Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἀξιόπιστον αὐτὸν ποιήσαντες οὕτω παρεστήσαντο πρὸς τὸ διεψεῦσθαι. ἀνοίγων ὁ χριστὸς τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· οὐ μικροῦ παιδίου ἠνέωξεν ἀλλὰ τελείαν ἡλικίαν ἔχοντος, ἴνα καὶ βλέπῃ καὶ ὡς ἀνὴρ ἀπολογήσηται. τοιοῦτοι δὲ ἦσαν καὶ οἱ λοιποὶ ἀναβλέψαντες τυφλοί.

Τὸ »Οὐκ ἠκούσατε« ἀντὶ τοῦ Οὐκ ἠθελήσατε παραδέξασθαι τὸ λεγόμενον. τὸ δὲ »Τί οὐν πάλιν θέλετε ἀκούειν;« ἰσοδυναμεῖ τῷ Εἰ μὴ παραδέχεσθε τὰ εἰρημένα. τί πάλιν αὐτὰ απαγγέλλεσθαι μάτην ὑμῖν θέλετε;