Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Κυριώτερον μὲν ἦν εἰπεῖν ἐπὶ τοῦ θεοῦ λόγου τὸ · ἀλλ’ ἐπειδὴ πρὸς διαφορὰν τῆς ἐνανθρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὕπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ >Ἔστιν< τῷ »Ἦν« ἰστέον δὲ ὅτι τὰς κυρίως σημασίας τῶν ῥημάτων τοῦ χρόνου οὐ δεῖ ἐκλαμβάνειν ἐπὶ τῶν ἀιδίων, ἤγουν τὸ »Ἦν« καὶ ἔστιν καὶ ἔσται. ὁ γὰρ θεὸς λόγος καὶ υἱὸς ὢν τοῦ πατρὸς ἀίδιος τυγχάνων θεὸς τὰ ἐπ᾿ αὐτοῦ ῥήματα οὐ μετὰ τοῦ προσσημαίνειν χρόνον ἐκλαμβάνειν δεῖ, μὴ ὢν αὐτὸς ὑπὸ χρόνον· ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνον, ὡς Ἀριστοτέλης φησίν.

Καταλλήλοις τοῖς ῥήμασιν ἐχρήσατο τῷ μὲν »Ἐγένετο« ἐπὶ τῆς σαρκός, τῷ δὲ »Ἠν« ἐπὶ τῆς θεότητος. τὸ δὲ δι’ αὐτοῦ οὐ διακονίας ἕνεκα κεῖται, ἀλλὰ πρὸς τὸν πατέρα συνεργίας, καὶ ὅτι οὐδὲν ὑπεξαιρεῖται τῶν ὄντων τῆς δι᾿ αὐτοῦ ποιήσεως.