Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἰ ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, πῶς ἐδίδασκεν ὁ χριστὸς λέγων τοὺς ἁμαρτωλοὺς προσεύχεσθαι· »Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, »ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ωφειλέταις ἡμῶν«. τούτων ἀκούει ὁ θεός τῶν ἐπὶ μετάνοιαν νευόντων, εἰ καὶ μήπω ἐπαύσαντο ἁμαρτάνοντες, καὶ εἰ μὴ ἤκουσεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ πορνῶν ἤσθιεν καὶ ἔπινεν· ἢ ὅτι ὁ περὶ τοιούτων ἔργων εὐχόμενος ὁποῖα ἠν τὰ τοῦ Ἰησοῦ ἔργα ἵν ἐκτελέσῃ τοιαῦτα ὁ θεός, αὐτοῦ ουκ ακουει.

Εἰ πρότερον ἐβάστασαν, καὶ πάλιν ἐβάστασαν. οἶμαι δὲ ὅτι καὶ ὁ κακολογῶν τινα λίθους ἐπ’ αὐτὸν βάλλει. κακῶς δὲ αὐτὸν ἔλεγον καὶ σχίσμα δι᾿ αὐτὸν ἐν τοῖς Ἰουδαίοις ἐγίνετο. πάλιν οὖν τὸ βάρος [*](2 Vgl. Nr. LXVIL — 9 Vgl. Nr. LXVIII. — 15 Vgl. Nr. LXX. — 17 Luk. 6, 4. — 20 Vgl. Mark. 2, 16. — 25 Vgl. Nr, LXXIV.) [*](2 f. 176v | 9 f. 177r | 11 τῷ] τὸ | 15 f. 178r | 19 μετανοία, corr. We | 27 f. 183 r.)

573
τὧν δυσφήμων λόγων οὗτοι βαστάσαντες λίθους λίθους ἐπ᾿ αὐτὸν ἔβαλλον. διὰ τοῦτό φησιν ἡ Σοφία· »Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει«· ὁ δὲ ψαλμῳδός· »Ἡ ἀδικία αὐτοῦ ἐπὶ τὴν κεφαλὴν »αὐτοῦ καταβήσεται«, ὁ δὲ ἄδικος εἰς ὕψος λαλῶν εἰς ὕψος βαλλει.