Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Οὐκ αἰσθητῶς ἔστιν ἰδεῖν δυνατόν. ἀλλὰ διανοίᾳ σκοπούσῃ τοὺς προσερχομένους ἀγγέλους μένους ἀγγέλους ἐπὶ τῷ διακονεῖν τῷ Ἰησοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. τὸ δὲ Ἀμὴν ὁτὲ μὲν ἁπλοῦν, ὁτὲ δὲ διπλασιαζόμενον ἔστιν εὑρεῖν. ἡ δὲ λέξις ἐστὶν Ἑβραϊκή, δηλοῦσα τὸ . ταὐτὸν γάρ ἐστιν τὸ Ἀμὴν· τῷ ἀληθῶς καὶ . πολλοὶ Ψαλμοὶ ἐπὶ τέλει ἔχοντες· Γένοιτο, γένοιτο« ἐν τῷ Ἑβραϊκῷ Ἀμὴν Ἀμὴν ἔχουσιν. εἰκὸς οὖν τὸν σωτῆρα ἐπευχόμενον λέγειν Γένοιτο, γένοιτο τὸ πιστοὺς ὑμᾶς εὑρεθῆναι ὡς ἰδεῖν »τὸν οὐρανὸν ἀνεῳγμένον« καὶ τὰ ἑξῆς τῆς ἐπαγγελίας. τὸ δὲ Ἀμὴν ἴσον ἐστὶν καὶ τώ , ὡς ἐν τῷ κατὰ ΜατΘαῖον Ἰησοῦς λέγει· »Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων«· ἐν δὲ τῷ Λουκᾷ· »Ἀληθῶς λέγω ὑμῖν, εἰσί τινες τῶν αὐτοῦ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου( ἠγοῦν ἴσον ἐστὶν τὸ »Ἀμὴν« καὶ τῷ » καὶ τῷ , ὡς ἐν τῷ »Ἀληθῶς λέγω ὑμῖν« τοῦτο γενέσθαι.

Τὸ μὲν ἐκ σχοινίου φραγέλλιον ὑπὸ τοῦ Ἰησοῦ γεγονὸς ὑπῆρχον αἱ τῶν παρανομούντων ἁμαρτίαι. δι᾿ ὧν ὑπὸ τοῦ Ἰησοῦ αἰκιζόμενοι [*](7 Vgl. Matth. 17. 1ff. Mark. 9, 2 ff. Luk. 9, 28 ff. — 17 Vgl. Ps. 105, 48 (ARaT) — 22 Matth. 16, 23. — 23 Luk. 9, 27. — 26 Luk. 9, 27. — 28 [Vgl. Corder. p. 78 sq.]) [*](2 f. 117r | 4 ἀλλ᾿ | 5 εὐγνωμονεστέρους, corr. We | 8 ἀπήλαυσαν | 12 f. 120 r | 15 ἁπλοݲ Μ* | διπλασιαζομενο Μ* | 17 τὸ We] τῷ 1 τῷ + We | 21 τοῦ Μ* εἰ οὖν Μ*, ἢ οὖν Μ2, corr. Pr | τῷ12] τὸ Μ* | 28f. 123r | 29 φραγγέλιον? M*.)

568
ἀπηλαύνοντο. σχοινίον μὲν γὰρ πολλαχῶς ἡ γραφὴ τὰς ἁμαρτίας ὠνόμασε· »Σχοινία ἁμαρτωλῶν περιεπλάκισάν μοι καὶ ἀδικίαν αἱ »χεῖρες αὐτῶν συμπλέκουσιν«· καὶ ἐν ταῖς Παροιμίαις· Σειραῖς τῶν »ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται«, τουτέστιν κολάζεται. ἐφραγελλώθησαν δὲ ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀπηλάθησαν τοῦ ναοῦ τῷ ἑαυτῶν πλεχθέντι σχοινίῳ. τὸν γὰρ δίκαιον κριτὴν οὐκ ἠν ἑτέρωθεν πλέξαι καὶ ἐπάγειν τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν, ἢ ἀφ’ ὧν αὐτοὶ ἡμαρτηκότες ἠνόμησαν.

Ῥητέον ὅτι ἐΠινοίᾳ μόνῃ καὶ οὐχ ὑποστάσει τὴν διαφορὰν ἔχει τὸ ὕδωρ πρὸς τὸ πνεῦμα, καθώς φησι ὁ σωτήρ· »Ὁ πιστεύων εἰς »ἐμέ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος«. τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. εἰ γὰρ περὶ τοῦ πνεύματος εἴρηται ὡς ὕδωρ ποταμῶν δίκην ἐκπορευόμενον, ἐπινοίᾳ μόνῃ διοίσει τοῦ πνεύματος τὸ ὕδωρ. ὡς οὐν γεννᾶταί τις ἐκ τοῦ σωτῆρος, σοφὸς ἐκ σοφίας, καὶ ἀληθὴς ἐξ ἀληθείας, καὶ ζωὴ ἐκ ζωῆς, ἐκ τῆς πάντων ἀρχῆς καὶ γεννήσεως μιᾶς οὔσης, οὕτως καὶ ἐκ τοῦ ἁγίου πνεύματος ἅγιος καὶ πνευματικός, καὶ ἐκ τοῦ ὕδατος καθαιρόμενος. καὶ πρὸς καρποφορίαν ποτιζόμενος γεννᾶται ἐξ ὕδατος καὶ πνεύματος.

Ο μὲν Ματθαῖος περὶ τοῦ βασιλευομένου τόπου ἔφη, ἐν ᾧ οὗτοι κληροῦνται, ὁ δὲ Ἰωάννης καὶ Λουκᾶς ἀπὸ τοῦ βασιλεύοντος θεοῦ ὠνόμασε. καὶ γὰρ καὶ παρ’ ἡμῖν ἐν τῇ συνηθείᾳ ὁτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος, ὁτὲ δὲ ἀπὸ τοῦ τόπου ἡ αὐτοῦ βασιλεία σημαίνεται. ὥς φαμεν· ἡ τῶν Ῥωμαίων βασιλεία καὶ Αἰγύπτου βασιλεύς.

Τοῖς γὰρ σπουδαίοις καὶ πίστιν καὶ ἀρετὴν ἔχουσι μόνοις ἐκείνοις ἐπιφοιτᾷ· τῶν δὲ φαύλων ἀπαλλοτριουμένων μένων μακρὰν ὑπάρχει. [*](2 Ps. 118, 61. — 3 Prov. 5, 22. — 10 Nr. XXVI. S. 511, 21–30. — 12 7, 38. — 23 Nr. XXXVT. S. 512, 29ff. — 24 Vgl. Matth. 3, 2 u. ö. — 25 Vgl. Joh. 3, 3. 5; Luk. 4, 13 u. ö. — 30 Nr. XXXVII. S. 013, 5ff.) [*](5 τῷ] + ὑφ’? We | 10 f. 125r | 17 ἀληθεὶς | 23 f. 125v | 28 βασιλέως Μ | 30 f. 125v.)

569
οὐ τοπικῶς δὲ τὸ »μακρὰν« καὶ »ἐγγύς« ἀκούειν δεῖ, ἀλλὰ πρὸς τὰ δοχεῖα † τούτου ἐλλάμψεων κεκαθαρμένων· εἴτε καὶ μή· τὸ δὲ »Ὅπου »θέλει πνεῖ« δείκνυσι οὐσίαν εἶναι τὸ πνεῦμα. τινὲς γὰρ οἴονται ἐνέργειαν εἶναι θεοῦ, μὴ ἔχον ἰδίαν ὑπόστασιν. διὸ καὶ ὁ ἀπόστολος ἀπαριθμησάμενος τὰ τοῦ πνεύματος χαρίσματα ἐπήνεγκεν· Ταῦτα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται«. ἀλλὰ καὶ τὸ »Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν‘ ἐν ταῖς Πράξεσιν εἰρημένον· καὶ πάλιν Νηστευόντων, γὰρ φησιν, καὶ λειτουργούν- »των τῷ κυρίῳ εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς«. ὁ δὲ προφήτης Ἄγαβός φησι »Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τοῦ ἀνδρός, »οὑ ἐστιν ἡ ζώνη αὕτη, δήσουσι« καὶ τὰ ἑξῆς.

Τοῦτο γὰρ δοκεῖ ἐπὶ τῶν μήτε ἄγαν φαύλων μήτε κατ᾿ ἀρετὴν τελείων ὅτι τὰ ἀμφότερα ἀπατῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν αὐτοὺς ἔστιν ἰδεῖν ἐκ ἐκ τοῦ τὰ ἔργα τούτου ποιεῖν. αὐτεξούσιοι γὰρ ὄντες οἱ ἄνθρωποι καὶ ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος τούναντίον τοὐναντίον ποιοῦσι· τὸ μὲν σκότος ἀποδέχονται, φεύγουσι δὲ τὸ φῶς. οὐ συγκριτικῶς δὲ ἀκούειν δεῖ τὸ πλεῖον ἠγαπηκέναι αὐτοὺς τὸ σκότος πρὸς τὸ φῶς· οὐδ᾿ ὅλως γὰρ ἠγάπησαν τὸ φῶς τοῦτο μισήσαντες, ὅτι ἡ νόησις αὐτῶν ὀρθῶς ἔχει. οἱ γὰρ φαῦλα πράσσον- τες μισοῦσι τὸ φῶς, εἰ δὲ μισοῦσι τὸ φῶς, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. ὅμοιόν ἐστιν καὶ τὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων ὡς »φιλήδονοι μᾶλλον εἶεν ἢ φιλόθεοι«. καὶ ἐν Ψαλμοῖς· »Ὁ φαῦλος ἠγάπησε κακίαν μᾶλλον ὑπὲρ ἀγαθοσύνην, ἀδικίαν ὑπὲρ τοῦ λαλῆσαι δικαιοσύνην«.

Νύμφη ἐστὶν ἡ ἀνθρώπου ψυχή, ἥτις ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική· εἰ δὲ δεκτικὴ πέφυκεν αὕτη γυναικὸς τρόπῳ ἐξ ἄλλου, γεννᾷ ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. νυμφίος δὲ [*](5 Ι Kor. 12, 11. — 7 Act. 15, 28. — 8 Act. 13, 2. — 11 Act. 21, 11. — 14 Vgl. Nr. XLII. XLIII. — 17 Vgl. S. 518, 13ff. — 25 Vgl. II Tim. 3, 4. — 26 Ps. 51, 3. — 29 Nr. XLV.) [*](2 τούτου korrupt We | 14 f. 129 ν | 16 ἀπατῶντες, corr. We | 29 f. 131 r | 32 γεννῶσα, corr. Pr.)

570
ὁ ταύτης σπορεὺς τῶν ἀγαθῶν οὐκ ἄλλος ἢ ὁ χριστὸς Ἰησοῦς ὁ ὑπ ἐμοῦ μαρτυρούμενος καὶ βαπτιζόμενος· φίλος δὲ ἐκεῖνος ἐστὶν ὁ ἑστηκὼς παρ’ αὐτῷ τῇ βεβαίᾳ συγκαταθέσει καὶ παγίαν ἔχων τὴν εἰς αὐτὸν πίστιν. οὐδεὶς γὰρ τῶν παρ᾿ αὐτῷ τῷ Ἰησοῦ τυγχανόντων κλονεῖται. οὕτω καὶ Μωσῆς κατ’ ἀρετὴν βιοὺς ἤκουσε τοῦ θεοῦ λέγοντος· »Σὺ δὲ αὐτὸς στῆθι μετ᾿ ἐμοῦ‘· οὐ γὰρ ὁ θεὸς μεθ’ ἡμῶν ἵσταται, ἀλλ᾿ ἡμεῖς μετ᾿ αὐτοῦ, ὀρέγοντος ἡμῖν τὴν παρ’ αὐτοῦ ἀμετακίνητον στάσιν.

Ὁ μὴ ἐπουράνιον ἔχων τὸ φρόνημα ἀλλ’ ἐπίγειος ὢν λέγεται χοϊκὸς καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φορεῖν. διὸ καὶ εἴ ποτε σοφίαν ἐπαγγέλλεται ἔχειν, ἐπίγειός έστιν ψυχικὴ δαιμονιώδης, καθώς φησι Ἰάκωβοσ ὁ ἀπόστολος.

Τὸ ἀγαπᾶν ἀνθρωπινώτερον πάλιν ἀκούομεν. νόμος δέ ἐστι φυσικός· ἄλλος μὲν 〈πρὸς〉 τὰ γεννώμενα, ἄλλος δέ πως πρὸς ἑτέρως ἀγαπώμενα. εἰ γὰρ δικαιοσύνην ἀγαπᾷ ὁ θεός, ἀγαπᾷ ὡς θεός, ὥς Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἅρπαγμα ἐξ ἀδικίας.. οὐ γὰρ ὡς ἄνθρωπος ἀγαπᾷ ταύτην ἐπὶ τὸ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ ποιεῖν τι κατ᾿ αὐτήν. ἀγα·πᾷ δὲ τὸν υἱὸν ὁ πατὴρ καὶ ὡς ἀλήθειαν σοφίαν καὶ ἁγιασμόν, ὥς φησιν Δαβίδ· »Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας«. καὶ ἀγαπᾷ μὲν τὸν υἱὸν καθ’ ὃ πατήρ, οὐ καθ’ ὃ θεός, ἀγαπᾷ δὲ τὸν κόσμον καθ᾿ ὃ θεὸς καὶ τούτου δημιουργός, οὐ καθ’ ὃ δὲ πατήρ.

Εστιν δὲ καὶ ἀλληγορικῶς εἰπεῖν· φρέαρ μὲν Ἰακὼβ τὴν τοῦ Μωσέως διὰ νόμου διδασκαλίαν. ἔπινον δὲ ἀπ᾿ αὐτοῦ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ οἱ δώδεκα πατριάρχαι καὶ οἱ ἐξ αὐτῶν λαοὶ γεγεννημένοι. ταύτης δὲ τῆς πηγῆς πίνοντα πάλιν ταύτης διψᾶν. ἤγουν καιροῦ τινος προἰ·όντος διψᾶν αὐτὰ καὶ ἔρχεσθαι ἐπὶ τὴν εὐ- [*](6 Vgl. Exod. 34, 2. — 10 Nr. XLVI. — 14 Vgl. Jak. 3, 15. — 16 Nr. L. — 22 Vgl. I Kor. 1, 30.) [*](2 ἐκείνου? We | 10 f. 132r | 16 f. 132v | 18 ἄλλως1.2, corr. We | > + We | 19 ἀγαπᾷ ὡς θεὸς + We | 27 f.)

571
αγγελικὴν καὶ σωτήριον καὶ ἀδιάδοχον διδασκαλίαν. »καὶ ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσεται, ὥς φησι ὁ σωτήρ, οἱ δὲ λόγοι μουοὐ μὴ »παρέλθωσιν«.

[Οἶδε γὰρ καὶ ὄψις μόνη τοῦ διαφθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα.]

[Διὰ τοῦτο ἂν ἔμιξεν ἡμῖν . . . . καὶ τοῖς δαίμοσι γινόμενοι.]

Προσαίτης ἦν δι᾿ ἀπορίαν τῶν ἀναγκαίων καὶ ἀδυναμίαν. Τι τοιούτους δ᾿ ἂν εὕροις τοὺς ἀπὸ Ἑλλήνων καὶ βαρβάρων τῶν ὠφέλειαν καὶ τὸ πορισμὸν τῆς Χριστοῦ ἀληθείας καὶ τῶν πλουσίων θεωρημά- των αὐτοῦ τὴν γνῶσιν προσαιτοῦντας. οὐ μόνον δὲ ὁ Ἰησοῦς ἀπήλλαξεν αὐτὸν ἀπὸ τῆς τυφλότητος ἀλλὰ καὶ ἀπὸ τοῦ προσαιτεῖν. ἐχαρίσατο γὰρ αὐτῷ ἄμα τοῦ βλέπειν καὶ τὰ πρὸς σωτηρίαν ψυχῆς ἀναγκαῖα. καὶ ἐνταῦθα μὲν ἡ τυφλότης τοῦ προσαιτεῖν αἰτία, ἐν δὲ ταῖς Πράξεσιν ἡ χωλότης.

Εἰ ὁ μὴ τηρῶν τὸ σάββατον οὔκ ἐστιν ἀπὸ θεοῦ, οὐδὲ ἱερεῖς ὑμῶν οἱ τὸ σάββατον διὰ τῆς περιτομῆς βεβηλοῦντες εἰσὶν ἀπὸ τοῦ θεοῦ.

[*](1 Matth. 24, 35. — 6 Vgl. Corder. p. 145, wo das Citat mit Recht auf Chrysostomus ückgeführt ist; es stammt aus hom. 37, 2 [p. VIII, 248 Α Montf.2] — 9 Stammt aus Chrysostomus, h. 46, 3 [VIII, p. 313 D—314 C]. — 12 Vgl. Nr. — 16 Vgl. Joh. 9, 1. — 19 Vgl. Act. 3, 2. — 2.3 Vgl. Nr. LXV.)[*](6 f. 140r | 12 f. 175r | 13–17 „Korrupt” We | 23 f.)
572

Ἀξιόπιστον αὐτὸν ποιήσαντες οὕτω παρεστήσαντο πρὸς τὸ διεψεῦσθαι. ἀνοίγων ὁ χριστὸς τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· οὐ μικροῦ παιδίου ἠνέωξεν ἀλλὰ τελείαν ἡλικίαν ἔχοντος, ἴνα καὶ βλέπῃ καὶ ὡς ἀνὴρ ἀπολογήσηται. τοιοῦτοι δὲ ἦσαν καὶ οἱ λοιποὶ ἀναβλέψαντες τυφλοί.

Τὸ »Οὐκ ἠκούσατε« ἀντὶ τοῦ Οὐκ ἠθελήσατε παραδέξασθαι τὸ λεγόμενον. τὸ δὲ »Τί οὐν πάλιν θέλετε ἀκούειν;« ἰσοδυναμεῖ τῷ Εἰ μὴ παραδέχεσθε τὰ εἰρημένα. τί πάλιν αὐτὰ απαγγέλλεσθαι μάτην ὑμῖν θέλετε;

Εἰ ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, πῶς ἐδίδασκεν ὁ χριστὸς λέγων τοὺς ἁμαρτωλοὺς προσεύχεσθαι· »Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, »ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ωφειλέταις ἡμῶν«. τούτων ἀκούει ὁ θεός τῶν ἐπὶ μετάνοιαν νευόντων, εἰ καὶ μήπω ἐπαύσαντο ἁμαρτάνοντες, καὶ εἰ μὴ ἤκουσεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ πορνῶν ἤσθιεν καὶ ἔπινεν· ἢ ὅτι ὁ περὶ τοιούτων ἔργων εὐχόμενος ὁποῖα ἠν τὰ τοῦ Ἰησοῦ ἔργα ἵν ἐκτελέσῃ τοιαῦτα ὁ θεός, αὐτοῦ ουκ ακουει.

Εἰ πρότερον ἐβάστασαν, καὶ πάλιν ἐβάστασαν. οἶμαι δὲ ὅτι καὶ ὁ κακολογῶν τινα λίθους ἐπ’ αὐτὸν βάλλει. κακῶς δὲ αὐτὸν ἔλεγον καὶ σχίσμα δι᾿ αὐτὸν ἐν τοῖς Ἰουδαίοις ἐγίνετο. πάλιν οὖν τὸ βάρος [*](2 Vgl. Nr. LXVIL — 9 Vgl. Nr. LXVIII. — 15 Vgl. Nr. LXX. — 17 Luk. 6, 4. — 20 Vgl. Mark. 2, 16. — 25 Vgl. Nr, LXXIV.) [*](2 f. 176v | 9 f. 177r | 11 τῷ] τὸ | 15 f. 178r | 19 μετανοία, corr. We | 27 f. 183 r.)

573
τὧν δυσφήμων λόγων οὗτοι βαστάσαντες λίθους λίθους ἐπ᾿ αὐτὸν ἔβαλλον. διὰ τοῦτό φησιν ἡ Σοφία· »Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει«· ὁ δὲ ψαλμῳδός· »Ἡ ἀδικία αὐτοῦ ἐπὶ τὴν κεφαλὴν »αὐτοῦ καταβήσεται«, ὁ δὲ ἄδικος εἰς ὕψος λαλῶν εἰς ὕψος βαλλει.

Ωσπερ εἰς δώδεκα ὥρας διαιρεῖται ἡ ἠμέρα, κατὰ τοῦτο καὶ οἱ δώδεκα πατριάρχαι καὶ ὁ χορὸς τῶν ἀποστόλων ἰσάριθμοι τῶν ὡρῶν τῆς ἡμέρας, ἔχοντες ἥλιον τὸν χριστὸν καὶ θεὸν ἡμῶν, ὅστις καὶ νοητή ἐστιν ἡμέρα, ἐξ οὗ οἱ λόγοι καὶ ὁ τῆς γνώσεως τούτων φωτισμός.

Καὶ πάλιν ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὡς πολλάκις εἴρηται. νῦν δὲ ἐκύρωσαν τὴν γνώμην καὶ † ὡς ἔργον τῷ πράγματι κέχρηνται. πάλιν δὲ ἀνθρωπίνως ἐαυτὸν σώζει, καὶ συνεχῶς ταῦτα ποιεῖ. τὴν δὲ αἰτίαν εἶπεν, ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ, καὶ νῦν ἐπὶ τῆς ἐρήμου διατρίβει ἐν πόλει λεγομένῃ Ἐφραίμ. καὶ ἔμεινε μετὰ τῶν μαθητῶν αὐτοῦ τὸν ἐπιτήδειον καιρὸν ἀναμένων καὶ τῆς ἐκείνων φειδόμενος απωλείας.