Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ᾿ εἰς τὸ ὄνομα αὐτοῦ. οὑτοι δὲ οὐ βεβαίαν οὐδὲ τελείαν ἔχουσιν γνῶσιν, περὶ ὡν καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ ῥᾷστα διαπεσεῖν δυναμένην. ὅθεν οὐδὲ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ εἰδέναι αὐτὸν οὐκ ἐξ ἐπιπολῆς ἀλλ᾿ ἐκ τοῦ βάθους τῆς διανοίας πάντα. τὸ γὰρ ἐκ πράξεων καὶ λόγων ἐπίστασθαί τινας καὶ ἀνθρώπῳ ψιλῷ δυνατόν. ἀλλ’ Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος ὤν, ἀλλὰ θεὸς γενόμενος ἄνθρωπος, πάντα [*](4 Vgl. Joh. 2, 15. — 12 Joh. 2, 18. — 21 Vgl. Joh. 2, 24. — 23 Vgl. Euseb., h. e. V, 28, 2. 6. VI, 17.) [*](XXXII. I ℵ] 4 οὐκ ἂν δὲ] οὐδὲ RV | 5 ὁ ἐπιβαλλόμενος? We | 10 φωνώντων R. II Ρ (Cord. p. 76)] (7 μηδεὶς — Schluss) 8 δὲ Ρ Cord | νομιζέτω] + τὸ πραχθὲν Ρ Cord | τοῦτο] + ὑπὸ τοῦ Ἰησοῦ Ρ Cord | τῶν ἄ. θαυμάτων < Ρ Cord | εἶναι] + τοῦ νεκροὺς ἐγεῖραι ἢ τυφλοῖς ὄψιν παρασχεῖν Ρ Cord | οὐκ ἄνευ γὰρ Ρ Cord | 10 φωνώντων Ρ | 14 ὅλον — 15 μόνος < Ρ | 15 μόνος)] + ὁ μόγις ἂν ἄλλος ὁ μηδεὶς ἄλλος ὢν καὶ Cord] μετὰ χειρὸς πλείονος στρατιωτικῆς στρατηγὸς ἢ βασιλεὺς ὢν ἐπεχείρησε ποιεῖν Ρ Cord.) [*](ΧΧΧΙΙΙ. Ι ℵ] 23 f. So hat Origenes nicht geschrieben | 24 ὢν ἄνθρωπος V. II Ρ (Cord. p. 81)] (19 οὐ — .509, 5 ἀνθρώπῳ) 19 οὐ] οὔτε Cord | οὐ] + γὰρ Ρ Cord | οὐδὲ] ἢ Ρ Cord | εἶχον Ρ Cord | περὶ — 20 εἴρηται < Ρ Cord | 20 οὐδὲ] οὐκ Ρ Cord | 21 αὐτοὺς Cord | 22 πάντας Ρ, πάντως Cord | 23 ψιλῷ < Ρ Cord 24 πάντας Cord.)
Ἐν τοῖς πολλοῖς τοῖς πεπιστευκόσιν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ τακτέον καὶ τὸν Νικόδημον, ἕνα τῶν Φαρισαίων ὄντα καὶ ἄρχοντα τῶν Ἰουδαίων ὑπάρχοντα. ἀμέλει γοῦν διδάσκαλον εἶναι Ἰησοῦν ἔχοντα θεὸν μεθ᾿ ἐαυτοῦ, ἀλλ᾿ οὐ θεὸν εἶναι ἐνόμιζεν, ὡς αἱ αὐτοῦ λέξεις σημαίνουσιν, εἰπόντος ὅτι »Ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος«, καὶ ὥσπερ ἀλήθειαν ἐπιφέρων τῆς γνώσεως τῆς περὶ διδασκάλου ἑξῆς λέγει· »Οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ἐργάζῃ, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾿ αὐτοῦ«. ὅθεν τὴν πρόσοδον αὐτοῦ νυκτὸς γενομένην ἀκολούθως ἀνέγραψεν ὁ εὐαγγελιστής, προσελθόντος ἐν τοιούτῳ καιρῷ ἐν ᾡ λήσειν ἔμελλε τοὺς πολλοὺς Φαρισαίους ὧν εἷς ὑπῆρχε. μᾶλλον δ᾿, ὅπερ ἐστὶν ἀναντίρρητον, διὰ τοῦτο νυκτὸς προσελήλυθεν, ἐπείπερ ἄγνοιαν ἔχων τὴν περὶ θεοῦ ᾧ προσήρχετο οὔπω πεφώτιστο. οὐ γὰρ ἀνατετάλκει αὐτῷ ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ ποιητικὸς τῆς νοητῆς ἡμέρας, ἧς καὶ ὁ Ἀβραὰμ ἔρωτα [*](2 Susann. (Th.) 42. — 4 Vgl. Joh. 2, 25. — 19 Joh. 3, 2. — 27 Vgl. Mal. 4, 2. (3, 20). — 28 Vgl. Joh. 8, 56.) [*](XXXIII. I ℵ] 1 περὶ — 3 αὐτῶν < ℵ, cf. II | 5 οὐ — 6 ἀνθρώπῳ < R | 7 πίστει? We | 8 αὐτὸν ἑαυτοῖς R | 12 περὶ S(?).) [*](ΙΙ Ρ (Cord. p. 81)] 1 τοῦ νοῦ περιλαμβάνων Ρ Cord | γὰρ < Ρ | 3 καὶ < Ρ Cord | ἐπεὶ] + οὖν Ρ, γοῦν Cord | τῆς καρδίας < Ρ Cord | 4 χρῄζει] + δὲ λαβεῖν Ρ Cord | λαβεῖν] θεὸς ὢν Ρ Cord.) [*](XXXIV. Ι ℵ] 18 αὐτοῦ] ἑαυτοῦ ℵ, corr. Pr | τῆς2] ἧς ℵ, corr. Br | 23 προελθόν τος, ℵ, corr. Br | 25 τοῦτον V | 26 προελήλυθεν ℵ, cf. ΙΙ | 27 ἀνατέταλκεν ℵ, cf. ΙΙ.) [*](II Cord. (p. 82)] (25 διὰ τοῦτο — Schluss) | 27 πεφωτισμένος Cord.)