Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Καὶ μετὰ τοῦτο κατέβη εἰς Καφαρναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ. Ζητεῖται παρὰ πολλοῖς περὶ τῶν ἀδελφῶν Ἰησοῦ πῶς εἶχεν τούτους, τῆς Μαρίας μέχρι τελευτῆς παρθένου διαμεινάσης.]] ἀδελφοὺς μὲν οὐκ εἶχεν φύσει οὔτε τῆς παρθένου τεκούσης ἕτερον, οὐδ᾿ αὐτὸς ἐκ τοῦ Ἰωσὴφ τυγχάνων. νόμω τοιγαροῦν ἐχρημάτισαν αὐτοῦ ἀδελφοί, υἱοὶ τοῦ Ἰωσὴφ ὄντες ἐκ προτεθνηκυίας γυναικός· καὶ ἐπεὶ [*](5 Joh. 2, 7. — 18 Joh. 2, 12.) [*](XXIX. Ι ℵ] 1 ἄγει ℵ, cf. II | 3 εἰπόντων — 6 ἄνω < ℵ, cf. II | 6 καταλιπεῖν V | 7 οὐ — 8 γεγενῆσθαι < ℵ.) [*](II Ρ (Cord. p. 72)] 2 πράττοντος Ρ | 3 ἂν] + εἰη η ü. d. Ζ.) Ρ | 4 nach ὕδωρ a. Rd. ὅτι ν. äterer Hd. ügt Ρ | 6 καὶ < Ρ Cord | καταλιπεῖν Ρ | 7 ὑδρειῶν Ρ.) [*](XXX. Ι ℵ] 12 ἐπὶ2 < ℵ, cf. II | λέγω ℵ, cf. II | 13 οὐ < ℵ, cf. II. II Ρ (Cord. p. 74)] 11 τὸ] + δὲ Ρ Cord | 13 οὖν] δὲ Cord | 14 μεταβάλλειν Ρ.) [*](XXXI. Ι ℵ] 18 καπερναουμ V | 20 ζητεῖται — 21 διαμεινάσης ℵ, cf. II | 23 οὐδ’] οὔτε ℵ, cf. II.) [*](II Ρ (Cord. p. 75)] 18 καὶ1 < Ρ | καὶ1 — 19 αὐτοῦ3 < Cord | 19 αὐτοῦ3] + καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας Ρ | 24 τοῦ < Ρ Cord.)

507
καθ’ ὁμολογὶαν γυνὴ αὐτοῦ ἡ Μαριὰμ ἐχρημάτισεν. [[τοῦτο γὰρ ὁ Μω¨θσέως διδάσκει νόμος, μοιχείας τιμωρίαν ἐπάγων κατὰ τοῦ ἐπιβαίνοντος μνηστευθείσῃ παρθένῳ· ἐπιφέρεται γὰρ τὸ Ἀνθ’ ὧν ἐταπείνωσε τὴν γυναῖκα τοῦ πληοίον. ἀποθανεῖται· εἰ τοίνυν ὁ νόμος γυναῖκα τοῦ Ἰωσὴφ τὴν κατεγγυηθεῖσαν αὐτῷ παρθένον λέγει]], ἀκολούθως τῇ τοιαύτῃ διατάξει ἀδελφοὶ τοῦ Ἰησοῦ εἴρηνται οἱ ἐκ τοῦ Ἰωσήφ, εἰ καὶ αὐτὸς ἐξ αὐτοῦ μὴ τυγχάνει.

Ζu Joh. 2, 13.

Vgl. Χ, 13ff. Die Sprache des Fragmentes beweist, dass es Origenes fremd ist.

Τριῶν ἑορτῶν δημοτελῶν παραδοθεισῶν τοῖς Ἑβραίοις ὑπὸ τοῦ μεγάλου ἱεροφάντου Μωϋσέως μία ἠν ἡ καλουμένη Πάσχα, ὑπερκειμένη τὰς ἑτέρας δύο ἅτε σωτηρίαν ἐμφαίνουσα τὴν ἐξ Αἰγύπτου καὶ μετάβασιν ἐπὶ τὴν ἁγίαν γῆν. ταύτῃ γοῦν τῇ πανηγύρει τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐκ πασῶν τῶν πόλεων καὶ κωμῶν ἔσπευδον ἐπὶ τὴν Ἱερουσαλήμ. ἐν μόνῃ γὰρ ταύτῃ τῇ πόλει παραδέδοτο ὑπὸ τοῦ νόμου τὸ πάσχα θύεσθαι. ἐχρημάτιζον δὲ αἱ τρεῖς ἑοπταὶ ἀπὸ τοῦ νομοθετήσαντος αὐτὰς θεοῦ. ἐπεὶ δὲ Ἰουδαῖοι οὐκέτι κατὰ τὴν διάταξιν ἀλλὰ κατὰ τὰς ἰδίας ὀρέξεις τε καὶ ἡδονὰς ἠγον τὰς ἑορτάς, οὐ πάσχα τοῦ θεοῦ ἀλλὰ τῶν Ἰουδαίων ὀ εὐαγγελιστὴς λέγει. οὐκέτι γὰρ λατρείας ἕνεκα ἁλλὰ τρυφῆς χάριν ἤρχοντο εἰς ἱερουσαλήμ. πάντα γὰρ εἰς εὐωχίαν ἐκ πάντων τῶν πέριξ τόπων ἐν αὐτῇ ἐκομίζετο καὶ ἐν τῷ οἵκῳ τοῦ θεοῦ ἐπιπράσκετο. βόας γὰρ καὶ πρόβατα καὶ περιστερὰς Πωλεῖσθαι ἐκεῖ ὥσπερ ἐν ἐμπορίῳ τινὶ εἶπεν ὁ εὐαγγελιστής. ἀλλ’ ἐπεὶ συνέβαινε μὴ τοσαῦτα αὐτοὺς ἐπικομίζεσθαι ἀργύρια ἐρχομένους ἐπὶ τὴν ἑορτήν, ἐπενόησάν τινες ἀργυραμοιβοὶ τραπέζας ἐκεῖ τιθέναι καὶ κολλυβίζειν, τουτέστι δανείζειν, χρυσία λαμβάνοντες παρὰ τῶν χρῃζόντων ἀργυρίων, πρὸς τὸ [*](2 Vgl. Deut. 22, 24. — 13 Vgl. Exod. 12, Iff. — 21 Vgl. Joh. 2, 13.) [*](XXXI. I ℵ] 1 ὁμολογίαν] ὁμολόγησεν S1 | τοῦτο — 6 λέγει < ℵ, cf. II | 6 τῇ τ. διατάξει < ℵ, cf. II | 7 τυγχάνη ℵ, Cord.) [*](II Ρ (Cord. p. 75)] 1 ὁμολογίας Ρ Cord | αὐτῶ Ρ | ἡ < Ρ | μαρία Ρ | 4 τοῦ πλησίον — 5 γυναῖκα < Cord | 7 τυγχάνη Ρ.) [*](XXXII. Ι χ’ 13 πάσχα| φάσκα ℵ, corr. Br | 15 μετάβατην ℵ, corr. Br | 17 Ἱερουσαλὴμ < ℵ; in S hat e. späte Hd. d. Wort ü. d, Z. zugesetzt | 25 ἐν + We 29 λαμβάνοντας ℵ, corr. Br | ἀργυρίου? We.)

508
μεθύειν καὶ τρυφᾶν μᾶλλον ἢ ἑορτάζειν ἐληλυθότων. παντὸς τοιγαροῦν τοῦ Ἰουδαίων ἔθνους ἐκεῖ τυγχάνοντος καὶ σχολάζοντος μέθαις, Ἰησοῦς εἰς τὸν τοῦ θεοῦ οἶκον εἰσελθὼν πάντας ἀπήλασεν ἐκεῖθεν αὐτὸ μόνον φραγέλλιον ἐκ σχοινίων ἔχων. οὐκ ἂν δὲ τοῦτο κατωρθοῦτο, εἰ ὁ τυχὼν ἄνθρωπος ἦν † καὶ ἐπιλαμβανόμενος τοῦτο πράττειν· οὐ μόνον γὰρ τὸ ἄλλο πλῆθος ἐξέβαλε τοῦ οἴκου ἀλλὰ καὶ αὐτοὺς τοὺς πιπράσκοντας τὰ πρὸς τὴν εὐωχίαν. μηδεὶς δὲ νομιζέτω τοῦτο τῶν ἄλλων θαυμάτων ἔλαττον εἶναι. οὐ γὰρ ἄνευ θεϊκῆς ἐνεργείας οἷόν τε ἦν ἕνα ἄνθρωπον τοσοῦτον πλῆθος ἐκβάλλειν, καὶ μάλιστα ἐξηγριωμένων καὶ φονώντων κατ’ αὐτοῦ. καὶ αὐτοὶ γοῦν οἱ Ἰουδαῖοι καταπλαγέντες ἐπὶ τῷ τολμηθέντι φασὶν ἐν τοῖς ἑξῆς πρὸς αὐτόν· »Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα »ποιεῖς;« Δυνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;]