τοῦ ναοῦ ἀναβαθμοί. διαιρεῖται δὲ ὁ ιε΄ ἀριθμὸς εἰς τὸν ζ΄ τοῦ σαββάτου καὶ τὸν η΄ τῆς περιτομῆς, οἷς μόνοις μερίδα διδόναι ὁ Ἐκκλησιαστὴς παραινεῖ· »Δὸς μερίδα, λέγων, τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ( εἴπερ δὲ σύμβολόν ἐστι Μαρία μὲν τοῦ θεωρητικοῦ βίου, Μάρθα δὲ τοῦ πρακτικοῦ, Λάζαρος δὲ τοῦ μετὰ τὴν πίστιν ἐν ἁμαρτίαις γενομένου, εἰκότως Μαρία καὶ Μάρθα πενθοῦσι τὸν Λάζαρον, καὶ πενθοῦσαι δέονται τῆς περὶ τοῦ ἀδελφοῦ παραμυθίας, ἣν βούλονται μὲν προσάγειν αὐταῖς Ἰουδαῖοι. πρὸ τοῦ πληρώματος τοῦ χρόνου λόγοι, [*](3 Vgl. Mark, 5, 3 ff. — 6 Vgl. Mark, 5, 15. — 7 Vgl. Matth. 27, 59f. — 9 Vgl. Ps. 87, 6. — 10 Vgl. Eph. 5, 26. — 11 Vgl. Matth. 28, 19. — 19 S. ο. S. 149, 25. — Vgl. Lagarde, Onom. S. p. 169, 66 u. ö. Philo, de somn. II, 38. Clem. ΑΙ., Strom. I, 5, 29. Orig. hom. in Jer. IX, 2. XX, 2. — 23 Pred. Sal. 11, 2. — 27 Vgl. Joh. 11, 19.) [*](LXXIX. I ℵ] 3 τόπων R1.) [*](LXXX. I ℵ] 20 εἰρήνης] εἴρηται, corr. Pr | 22 weil am 8. Tage die Beschneidung stattfand.)

548
ἀπογινώσκουσι δὲ τοῦ δύνασθαι παῦσαι τοῦ ἐπὶ τῷ νεκρῶ̣ τὴν ἀδελφὴν τοῦ τεθνεῶτος. δοκεῖ δὲ ἡ Μάρθα νῦν σπουδαιοτέρα εἶναι τῆς Μαρίας, εἴ γε Μάρθα μὲν ἔδραμε πρὸς τὸν Ἰησοῦν, Μαρία δὲ οἴκοι ἔμενε καθεζομένη. εἰσὶ δέ τινες, ὡς ἑκατόνταρχος, μὴ ὄντες ἱκανοὶ τὸν Ἰησοῦν ὑποδέξασθαι, ἕτεροι δὲ ἄξιοι, ὡς ὁ ἀρχισυνάγωγος· ὅθεν Μάρθα ὡς ὑποδεεστέρα ἔδραμε πρὸς τὸν Ἰησοῦν, ἡ δὲ Μαρία ἀναμένει οἴκοι αὐτὸν ὑποδέξασθαι, ὡς χωρητικὴ τῆς αὐτοῦ ἐπιδημίας. καὶ οὐκ ἂν ἐξῆλθε τοῦ ἑαυτῆς οἴκου, εἰ μὴ ἤκουσε τῆς ἀδελφῆς λεγούσης· »Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε«. καὶ ἐγερθεῖσα οὐχ ἁπλῶς ἠγέρθη ἀλλὰ ταχύ. καὶ πεσοῦσα πρὸς τοὺς πόδας τοῦ Ἰησοῦ εἶπεν ἃ εἶπεν, ἐκείνης μὴ προσπεσούσης.

Οὐκ ἀγνοῶν ὁ σωτὴρ πότερον πιστεύει ἡ Μάρθα τοῖς λεγομένοις ἢ μή πυνθάνεται λέγων· »Πιστεύεις τοῦτο;‘ ἀλλ᾿ ὑπὲρ τοῦ ἡμᾶς ἢ καὶ τοὺς τότε παρόντας μαθεῖν ἐκ τῆς ἀποκρίσεως αὐτῆς τὴν αὐτῆς διάθεσιν. ἄλλος δέ τις φήσει ὅτι οὐδὲ πυνθάνεται, ἀλλ ἀποφαίνεται τὸ »Πιστεύεις τοῦτο;‘ εἶτα πληροῦσα ἡ Μάρθα τὴν ἀπόφασιν τοῦ σωτῆρος λέγει· Ναὶ κύριε((· καὶ οἷον οὐ μόνον τοῦτο ὃ σὺ λέγεις πιστεύω, τὸ δὲ σὲ εἶναι τὸν χριστὸν οὐ μόνον ἄρτι πιστεύω ἀλλὰ καὶ πεπίστευκα. καὶ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος, καὶ ἐπισημῶν πᾶσι τοῖς πιστεύουσιν εἰς σέ.

Ζητήσαι δ’ ἄν τις διὰ τί λέγει· »Εἰ ἦς ὧδε« ἐξετάζων τὰ τῆς [*](4 Vgl. Matfch. S, S. — 5 Vgl. Mark. 5, 22 f. — 6 Vgl. Job. 11, 20. — 9 Joh. 11, 28f. — 10 Vgl. Joh. 11, 29. — 15 Joh. 11, 26. — 19 Joh. 11, 27. — 25 Joh. 11, 32.) [*](LXXX. I ℵ] 3 εἶναι] ἦν ℵ | 5 ὄντες] + δὲ RV | 9 φωνὴ RV.) [*](LXXXI. I ℵ] 14 σωτὴρ] π(ατ)ὴρ R | 16 αὐτῆς < RV | 21 πεπίστευκα] + ὅτι σὺ εἰ ὁ χριστὸς S.) [*](ΙΙ ABBREV (Cord. p. 286)] (14 οὐκ — 17 διάθεσιν αὐτῆς) 16 τότε < ΑΒΒREV | + αὐτῆς ABBREV Cord.) [*](LXXXII. I ℵ]) [*](II P (Cord. p. 287)] 25 ζητήσει Cord | λέγει] λέγοι Cord, εἶπεν Ρ | εἰ ἦς <)

549
ἀναγωγῆς, εἰ ἔστιν ὅπου οὔκ ἐστιν ὁ Ἰησοῦς; ὥσπερ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστὶν ἐν μέσῳ αὐτῶν· ἄλλων δὲ μέσος ἕστηκεν τῶν μὴ γινωσκόντων αὐτόν· οὕτως παρῆν τῇ Μαρίᾳ καὶ τῇ Μάρθᾳ. οὐχ οὕτω γὰρ προκεκόφεισαν ὡς γινώσκειν αὐτὸν παρόντα.

Τὸ δὲ »Ποῦ τεθείκατε αὐτόν;« μὴ θαυμάσῃς εἰ ὥσπερ ὑπὸ ἀγνοοῦντος λέγεται. ἀγνοεῖν γὰρ οὐ μόνον τὸν σωτῆρα ἀλλὰ καὶ τὸν πατέρα φησὶν ἡ γραφὴ κατὰ σημαινόμενον κατὰ τὸ »Εἴ τις ἐν »ὑμῖν πνευματικὸς ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ θεοῦ ἐστίν· »εἰ δέ τις ἀγνοεῖ ἀγνοεῖται«. ἐρωτᾷ· Μοῦ τεθείκατε αὐτόν;« ὥς γε τοῖς μαθηταῖς ἐντέλλεται ἀφιέναι τοὺς νεκρούς. δακρύει δὲ ὁ Ἰησοῦς, ἐάν τις αὐτοῦ τῶν φίλων ἐν μνημείῳ γένηται.

Μακρὰν μὲν τυγχάνων τοῦ μνημείου ἐνεβριμήσατο τῷ πνεύματι. ὅτε δὲ ἐγγὺς γίνεται τῷ νεκρῷ, οὐκέτι ἐμβριμᾶται τῷ πνεύματι, ἀλλὰ συνέχει ἐν ἑαυτῷ τὴν ἐμβρίμησιν. διὸ λέγεται· »Ἐμβριμώμενος ἐν »ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον( πάλιν δὲ ἐπιτιμᾷ τῷ πάθει, ἵνα μάθωμεν ὅτι ἄνθρωπος γέγονεν ἀτρέπτως ὡς ἡμεῖς. »Ἠν δὲ σπή- λαιον καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτοῦ«. ἐτέθη γὰρ οὐκ ἐν οἰκοδο- [*](2 Matth. 18, 20. — 3 Vgl. Joh. 1, 26. — 10 Ι Kor. 14, 37f. — 12 Joh. 11, 34. - 13 Vgl. Joh. 11, 35. — Vgl. Matth. 8, 22. — 17 Vgl. Joh, 11, 33. — 19 Joh. 11, 38. — 22 Vgl. Luk. 23, 53.) [*](LXXXll. I ℵ]) [*](II Π Cord] 1 ἔστιν] + τι Cord | ὥσπερ] + οὖν Cord.) [*](LXXXIII. I ℵ] 9 λέγετε RV | 10 οἱ γραφοὶ S, < RV; corr.) [*](LXXXIV. I ℵ] 18 οὐκέτι — ἀλλὰ < ℵ, cf. II | 19 συγχέει R (V weil durch Wasser ädigt) | 20 πάλιν — 21 ἡμεῖς < ℵ | 22 ἐτέθη γὰρ <) [*](ΙΙ 3 (Cord. p. 290. Cramer p. 318)] (17 μακρὰν — 20 μνημεῖον Μ Cr; μακρὰν μνημεῖον und 22 οὐκ ἐν — 550, 3 χρήσιμον Ρ Cord | 17 ὑπάρχων 3 Cord Cr | 18 τῶν νεκρῶν 3 | 22 οἰκοδομῆ Ρ.)

550
μητῷ τινι μνημείῳ ἀλλ’ ἐν λαξευτῷ. καὶ τάχα διὰ τοῦτο οὐαὶ τοῖς οἰκοδομοῦσι τάφους ἢ μνημεῖα. οἰκοδομεῖσθαι γὰρ δεῖ οἰκίας, καὶ ναόν, καὶ εἴ τι τοῖς ζῶσίν ἐστι χρήσιμον. εἶτά φησιν· »Ἄρατε τὸν λίθον«· ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἠν, οὐχ ἥψατο αὐτὸς τοῦ λίθου, ἀλλ᾿ ἑτέροις ἐπέτρεψεν ἀραι τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον. τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος ἐν τῇ Γενέσει καὶ ἐμποδίζοντος τὰ πρόβατα τοῦ πίνειν, ἀφ’ ὧν ἔμελλε γενέσθαι τὰ ἐπί σημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἔδει ἐπιλαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτόν. καὶ ἔδει γε ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ἰακώβ, ἔξω δὲ τοῦ σπηλαίου στῆναι τὸν ἰησοῦν.

Οὐκ, εἴ τις προφητεύει, προφήτης· ἀλλ᾿ εἴ τις προφήτης, οὑτος προφητεύει. Βαλαὰμ γὰρ μάντις ὢν προφητεύει. οὐ γάρ, εἵ τις ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρός· ἢ καὶ οἰκοδομικόν τι ποιήσας ἤδη καὶ οἰκοδόμος. καί τινες μὲν βούλονται μὴ ἀπὸ τοῦ ἁγίου πνεύματος ματος τὸν καινάφαν εἰρηκέναι διὰ τὸ λέγειν τὸν Δαυεὶδ ἁμαρτήσαντα· Καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ‘ , καὶ μὴ κατοικεῖν αὐτὸ ἐν σώματι κατάχρεῳ ἀμαρτίᾳ, ἀλλ’ ὑπὸ ἐνεργείας πονηρῶν πνευμάτων. δύνασθαι γάρ φασιν ἔστιν ὅτε προλέγειν τοὺς δαί- [*](2 Vgl. Luk. 11, 47. — 3 Vgl. ο. XXVIII, 2 ο. S. 390, 21. — Joh. 11, 39. — 6 Vgl. Gen. 29, 10. — 7 Vgl. Gen. 30, 42. — 14 Vgl. XXVIII, 13 ο. S. 404, 20. — 15 Vgl. Jos. 13, 22. — 19 Ps. 50, 13. — Vgl. Weish. Sal. 1, 4.) [*](LXXXIV. I ℵ] 1 μνημείῳ < ℵ | 5 ἀλλ᾿ ἐν ἑτέροις S | ἐπέτρεπεν ℵ | 6 γενε RV.) [*](ΙΙ ΑΒΒREV Cord. Cr] 1 μνημείω < Ρ | λαξευτῷ] + ἐν πέτρα Ρ LXXXV. Ι ℵ] 16 τι1 < ℵ | ἢ — 17 οἰκοδόμος <) [*](ΙΙ 3 (Cord. p. 298. Gramer p. 322)] (14 οὐκ — 17 οἰκοδομικὸς] 14 προφήτης1] προφητείας Ρ | οὗτος < 3 Cord Cr | 17 οἰκοδομικός Μ Cord, cf.) [*](III BCD] 14 οὐκ — 15 προφητεύει] χρὴ δὲ εἰδέναι ὡς, εἰ τις μὲν προφήτης ἐστί, πάντως προφητεύει· οὐ μὴν εἴ τις προφητεύει πάντως ἐστὶ προφήτης. ὁ γοῦν Καιάφας προεφήτευσεν, ἀλλ’ οὐκ ἦν προφήτης BCD | 15 καὶ ὁ Βαλαὰμ δὲ BCD | 16 καὶ1 < BCD | 17 καὶ2 — 551, 6 νοῦν] ὥσπερ καὶ ἐπὶ τῶν κρειττόνων, εἰ μέν ἐστι δικαιος, τὸ δίκαιον διώκει διώκειν Β]· οὐ μὴν εἴ τις τὸ δίκαιον διώκει, δὀλαιός ἐστιν, εἴπερ μὴ μάτην εἴρηται τὸ Δικαίως τὸ δίκαιον διώξεις. καὶ γὰρ οἱ ποιοῦντες τὸ καλὸν πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων δίκαιον μὲν τι μέντοι Β] πεποιήκασιν, οὐ μὴν ἀπὸ ἕξεως δόξης D] δικαιοσύνης ἀλλ᾿ ἀπὸ κενοδοξίας BCD.)

551
μονας ὡς ἐπὶ Παύλου τὸ πνεῦμα τοῦ πύθωνος, καὶ ἐπὶ τοῦ σωτῆρος τὸ »Ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;« μανθάνομεν δὲ ὅτι οὐ πάντα λέγουσιν ἀφ᾿ ἑαυτῶν οἱ ἄνθρωποι, ἀλλά τινα καὶ ἐνεργούμενοι ἢ ὑπὸ κρείττονός τινος δυνάμεως ἢ ὑπὸ χείρονος. πλὴν ὥσπερ τινὲς τῶν ἑτεροδόξων τὸν νοῦν τῆς γραφῆς ᾶρελδἐχπμται, οὕτως οἱ Φαρισαῖοι τὸ ὑπὸ Καιάφα ῥηθὲν πρὸς τὸν ἐαυτῶν ἐκλαμβάνουσι νοῦν.

Καὶ βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς ἀπὸ τοῦ ἀλογώτερον καὶ θερμότερον ἐπιπηδᾶν τοῖς κινδύνοις μηδ᾿ ἂν ὑπὲρ τῆς ἀληθείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύεσθαι, διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγήν ῥητέον ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει διὰ τῶν προφητῶν, νῦν νῦν οὐκέτι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς λόγος θεοῦ, ἀλλ ἀπῆλθεν ἀπ᾿ αὐτῶν εἰς τὴν ἔρημον, περὶ ἡς λέγεται ὄτι] »πολλὰ πολλὰ τὰ »τέκνα τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα«· ἐγγὺς Ἐφραίμ, ἥτις ἑρμηνεύεται · αδελφὸς ὢν Μανασσῆ πρεσβυτέρου τοῦ ἀπὸ λήθης< μετὰ γὰρ τὸν >ἀπὸ λήθης< λαὸν ἐθνῶν >καρποφορία<. κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν· πάρεστι τῇ >καρποφορίᾳ<. καὶ ἐπὶ τῇ γενέσει μὲν τοῦ Ἐφραὶμ εἴποι ἂν ὁ αὐτὸν σιτομέτρης ἡμῶν κύριος, ὁ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου· »Ηὔξησέ με ὁ θεὸς ἐν γῇ τῆς τα- »πεινώσεώς μου«.

Ὁ ἑπόμενος αὐτῷ τῷ ἕπεσθαι αὐτῶ̣ διακονεῖ αὐτῶ̣. ὁ δὲ διακονῶν αὐτῶ διάκονος αὐτοῦ ἐστι· καὶ διὰ τοῦτο ὅπου ὅπου ὁ λόγος, [*](1 Vgl. Act. 16, 16f. — 2 Luk. 4, 34. — 9 Vgl. XXVIII, 23 ο. S. 417, 27. — 15 Jes. .54, 1. — 17 Vgl. zu S. 420, 16 f. — 20 Vgl. Gen. 47, 12. — 21 Vgl. Phil. 2, 8. — 22 Gen. 41, 52.) [*](LXXXV. I ℵ] 6 ἑαυτόν V.) [*](LXXXVI. I ℵ] 13 Ἰησοῦς — 15 ὅτι < ℵ | 20 καρποφορᾶ ℵ | ἐπὶ] ἐν) [*](ΙΙ 3 (Cord. p. 299. Cramer p. 223)] 9 βουλομένου τ. λόγου] Λ·αὶ βουλόμενος Μ, θέλει μὲν Cord | 11 ἀλλὰ] + καὶ Ρ | 18 γεγένηται Μ | 19 nach καρποφοφία + Ρ das Lemma: τοῦ αὐτοῦ | κἀκεῖ — μαθητῶν] ἀπῆλθεν ἐκεῖθεν εἰς Εφραΐμ Cord, < Μ | κἀκεῖ — Ende < Cr | παρέστη Μ | 20 μὲν < 3 Cord | 22 ηὔξησε — 23 μου < 2 LXXXVll. Ι ℵ])

552
καὶ αὐτὸς ἔστιν. οὐ σωματικῶς δὲ καὶ τοπικῶς τὴν ἀπαγγελίαν νοητέον. εἰ δὲ ὡς ἐν σωματικοῖς τόποις ἔστι τις τόπος τοῦ αἰθέρος ἐν τοῖς καθαρωτάτοις καὶ λεπτότητι φωτὸς διαυγεστέροις, οὐκ ἂν ἁμάρτοι τις τῶν ἐν σώματι τοὺς διαφέροντας ἀπολαμβάνοντας κατὰ τὴν ἀξίαν ἐν τῇ ἀναστάσει σῶμα δόξης ὑπερεχούσης καὶ διαφερούσης ἐν ἐκείνοις γίνεσθαι τοῖς χωρίοις ὡς ἐπιτηδειοτάτοις πρὸς τὴν σχολὴν τῶν θεωρημάτων τοῦ θεοῦ λόγου. καἰ τῇ μὲν ἐπινοίᾳ ἕτερόν ἐστι τὸ ὅπου ἔστιν ὁ θεὸς λόγος ἐκεῖ εἶναι τὸν διάκονον αὐτοῦ, τῷ δὲ πράγματι ταὐτόν ἐστι τῷ τιμᾶσθαι αὐτὸν ὑπὸ τοῦ πατρός. τῇ γὰρ τιμῇ τῇ ἀπὸ τοῦ πατρὸς τὸ τιμώμενον γίνεται ὅπου ὁ θεὸς λόγος.

Πᾶσαι αἱ τοῦ Σατανᾶ δυνάμεις ἅμα τοῦ αὐτῆς ἡγεμόνος μόνος κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους ἐπεστράτευσε τῷ σωτῆρι· ἃς ὁρῶσα ἡ τοῦ σωτῆρος ψυχὴ ἀνθρωπίνως ἐταράττετο, οὐ τὸν θάνατον δειλιῶσα, εἰ καὶ τοῦτο ἀνθρώπινον, ἀλλὰ τὸ μὴ ἡττηθῆναι. ἐνεδίδου γὰρ αὐτῇ ὁ χρωτὸς καὶ πάσχειν ἔσθ᾿ ὅτε τὰ ἴδια, καὶ ἐπείπερ ἔμελλε τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου γίνεσθαι, δαὶ τοῦτο περὶ τούτων ἐλυπεῖτο αὐτοῦ ἡ ψυχὴ καὶ ἐταράττετο, οὐχ ὡς ἄν τις νομίσειεν ὑπὸ τῆς ταραχῆς κατακρατούμενος ἀλλ’ ἀκαριαίως· τοῦτο γὰρ σημαίνει τὸ νῦν· ἅμα γὰρ τῷ ἄρξασθαι καὶ ἐπαύσατο, καὶ ὡς ἔπος εἰπεῖν σημεῖον ἠν χρόνου. ὅρα δὲ μήποτε καὶ αὐτὸς πρὸς τὰς στρατευομένας κατ᾿ αὐτοῦ· δυνάμεις πονηρὰς ἀγῶνα εὔχεται γενέσθαι οὐκ ἐν παρατάσει χρόνου ἀλλ᾿ ἐν τῷ νῦν, ὃ τῇ Ἰησοῦ ψυχῇ ἤρκει πρὸς τὸ νικηθῆναι πᾶσαν τὴν δύναμιν τοῦ πονηροῦ.

Τὸ ἐν τῷ σταυρῷ πάθημα αὐτοῦ κρίσις ἦν τοῦ κόσμου τούτου παντός, ἐπείπερ »εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ [*](18 Vgl. Hebr. 5, 9. — 30 Kol. 1, 20.) [*](LXXXVII. Ι ℵ] τις] + λέγων We | 5 δόξη RV | τοῖς <IR | ἐστι] + II Ρ] (7 τῇ μὲν — 11 λόγος) S τῷ δὲ — 9 ἐστι hinter 9 πατρὸς Ρ | 9 τῷ] παρὰ τὸ Ρ, cf. Ι.) [*](LXXXVIII. Ι ℵ] 14 πᾶσα ἡ δύναμις ℵ, corr. We | 19 τοῖς] + παρὰ RV | 22 τῷ] τὸ RV | 23 αὐτὸς] αὐτὸν RV | 25 ὃ τῇ We] ἥτις ℵ.) [*](LXXXIX. Ι ℵ]) [*](II ABBREV (Cord. p. 317)] 29 τούτου <)

553
»εἴτε τὰ ἐπὶ γῆς εἴτε τὰ ἐν εὐρανοῖς«, μετὰ θριαβεύσεως ἐν τῷ ξύλῳ, ἃς ἀπεξεδύσατο ἀρχὰς καὶ ἐξουσίας, ἐκάθισεν ἐν τοῖς ἐπουρανίοις, ἀποκαθιστὰς πάντα ἐπὶ τὸ ἑκάστῳ ἁρμόζον καὶ πρέπον τέλος. ἐπεὶ οὖν τὸ συνέχον τὴν περὶ ἑκάστου τῶν ὄντων κρίσιν ἡ ἐν τῷ σταυρῷ οἰκονομία ἠν, διὰ τοῦτο, ἐγγίσαντος τοῦ κατὰ τὸ ἐν αὐτῷ πάθος καιροῦ, εἶπεν τὸ Νῦν ἡ κρίσις ἐστὶ τοῦ κόσμου τούτου«.

Ἐπεὶ τὸ τοῦ σωτῆρος ἡμῶν πάθος ἐπὶ καθαρισμῷ τῶν προεγνωσμένων εγωνσμένων ἐγίνετο ἐν οἷς ὁ κόσμος κρίνεσθαι ἔμελλε, διὰ τοῦτο λέλεκται τὸ »Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου«, ὡσανεὶ ὡσανεὶ ἔλεγεν· καιρὸς ἀναδείξεως τῶν κρινούντων τὸν κόσμον· ἢ ἐπεὶ τῷ καιρῷ τοῦ σωτηρίου πάθους ἔμελλεν ὁ τύραννος καθαιρεθήσεσθαι, λέλεκται τὸ Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται« ἢ τάχα κατὰ τὸ ἐξώτερον σκοτος.

Ἀγνοιαν δὲ αὐτῷ ἐλέγχουσι τὴν περὶ τοὺς προφήτας καὶ τὴν οὐκ ἀκριβῆ γνῶσιν τῶν γεγραμμένων ὑποδεικνύουσιν. τὸ μὲν γὰρ εἰς τὸν αἰῶνα μένειν τὸν χριστὸν ἀπὸ τῶν τοιούτων εἰλήθασι φωνῶν· τὸ δὲ τοῦ θανάτου μυστήριον μεταξὺ γινόμενον καὶ τὴν πρὸς ὀλίγον διάλυσιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος οὐ συνίεσαν οὐδὲ ἐξηκρίβουν. τὴν δὲ αἰτίαν αὐτοὺς ἔδει εἰδέναι ὅτι δύο προφητευομένων Χριστοῦ ἐπιδημιῶν, τὴν μὲν ἐνδοξοτέραν καὶ ἐπὶ συντελείᾳ ἐσομένην τοῦ αἰῶνος ὁ ὄχλος τῶν Ἰουδαίων ἤλπιζε, τὴν δὲ πρὸ αὐτῆς οὐ πάνυ τι συνίει. διὸ καταλείπεται ὁ οἶκος αὐτῶν.

Ἐπείπερ ὡς παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, οὕτως ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ· εἵ τίς τε] λαβὼν τὴν μνᾶν δεσμεύσει αὐτὴν ἐν σουδαρίῳ, ἀκούσεται [*](1 Vgl. Κοί. 2, 15. — 2 Vgl. Epli. 2, 6. — 6 Joh. 12, 31. — 11 Joh. 12, 31. — 18 Vgl. Joh. 12, 34. — 24 Vgl. Luk. 13, 35. — 27 Vgl. Matth. 13, 12. — 29 Vgl. Luk. 19, 20.) [*](LXXXIX. I ℵ]) [*](ΙΙ ABBREV (Cord. p. 317)] 1 ἐπὶ] + τῆς Μ | ἐν] + τοῖς Μ | 2 ἐπεξεδύσατο Μ | ἐπουρανίοις] ἐπ ü. d. Ζ. Μ | 3 τὸ] τῶ Μ, τώ Ρ1 | τὸ P2 | 5 ἐγγίζοντος Cord | τὸ] τοῦ Ρ 6 πάθοϋς Μ, πάθους Ρ.) [*](XC. Ι ℵ] 9 ἐπεὶ] ἐπὶ Ρ | 12 ἐπεὶ] ἐπὶ R | 10 δὲ < R | αὐτῶν V.) [*](XCI. Ι ℵ] 29 τε] str. We.)

554
τὸ »Ἔτι μικρὸν τὸ φῶς ἐν ὑμῖν ἐστιν«· ὅσον γὰρ οὐδέπω λέξεται τὸ »Ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν«, ἐπείπερ »ὁ ἐν ὀλίγῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστι«. καὶ οὕτω δ᾿ ἄν τις τὰ κατὰ τὸν τόπον διηγήσαιτο· ὥσπερ ἡ βασιλεία τοῦ θεοῦ παρὰ Ἰουδαίοις ἦν, οὕτω καὶ τὸ φῶς ἐν αὐτοῖς ἐτύγχανε· καὶ ὥσπερ διὰ τὸ μὴ ἀποδεδωκέναι αὐτοὺς τοὺς ἐπιβάλλοντας τῇ βασιλείᾳ τοῦ θεοῦ καρποὺς ἤκουσαν τὸ »Ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, ουτως ἐπείπερ οντος του φωτὸς ἐν αὐτοῖς οὐ περιεπάτησαν ὡς μὴ σκοτίαν αὐτοὺς λαβεῖν, διὰ τοῦτο μετὰ τὸν μικρὸν χρόνον τὸ ἐν αὐτοῖς φῶς ἀπ’ αὐτῶν ἀφηρέθη καὶ ἐδόθη τῷ ποιοῦντι τοὺς καρποὺς τοῦ φωτὸς ἔθνει γενομένῳ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ χρηματίζοντι φῶς τοῦ κόσμου, καὶ τοῦτο εἰληφότι ἀπὸ τοῦ φήσαντος· »Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου«.

Ὀτι γὰρ αὐτεξουσίους ἡμᾶς οἶδεν ἡ θεία γραφή, ψέγουσα μὲν ὡς παρ᾿ ἐαυτοὺς ψεκτοὺς τοὺρ ἁμαρτάνοντας, ἐπαινοῦσα δὲ ὡς παρά τὴν ἑαυτῶν αἰτίαν ἐπαινετοὺς τοὺς τηροῦντας τὴν θείαν ἐντολήν, ἄκουσον τί φησιν έν τῷ Δευτερονομίῳ· »Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ θεός σου αἰτεῖ παρά σου ἀλλ᾿ ἢ φοβεῖσθαι Κύριον τὸν θεόν σου, »πορεύεσθαι έν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λα- »τρεύειν Κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, φυλάσσεσθαι τὰς ἐντολὰς τοῦ κυρίου καὶ τὰ δικαιώματα »αὐτοῦ, ὅσα ἐγώ σοι ἐντέλλομαι σήμερον, ἕνα εὖ ἦ σοί;‘ ἐν δὲ τῷ Μιχαίᾳ· »Εἰ ἀναγγέλῃ σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρά σου ἀλλ’ ἢ τὸ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον »εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ θεοῦ σου;‘]] ὅσον οὖν ἐπὶ τούτοις δυνατόν ἐστιν ἔκαστον ἡμῶν γενέσθαι δίκαιον ἢ ἄδικον. νοήσεις οὖν τὸ »Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν »αὐτῶν τὰς καρδίας« ἀναφέρεσθαι ἐπὶ τὸν πονηρόν, καθὰ προείρη- [*](1 Joh. 12, 35, — 2 Luk. 19, 24. — 3 Vgl. Luk. 16, 10. — 7 Matth. 21, 43. — 9 Vgl. Joh. 12, 35, — 13 Joh. 8, 12. — 19 Deut. 10, 12f. (= ΑF). — 25 Mich. 6, 8. — 29 Joh. 12, 40.) [*](XCI. I ℵ] 11 τοὺς καρποὺς τὰ ἔθνη τ. φ. RV, corr. Pr | τοὺς καρποὺς τοῦ φωτὸς <) [*](XCII. Ι ℵ] 16 ὅτι γὰρ < ℵ | ψέγουσα] λέγουσα ℵ, cf. II | 18 ἄκουσον — θεοῦ σου < ℵ | 28 ἐστιν < RV | 30 αὐτῶν < ℵ | καθὰ — 556, 5 ΙΙ 3 (Cord. p. 322)] 16 ἡ γραφὴ ἡ θεία Μ 1 17 αὐτοὺς 3 Cord | ψεκτῶς Ρ | 20 σου1 < Ρ | σου3] + καὶ Ρ | 24 ἐντέλλομαί σοι Ρ | 25 Μιχαίᾳ] + τὸ Ρ | 26 τοῦ Cord | κρίμα < Ρ | καὶ2] + τὸ Ρ | 29 οὖν] τοίνυν Cord | ἐπήρωσεν)

555
ται. τυφλώσαντά τινων τοὺς ὀφθαλμοὺς καὶ πηρώσαντα αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ ἵνα νὴ νοήσωσι τῇ καρδίᾳ, καὶ ἴνα μεταστραφῶσι καὶ ἰάσηται αὐτοὺς ὁ κύριος. οὐ γὰρ ὥσπερ εἴρηκεν· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,]] οὕτω γέγραπται καὶ τὸ »Ἵνα μὴ στραφῶσι καὶ ἰάσηται αὐτούς«. ἄλλος οὖν ὁ τυφλῶν τοὺς ὀφθαλμοὺς καὶ πωρῶν τὴν καρδίαν, καὶ ἄλλος ὁ τοὺς ἐπιστρέφοντας ἰώμενος καὶ τοὺς συντετριμμένους τὴν καρδίαν καὶ τοὺς τυφλούς. καὶ ὁ ἀπόστολος δὲ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ τοῦτό φησιν· »Εἰ δέ ἐστι »κεκαλυμμένον τὸ εὐαγγέλιον ἠμῶν, ἐν τοῖς ἐστὶν κεκαλυμμένον, ἐν »οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, »εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου τοῦ »χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ«.]] καὶ οὐ θαυμαστὸν εἰ ὑποβάλλοντες ἑαυτοὺς δι᾿ ἥμαρτον τῷ πονηρῷ τυφλοῦνται τοὺς ὀφθαλμοὺς ὑπ᾿ αὐτοῦ καὶ πωροῦνται κατὰ τὸ θέλημα αὐτοῦ τὴν ἑαυτῶν καρδίαν, πάντα ποιοῦντος ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ στραφῶσιν. ἀλλὰ καὶ εἰς τὸ Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν‘ τοιαῦτα λεκτέον, ὅτι ὥσπερ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ, ὃν ὕστερον ὁ σωτὴρ ἡμῶν ἰάσατο, εἴ τις ἔλεγεν ὅτι Οὐδὲ δύναται βλέπειν διὰ τὸ τυφλὸν εἶναι, οὐ τοῦτο ἔλεγεν, ὅτι οὐ δυνατὸν]] αὐτόν ποτε ἰδεῖν· δυνατὸν γὰρ ἦν, Ἰησοῦ τῷ ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τῶν τυφλῶν χαριζομένου τοῖς τυφλοῖς τὸ βλέπειν]], τοὺς τέως μὴ δυνηθέντας βλέπειν ὕστερον ἰδεῖν, οὕτω τούς ποτε μὴ δυναμένους πιστεύειν διὰ τὸ τετυφλῶσθαι αὐτῶν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πονηροῦ]] οὐκ ἀδύνατον ἦν πιστεῦσαι προσελθόντας τῷ Ἰησοῦ καὶ εἰπόντας· »Υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς« καὶ ἀξιώσαντας ἀναβλέψαι]]. περὶ [*](6 Vgl. Jes. 61, 1. — 9 ΙΙ Kor. 4, 3f. — 15 Vgl. Joh. 12, 40. — 17 Joh. 12, 39. — 18 Vgl. Joh. 9, 1. - 21 Vgl. Joh. 11, 37. — 26 Matth. 9, 27.) [*](XCII. I ℵ] 6 ἄλλος] ἕτερος ℵ | 7 καὶ2 — 13 θεοῦ < ℵ | 15 πωροῦνται] τὰς καρδίας ℵ | τὴν — 16 καρδίαν < ℵ | 16 ποιοῦντες RV | ὀφθαλμοῖς] V ist stark ört, dass die folgenden Zeilen nicbt mebr mit Sicherheit zu lesen sind ΙΙ 20 βλέπειν — δυνατόν < ℵ | 21 ποτε] αὐτὰ RV | τῶν - 22 βλέπειν < ℵ δυνηθέντας] δυνατὸν R | 24 διὰ—25 πονηροῦ < ℵ | 25 καὶ — 26 ἀναβλέψαι <) [*](ΙΙ ABBREV Cord. ] 1 πορώσαντα Ρ | 3 μεταστραφῶσι] μὴ στραφῶσι Μ | 4 εἴρηται Cord | 6 ἰάσωμαι Μ | 7 πηρῶν Μ | τὰς καρδίας Cord | ὁ ἰώμενος τοὺς ἐπιστρέφοντας 3 Cord | 10 τὸ εὐαγγέλιον — κεκαλυμμένον < Cord | 12 αὐγάσαι Cord τοῦ εὐαγγελίου τῆς δόζης Μ | 15 πηροῦνται, über η: ω Μ | τὴν ἑαυτοῦ καρδίαν < Cord | ἑαυτῶν We] ἑαυτσῦ 3 | 17 ἐδύναντο 3 | 18 ἐπὶ] ἀπὸ Ρ | ἀπὸ] ἐκ 3 | 19 ὃν < Ρ Cord | οὐ δύναται 2 Cord | 20 οὐ2] οὐδὲ Ρ | 21 ποτε] πειστέον Μ | τῷ τοῦ ἀνοίγοντος ABBREV Cord τοῦ τυφλοῦ Μ | 25 καὶ < M.)
556
δὲ τοῦ μὴ αὐταῖς λέξεσιν εἰρῆσθαι παρὰ τῷ προφήτῃ τὸ κείμενον ἐν τῷ εὐαγγελίῳ οὐ θαυμαστόν, πολλαχοῦ τοῦτο ποιησάντων τῶν διακονησαμένων τὰ τῆς καινῆς διαθήκης λόγια, ὡς καὶ ἐν ἄλλοις τετηρήκαμεν. πλὴν ἰσοδυναμεῖ τὰ τοῦ Ἡσαίου ῥητὰ τοῖς ἐγκειμένοις ἐν τῷ εὐαγγελίῳ.

Καὶ τοῦτο δὲ ἐν τῇ προκειμένῃ λέξει κατανοητέον, ὅτι δύο πράγματα λέγεται περὶ τοῦ σωτῆρος. πρότερον μὲν ὃ καὶ πρότερον γίνεται, πρότερον γὰρ τὸ πιστεύειν εἰς αὐτόν· δεύτερον δὲ ὃ καὶ δεύτερον ὁδῷ παραγίνεται· τοῦτο γάρ ἐστι τὸ ὑπὲρ τὸ πιστεύειν, ὅπερ ἐστὶ θεωρεῖν τὸν λόγον, καὶ ἐν τῷ θεωρεῖν τὸν λόγον θεωρεῖν τὸν πατέρα. φθάνει δὲ τὸ μὲν πιστεύειν καὶ ἐπὶ τὸ πλῆθος τῶν προσερχομένων τῇ θεοσεβείᾳ, τὸ δὲ θεωρεῖν τὸν λόγον καὶ ἐν αὐτῷ τὸν πατέρα κατανοεῖν οὐκέτι ἐπὶ πάντας τοὺς πιστεύοντας ἀλλ᾿ ἐπὶ μόνους τοὺς καθαροὺς τῇ καρδίᾳ. οὕτως δὲ ἀκούω καὶ τοῦ »Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα( οὐ γὰρ ὁ προσβάλλων τὴν ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατικὴν δύναμιν τῷ τοῦ Ἰησοῦ τῷ] τε] σώματι ἑώρακε τὸν πατέρα καὶ θεὸν αὐτοῦ. οἶμαι δὲ ὅτι καὶ ἐδεῖτο χρόνου καὶ συνασκήσεως ἵν᾿ οὕτως ἔδῃ τὸν Ἰησοῦν, καὶ ὁρῶν τὸν υἱὸν θεωρήσῃ καὶ τὸν πατέρα. διόπερ εἰπόντι τῷ Φιλίππῳ· »Δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν« εἶπεν ὁ Ἰησοῦς· »Τοσούτῳ χρόνῳ μεθ᾿ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς »ἐμὲ ἑώρακε τὸν πατέρα«. πρόσχες δὲ εἰ δύνασαι τῇ διαφορᾷ τοῦ πιστεύειν καὶ τοῦ θεωρεῖν ἐνιδὼν συνεῖναι καὶ τὴν αἰτίαν δι’ ἣν οὔτε ὁμοίως τῷ »Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ᾿ εἰς »τὸν πέμψαντά με« εἴρηται τὸ »Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ- »ψαντά με« οὔτε παραπλησίως τῷ »Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ- [*](16 Vgl. Matth. 5, 8. — 17 Joh. 14, 9. — 22 Joh. 14, 8f. — 26 Joh. 12, 44.) [*](XCII. I ℵ] 2 πολλαχοῦ] + γὰρ V | τοῦτο] + γὰρ SR | 3 λόγια] λέγει ℵ | 4 τε- τηρήκασι SR, V unleserl. | ῥητὰ <) [*](ΙΙ 3 (Cord. p. 322)] 1 δὲ < Cord | 3 διακονουμένων Cord | 4 ῥήματα Ρ | 5 < Ρ) XCIII. Ι ℵ] 9 λέγ[*](ει V | 12 τὸν λόγον θεωρεῖν < ℵ | 15 οὐκ ἔστιν ℵ | 17 ὁ βάλλων] προβάλλων RV | 18 τοῦ We] τε ℵ | 19 τῷ τε] str. We | 23 ὁ ἑωρακὼς — πατέρα hinter 22 πατέρα R | 27 εἴρηται — 557, 1 με < R | θεωρεῖ] ἀλλὰ V, <) [*](ABBREV (Cord. p. .326)] (8 τοῦτο — 19 αὐτοῦ) 12 ἐστι] + τὸ Cord | τῷ — θεωρεῖν2] αὐτῷ Ρ | 13 φθάνει — 15 πατέρα < Ρ | τὸ πλῆθος < Μ Cord | 15 οὐκ ἔστιν | 17 τοῦ] τὸ 2 Cord | ὁ1 < Cord | προσβαλὼν Μ | 18 τε < 3 | 19 καὶ)

557
»ψαντά με« λέλεκται τὸ »Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ’ εἰς τὸν πέμψαντά με«. πιστεύων μὲν γὰρ εἰς τὸν υἱὸν οὐκ εἰς τὸν υἱὸν ἀλλ’ εἰς τὸν πατέρα τῶν ὅλων πιστεύει θεόν. θεωρῶν δέ τις τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν ἀλήθειαν οὐχὶ θεωρεῖ ταύτην μόνην ἀλλὰ καὶ πατέρα. οἶμαι δὲ ὅτι εἰς παράστασιν τοῦ μέγα εἶναι τὸ δηλούμενον μυστήριον, πρῶτον μὲν ἐν τῷ πιστεύειν εἰς τὸν υἱόν, δεύτερον δὲ ἐν τῷ θεωρεῖν αὐτόν, λέλεκται πρὸ τοῦ »Ὁ πιστεύων εἰς ἐμὲ καὶ θεωρῶν ἐμέ‘ τὸ »Ἰησοῦς δὲ ἔκραξε καὶ »εἶπε«· μεγάλη γὰρ ἡ περὶ τούτων ἠν μυστικὴ φωνή. ὅτι δὲ δυνατὸν πιστεύειν τῇ θεωρίᾳ καὶ μὴ θεωρεῖν αὐτῇ δῆλον ποιήσει ὁ εὐαγγελιστὴς λέγων· »Ἔλεγεν ὁ Ἰησοῦς πρὸς τοὺς πειστευκότας »αὐτῷ Ἰουδαίους· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς«. πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς πεπιστευκόσι λέγει ὡς μηδέπω ἐπεγνωκόσι τὴν ἀλήθειαν ἀλλὰ μόνον αὐτῇ πεπιστευκόσι τὸ »Ἐὰν μείνητε έν τῷ λόγῳ »τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν«.

Ἔλαμψε μὲν γὰρ τὸ φῶς τὸ ἀληθινὸν παραγεγονὼς ὁ τοῦ κόσμου σωτήρ· οἳ δὲ οὐκ ἠθέλησαν ἐνατενίσαι πρὸς αὐτὸ οὐδὲ τῇ σελασφόρῳ αἴγλῃ τῶν δογμάτων αὐτοῦ περιπατεῖν. διὸ ἀκολούθως αὐτοὺς κατέλαβεν ἡ σκοτία δίκην ἀπαιτοῦσα τῆς προκατασχούσης αὐτοὺς μοχθηρίας. καὶ τοῦτο λέγοιτ᾿ ἂν τετυφλῶσθαι καὶ πεπωρῶσθαι εἰκότως. καὶ ὥσπερ τῷ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ ἕπεται καὶ τὸ εἰδέναι ποῦ ὑπάγει, οὕτως τῷ μὴ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ συνακολουθεῖ τὸ βαδίζοντα ἐν τῇ σκοτίᾳ εἶναι καὶ τυφλῶν καὶ πεπωρωμένων ὁδὸν ἀθλίως ἐξανύειν. προείρηται δὲ καὶ ὡς τῆς δεσποτικῆς καὶ σωτηρίου διδασκαλίας ἡ ἀστραπὴ τυφλοὺς καὶ πεπωρωμένους ἐστηλίτευσε τοὺς Ἰουδαίους. καὶ τὴν πρὶν ἐνοῦσαν τοῖς ψυχικοῖς αὐτῶν ὄμμασι λύμην καὶ ἀβλεψίαν ἐμφανεστέραν τε καὶ κατάδηλον ἐποίησε μᾶλλον. ὥσπερ γὰρ ὁ αἰσθητὸς ἥλιος λαμ- [*](11 Joh. 8, 31 f. — 22 Vgl. Joh. 12, .35. — 24 Vgl. Joh. 12, .35.) [*](XCni. Ι ℵ] 1 με < S | 2 πιστεύων μὲν] πιστεύωμεν RV | 5 παράτασιν V, R | 7 δεύτερον] d. Rest d. Frgm. ist in V unlesbar | 8 τὸ] + δὲ R | 10 μὴ καὶ R | αὐτὴν? We | 15 μείνητε] + ἐν ἐμοὶ S.) [*](XCIV. I ℵ] 19 φῶς] φη R | τοῦ κόσμου < RV | 20 οἳ] ὁ R | οὐδὲν RV | πεπωρώσασθαι R | 25 τὸ] τώ SV | τῷ] τὸ SV | 28 σωτηρίας R | 30 λύβην S | 31 ἐποίησαν RV.)

558
πρὰς ἐναφιεὶς τὰς ἀκτῖνας ἐλέγχει τοὺς νοσοῦντας τὰ ὄμματα, οὕτω καὶ ὁ νοητὸς ἥλιος τὸ φῶς τὸ ἄδυτον καὶ ἀνέσπερον ἐπισημήσας τῷ κόσμῳ καὶ διὰ τῶν θεοπρεπῶν τε καὶ ὑπὲρ λόγον θαυμάτων ἐναστράψας αὐτοῦ τῆς θεότητος τὴν αἴγλην ἐπὶ πλέον διήλεγξεν τῶν ἀγνωμόνων Ἰουδαίων τὸ προκατασχὸν αὐτῶν τὰ τῆς ψυχῆς ὄμματα σκότος καὶ τὴν ἀβλεψίαν.

Μετὰ ταῦτα ζητήσεις, διὰ τὸ ἐν συμπλοκῇ εἰρῆσθαι· »Τί εἵπω »καὶ τί λαλήσω;« πότερον διαφορὰν ἔχει τὸ εἰπεῖν καὶ τὸ λαλῆσαι ἢ ταὐτόν ἐστιν ἐκ παραλλήλου εἰρημένον. παραθήσεις οὖν τὰ ῥήματα ἐν οἷς ἀναγέγραπται τὸ »Εἶπε«, καὶ συνεξετάσεις ἐκείνοις περὶ ὧν εἴρηται τὸ »Ἐλάλησα«. εἰ δὲ συμβάλλεταί τι εἰς τὴν περὶ τούτων ἐξέτασιν τὸ δι᾿ ὅλης τῆς κοσμοποιΐας οὐ λελαληκέναι μὲν θεόν, ἀναγεγράφθαι δὲ περὶ αὐτοῦ τὸ »Εἶπε«, καὶ αὐτὸς ἐπιστήσεις πρὸς τὸ ἐν τῷ Λευιτικῷ συνεχῶς εἰρημένον· »Καὶ ἐλάλησε κύριος πρὸς Μωϋ- »σῆν λέγων«. καὶ ὅρα εἰ δύνασαι ἐν μὲν τῷ εἰπεῖν τὸ προστακτικὸν ἀπὸ αὐθεντείας φάσκειν σημαίνεσθαι, ἐν ἐν τῷ »Ἐλάλησε« τὸ διδασκαλικόν.

»Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι«. περὶ οὗ ζητήσαι τις ἂν διὰ τί μὴ λέλεκται ὅτι ζωὴν αἰώνιον περιποιεῖ ἡ ἐντολὴ τοῦ θεοῦ, ἀλλ᾿ ὅτι αὐτή ἐστι καθ᾿ ὑπόστασιν ἡ αἰώνιος ζωή, ὡς καὶ τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν. ἔστιν οὖν ἡ αἰώνιος ζωὴ ἑκάτερον αὐτῶν. εἰ μέντοι ἡ ἐντολὴ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν, ἐστὶ δὲ ἐν τῷ δικαίῳ ἡ ἐντολὴ τοῦ θεοῦ, τῷ ζῶντι μακαρίως δι᾿ αὐτήν, αἱρετή ἐστιν ἡ ζωή.

Vgl. XXXII, 2ff. Ο. S. 426, 12ff

Inc. Ἄριστον μέν ἐστιν ἡ πρώτη καὶ πρὸ τῆς συντελείας Expl.: αὐτὸς αὐτοὺς νίψῃ.

[*](9 Joh. 12, 49. — 15 Vgl. Gen. 1, 3ff. — 16 Vgl. Lev. 4, 1ff. — 20 Joh. 12, 50. — 22 Vgl. Joh. 17, 3.)[*](XCIV. I ℵ] 2 νοητῶς S | 4 διήλεγξαν S.)[*](XCV. Ι ℵ] 10 τὸ < R | 11 ἢ] εἰ R | 17 προστακτικῶ V | 21 ζητήσει ℵ, corr. Br | 22 ὅτι] ἡ ℵ, corr. Br | τῆ αἰωνίω ζωῆ ℵ, corr. Br | 24 εἰ] ἡ RV.)[*](XCVI. I ℵ; II Μ Expl.: παρατιθεμένη κατὰ λόγον, II Ρ Cord (p. 332 1. Cr. (p. 337) Expl.: τῇ καινῇ διαθήκῃ μυστήρια.)
559

Vgl. XXXII, 5 f. o. S. 435, 23. 433, 21.

Inc. Οὐκ ἀπὸ Πέτρου δὲ ἤρξατο Expl. ἐμμένειν τῷ κακῶς κριθέντι.

Vgl. XXXII, 14 ο. S. 448, 3.

Inc. Παραπέφρασται τὸ ῥητὸν τῆς προφητείας Expl. ὅτι τοῦτο ποιεῖ ὁ λὰξ ἐντείνων τινί.

Vgl. XXXII, 15, S. 449, 14.

Inc. Τοῦτο γὰρ τὸ ἐσόμενόν φησιν· Expl. καὶ διὰ τοῦτο τὴν περὶ ἐμοῦ γνῶσιν.