Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Εἶδές με τότε ὅτε ὑπὺ τὴν συκὴν ἐτύγχανον, πρὶν ὑπὸ Φιλίππου· κληθῶ. Ἰησοῦς ταῦτα ἀκούσας φησίν· Ἐπειδὴ »εἶπόν σοι ὅτι εἶδόν »σε ὑπὸ τὴν συκὴν πιστεύεις;« μείζονα τούτων ὄψει. μετὰ δὲ τὴν ὡς τοῦ τὸ ῥητὸν σαφήνειαν τὰ πρὸς ἀλληγορίαν ῥητέον. Φίλιππος ἐκ τοῦ ἀκολουθεῖν Ἰησοῦ, ὄντι θεοῦ λόγῳ καὶ θεοῦ σοφίᾳ, θηρευτικὸς γέγονε τῶν διδομένων ὑπὸ θεοῦ ψυχῶν τοῖς δυναμένοις αὐτὰς ὠφελεῖν. >δόμα γὰρ κυρίου< ἑρμηνεύεται Ναθαναήλ. τούτῳ τῷ δοθέντι αὐτῷ μαθητῇ οὐκ εὐθὺς τὰ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ ἀνακοινοῦται, ἀλλὰ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ λέγων, Ὅν ἀναγινώσκομεν κοινῇ πάντες οἱ Ἑβραῖοι ἐλευσόμενον ἐν τοῖς γράμμασιν Μωσέως καὶ τῶν προφητῶν εὑρήκαμεν , Ἰησοῦν τὸν γεννηθέντα ἐκ τῆς παρθένου ἄνευ καταβολῆς σπέρματος ἀνδρός, ὅστις υἱὸς τοῦ Ἰωσὴφ τοῦ μνηστευσαμένου τὴν Μαρίαν χρηματίζει, ἔχων τὴν γένεσιν ἐκ Ναζαρὲτ τοπικῶς. πόλις γὰρ ἡ Ναζαρὲτ τῆς παρθένου. ταῦτα παραλαβὼν. ὁ μαθητὴς Ναθαναὴλ παρὰ Φιλίππου, ἤδη διδασκάλου αὐτοῦ γεγενημένου, λέγει πρὸς τὸν διδάξαντα· Εἰ ἐκ τῆς Ναζαρέτ ἐστι τὸ εὑρεθέν, ἀγθόν ἐστι; πρὸς ὃν εὐθέως ὁ Φίλιππος εἰς αὐτὴν τὴν αὐτοψίαν τοῦ πράγματος καλῶν· · »Ἔρχου »καὶ ἴδε«, οὐ βουλόμενος ἀεὶ τὸν μαθητὴν φωνῶν ἀκροατὴν ὑπάρχειν ἀλλὰ θεωρὸν τῆς ἀληθείας εἶναι, μετὰ τὴν τῶν λόγων ἀκρόασιν ἐπὶ θεωρίαν σπεύδοντα. τὸν Ναθαναὴλ ἰδὼν ὁ Ἰησοῦς οὐ μόνον κατὰ τὸ βαδίζειν ἀλλὰ καὶ κατὰ προκοπὴν ἐρχόμενον πρὸς τὴν θεωρίαν , μαρτυρεῖ περὶ αὐτοῦ οὕτως προθυμουμένου ἡ γραφή] [*](8 Joh. 1, 50. — 13 Vgl. Lagarde, Onom. s. p. 196, 98 αθαναὴλ δόμα θεοῦ ἢ ἐγὼ ὁ θεὸς ἐρχόμενος. Vgl, 19, 14. Ebenso Armen. Onom. — 24 Joh. 1, 46.) [*](XXVI. I X] 1 καρδία SV | γινώσκει ℵ, cf. II | 2 ἐν ἑαυτῷ < RV | υἱὸς S2RV | τυγχάνει] τυγχα S, τυγχάνη RV | 4 ἦν We] ὤν ℵ.) [*](II Ρ (Cord, p. 62)] 1 τὰς καρδίας Cord | γινώσκων Cord | 3 γε < P | πλειόπνων Ρ Cord | 4 Ἰησοῦς] i. Text ݲ a. R., ݲ Ρ.) [*](XXVII. | ℵ] 11 σοφίαν S1 | 19 μαριὰμ R | 22 γεγεννημένου S | 26 θεωρῶν RV | 27 τὸν] ὃν ℵ, corr. Br | 29 ἢ < γραφὴ) R.) [*](II Ρ (Cor. p. 62)] (7 εἶδες —9 ὄψει) | 8 σοι < Ρ.)
Τρίτης ἤδη ἡμέρας ἐνεστηκυίας ἀφ’ οὗ ὁ Ἰησοῦς ἐβαπτίσθη, γάμου ἐν Κανὰ τῆς Γαλιλαίας γενομένου , καὶ οὔσης τῆς μητρὸς Ἰησοῦ ἐκεῖ καὶ αὐτὸς ὁ Ἰησοῦς ἐκλήθη ἅμα τῶν μαθητῶν. Καὶ γὰρ ποιητὴς ὢν ὁ Ἰησοῦς τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὐ παραιτεῖται κληθῆναι ἐν γάμῳ, αὐτὸς ὢν ὁ μετὰ τὸ πλάσαι τὴν Εὔαν ἀγαγὼν αὐτὴν πρὸς τὸν Ἀδάμ. διὸ καὶ έν εὐαγγελίῳ περὶ τῆς συνόδου λέγει· »Ἅ ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω«. ἐντρεπέσθωσαν τοίνυν οἱ τὸν γάμον ἀθετοῦντες αἱρετικοί, Ἰησοῦ εἰς γάμον καλουμένου καὶ τῆς μητρὸς αὐτοῦ οὔσης ἐκεῖ. ἐλεγκτέον δὲ καὶ Μανιχαίους λέγοντας μὴ εἶναι τὴν Μαρίαν Ἰησοῦ μητέρα, τοῦ εὐαγγελιστοῦ μαρτυροῦντος ὅτι Ἰησοῦς μητέρα εἶχεν.]