Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ μάλιστα διὰ τὴν ἀναγωγὴν κινοῦμαι μήποτε πάντες οἰ θεασάμενοι, τουτέστιν θεωρήσαντες καὶ συνέντες ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν· οἱ μέντοι γε ἀπελθόντες πρὸς τοὺς φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ ἱησοῦς ἐπεὶ μὴ μεμαρτύρηνται ὅτι ἐθεάσαντο, μήποτε τὸ ἐν ἐπαίνῳ λεγόμενον περὶ τῶν πιστευσάντῶν οὐκ ἔσχον, τὸ <Ἐθεάσαντο>.

ἐδύνατο γάρ, εἴπερ καὶ οὗτοι ἐθεάσαντο, γεγράφθαι ὅτι τινὲς ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐθεάσαντο πεποιηκότα τὸν Ἰησοῦν, ἢ ἃ ἐθεάσαντο καὶ ἐποίησεν ὁ Ἱησοῦς.

νυνὶ δὲ τὸ <Ἐθεάσαντο> ἐπὶ τούτῶν μὲν οὐδαμῶς εἴρηται, ἐπὶ δὲ τῶν πιστευσάντων, οἵτινες καὶ ἐλθόντες ἦσαν πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἱησοῦς· δι᾿ οὕς, οἶμαι, καὶ εἶπε τὸ »Ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα »εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«.

ἅμα δὲ καὶ περὶ τούτου πρόσχες εἰ δύνασαι τοὺς ἐλθόντας πρὸς τὴν Μαριὰμ καὶ θεασαμένους ἃ ἐποίησεν ὁ Ἰησοῦς καὶ πιστεύσαντας εἰς αὐτὸν μόνους [*](2 Joh. 11, 46. — 5 Vgl. Joh. 11, 45. — 13 Joh. 11, 47. — 14 Vgl. Joh. 11, 45. — 16 Joh, 11, 46. — 20 Joh. 11, 45. — 33 Joh. 11, 42.) [*](8. 12 ἐπαγγελίας, corr. We | 10 προσηρέθισαν? We; V hat πρὸς mit 11 ἐγείροντες verbunden | 13 ἐπἐφέρεται | 19 μαρίαν | 26 [ἐν ἐπαί]νω a. Ras. | 35 δύνασαι] σαντας a. Ras.)

402
λέγειν, ἅτε καὶ πολλοὺς ὄντας, ὅτι οὗτοι ἦσαν ὁ περιεστὼς τὸν Ἰησοῦν ὄχλος, δι᾿ ὃν εἶπεν τὸ »Πάτερ, εὐχαριστῶ σοι ἅτι ἤκουσάς »μου· ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«.

εἰ γὰρ ταῦτα »διὰ »τὸν ἄχλον τὸν περιεστῶτα« εἶπεν, ἵνα πιστεύσωσιν ὅτι ὀ πατὴρ αὐτὸν ἀπέστειλεν, καὶ λέγων διὰ τοῦτο τινος ἐξ αὐτῶν τῷ πατρὶ ἔλεγεν, ὡσεί τις τῶν τὰ μέλλοντα ἀγνοούντων ἀνθρώπων, »ἀλλὰ »διὰ τὸν ἄχλον τὸν περιεστῶτα, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστει- »λας«· μήποτε οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν καὶ πιστεύσαντες εἰς αὐτόν, μόνοι ἦσαν ἁ περιεστὼς τὸν Ἰησοῦν ἄχλος οἰ δὲ λοιποὶ οὔτε ἐθεάσαντο, ἅ ἐποίησεν, οὔτε περιειστήκεισαν αὐτόν.

11, 47-48 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοπυμεν ὄτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσωσιν εἰς αὐτόν, καὶ ἐλεύσουνται οἱ ‘Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.

ΧΙΙ. Ὡς πρὸς τὸ ἡρτὸν οἱ φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἑώρων ὅτι διὰ τὸ μέγεθος ὦν πεποιήκει τεραστίων δυνάμεων ὁ Ἰησοῦς δυνατὸν ἦν καὶ πάντα τὸν λαὸν τῶν Ἰουδαίων ὑπαχθῆναι τῇ εἰς αὐτὸν πίστει καὶ ὑπαχθέντα καταφρονὴσαι τῆς ἐν τῷ τόπῳ σωματικῆς λευϊτικῆς καὶ ἱερατικῆς λατρείας, ὥστ᾿ ἂν πρόφασιν τὸ τοιοῦτον γενέσθαι τοῦ, ἅτε μὴ περιεπόντων τὸν τόπον Ἰουδαίων, ‘Ρωμαίοις ὑπὸ τοῦ σωτῆρος γενέσθαι καὶ τὸν νομιζόμενον παρ᾿ ἐκείνοις ἱερὸν τόπον καὶ πᾶν τὸ ἔθνος Ἰουδαίων, οὐκτι παντὶ τρόπῳ τηρεῖν ἐθελόντων τὴν περὶ τοῦ Ἰουδαίους ἑαυτοὺς εἶναι ὁμολογίαν.

εἶτ᾿ ἐπεὶ πάντων προέχρινον τὴν λατρείαν καὶ τὸν τόπον καὶ τὴν τοῦ ἔθνους σύστασιν τῶν νομισθέντων ἂν εἶναι κρειττόνων παρὰ ταῦτα, διὰ τοῦτο σκοποῦσιν κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν μὴ ἐάσωσιν ζῆν .

ὡς δ᾿ αὔτως οἶμαι καὶ ἐπὶ καθαιρέσει τῆς δόξης αὐτοῦ εἰρηκέναι τὸ »Οὗτος ὁ ἄνθρωπος«· ἠπίστουν γὰρ τοῖς καὶ ἀνωτέρω εἰρημένοις περὶ τοῦ θεὸν αὐτὸν εἶναι. ἡνίκα λιθάζειν αὐτὸν ἐβούλοντο ὡς περὶ [*](2 Joh. 11, 41 f. — 7 Joh. 11, 42. — 9 Vgl. Joh. 11, 45. — 31 Joh. 11, 47.) [*](4 τὸν + V | 7 τὸ μέλλον|τὸ (τὰ?), μέλλον fast ganz verblichen, corr. Br | ἀγνοούντων durch Wasser weggewaschen | 15 πιστεύσωσιν M mit LXΔ 1. 33. 69. GH, πιστεύσουσιν V Ausgg. mit BℵaAD rell., πιστεύουσιν ℵ* | 25 ἑρὸν] εἰρημένον, corr. Pr, vgl. S. 403, 22 ἑρωμένον? We | οὐκ ἐπὶ, corr. We | 26 Ἰουδαίους] ους a. Ras. | 31 ἠπί[στουν γὰρ] nur noch geringe Spuren | 32 λιθάζειν] ζειν verschwunden.)

403
βλασφημίας, λέγοντες αὐτῷ ὅτι »Μὺ ἄνθρωπος ὤν ποιεῖς σεαυτὸν »θεόν«, ὅτε κατὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἀπεκρίνατο, διδάσκων ὅτι πᾶς πρὸς ὃν ὁ λόγος τοῦ θεοῦ ἐγένετο θεὸς λέγεται ὑπὸ τοῦ θεοῦ, μὴ δυναμένης λυθῆναι καὶ καταλυθῆναι τῆς τοῦτο ἀποφηναμένης προφητικῆς γραφῆς.

ἔσταιν δὲ ἐκ τῶν λεγομένων ἀπὸ τῶν φαρισαίων καὶ τῶν ἀρχιερέων κατανοῆσαι αὐτῶν καὶ τὸ τῆς κακίας ἀνομολογούμενον καὶ τυφλόν· ἀνομοκογούμενον μέν, ὅτι ἐμαρτύρουν αὐτῷ καὶ πολλὰ πεποιηκέναι σημεῖα καὶ δύνασθαι τῷ τοσαῦτα σημεῖα πεποιηκότι ἐπιβουλεῦσαι, ὡς μηδὲν ὐπὲρ ἑαυτοῦ ἐν τῷ τοσαῦτα ἐπιβουλεύεσθαι βουλεύεσθαι δυναμένῳ· τυφλὸν δὲ οὐδὲν ἧττον καὶ αὐτὸ τοῦτο ἦν· κατὰ γὰρ τὸν πολλὰ ποιοῦντα σημεῖα ἦν τὸ κρείττον᾿ εἶναι τῆς ἐπιβουλῆς τῶν ἀφιέναι αὐτὸν μὴ θελόντων· εἰ μὴ ἄρα καὶ ἐπίστευον ὅτι ποιεῖ σημεῖα, διὰ τοῦτο μὴ πάντα αὐτὸν δυνηθῆναι, δυνάμεως· ὥστε διὰ τοῦτο μὴ πάντα αὐτ[ον δυνηθῆναι, μηδὲ αὑτὸν ῥύσασθαι ἀπὸ τῆς ἐξ ἐκείνων ἐπιβουλῆς.

ἐκεῖνοι μὲν οὖν ἐσκόπουν μὴ ἀφιέναι αὐτόν, οἰόμενοι διὰ τοῦτο ἐμποδίσειν τοῖς πιστεύουσιν σἰς αὐτὸν καὶ ‘Ρωμαίοις, μέλλουσιν αἴρειν αὐτῶν τὸν τόπον καὶ τὸ ἔθνος.

ἀλλ'ἐπὶ »Κύριος διασεκδάζει βουλὰ ἐθνῶν καὶ ἀθετεῖ λο- »γισμοὺς λαῶν«, οὐδὲν ἧττον καὶ οὺκ αφῆκαν αὐτόν, καὶ ὁ θεὸς αὐτὸν ἀνέστησεν καὶ ἀφῆκεν καὶ πάντα τὰ ἔθην ἐδούλευσαν αὐτῷ καὶ ελθόντες οἱ ‘Ρωμαῖοι ἦραν αὐτῶν τὸν τόπον.

ποῦ γὰρ ὅ φασιν ἐκεῖνοι ἁγίασμα; ἦραν δὲ καὶ τὸ ἔθνος, ἐκβάλλοντες αὐτοὺς ἀπὸ τοῦ τόπου καὶ μόγις ἐπιτρέψαντες αὐτοῖς εἶναι ὅπου βούλονται καὶ ἐν τῇ διασπορᾲ.

Εἰ δὲ χρὴ τολμὴσαι καὶ εἰς ἀναγωγὴν τῶν κατὰ τὰ ῥήματα ταῦτα., φήσομεν ὅτι τὸν τόπον τῶν ἐκ περιτομῆς ἔλαβον τὰ ἔθνη· »Τῷ γὰρ ἐκείνων παραπτώματι σωτηρία γέγονεν τοῖς ἔθνεσιν, εἰς »τὸ παραζηλῶσαι αὐτούς«· εἰς δὲ τὰ ἔθην ‘Ρωμαῖοι παρελήφθησαν, ἀπὸ τῶν βασιλευόντων οἱ βασιλευόμενοι ἀνομασθέντες.

καὶ τὸ ἔθνος δὲ ὑπὸ τῶν ἐξ ἐθνῶν ἠρθη· γέγονε γὰρ ὁ λαὸς οὐ λαός, καὶ οἱ ἐξ Ἰσραὴλ οὐκέτι εἰδὶν Ἰσραήλ, καὶ τὸ σπέρμα οὐκ ἔφθασεν ἐπὶ τὸ γενέσθαι αὐτοὺς τέκνα· καὶ τούτων αἴτιον τὰ πολλὰ τοῦ Ἰησοῦσημεῖα, καὶ ὅτι ἀφῆκεν αὐτὸν ὁ πατήρ, κρείττονα γενόμενον τῆς τῶν ἀρχιερέων καὶ φαρισαίων συνεδρευσάντων κατ᾿ αὐτοῦ ἐπιβουλῆς. [*](1 JOh. 10, 33. — 8 Vgl. 11, 47. — 55 Vgl. Joh. 11, 48. — 18 Ps. 32, 10. — 20 Vgl. Ps. 71, 2. — 27 Röm. 11, 11. — 30 Vgl. I Petr. 2, 10. — 31 Vgl. Röm. 9, 6 f.) [*](1 ποιεῖς kaum lesbar | σεσυτὸν V] M scheint ἑαυτὸν z. l. wie 69. GUΛ | 2 διδ[άσκων] verschwunden | 4 [δυν]αμένης verblasst | καὶ ü. s. Z. | 6 καὶ 1 verblasst 10 τυφλῶ, corr. V | 11 κρεῖττον Μ, κρείττονα We.)

404

ἀρχιερεῖς δὲ καὶ πᾶσα ἡ σωματικὴ ἐν Ἰουδαίοις λατρεία Φαρισαῖοί τε καὶ πᾶσα ἡ κατὰ τὸ γράμμα τοῦ νόμου διδασκαλία ἐπιβουλεύει Ἰησοῦ, τῇ ἀληθείᾳ, καὶ βούλεται ὁ τύπος, ἵνα ὑφεστήκῃ, ἐμποδίζειν τῇ φανερώσει τῆς ἀληθείας, καὶ ὥσπερ ἡ σὰρξ [καὶ] κατὰ τοῦ το ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος.

ἀλλ’ ἰσχυρότερον ὂν τὸ ἐπιθυμοῦν κατὰ τῆς σαρκὸς πνεῦμα καὶ ἡ ἀληθὴς τοῦ σωτῆτος ἡμῶν ἀρχιεωσύνη καὶ ἡ πνευματικὴ αὐτοῦ διδασκαλία διαλύει τὸ τῶν κατ’ αὐτοῦ βουλευομένων ἀρχιερέων καὶ Θαρισαίων συνέδριον.

ταῦτα δὲ ὑποληπτέον καὶ νῦν γίνεσθαι, ὅπερ ἔστιν ιδεῖν ἐν τοῖς διὰ τῆς τοῦ σωματικοῦ Ἰουδαϊσμοῦ συστάσεως [καὶ] κατὰλύειν ἐθέλουσιν τὴν πνευματικὴν Χριστοῦ διδασκαλίαν.

11, 49-51 δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ένιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοὺ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνἤσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.

ΧΙΙΙ. Οὐχὶ εἴ τις προφητεύει, προφήτης ἐστὶν ἐκεῖνος., ὁ γοῦν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτεθσεν μὲν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν, οὐ μὴν καὶ προφήτης ἦν.

εἰ δὲ καὶ Βαλαὰμ προεφήτευσεν τὰ ἐν τοῖς Ἀριθμοῖς ἀναγεγραμμένα φάσκων· »Τὸ ῥῆμα »ὃ ἐἀν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω«, καὶ εἰπὼν τὰ ἀπὸ τοῦ· »'Εκ Μεσοποταμίας μετεπέμψατό με« καὶ τὰ ἑξῆς, σαφὲς ὅτι προφήτης οὐκ ἦν· μάντις γὰρ εἶναι ἐναγέγραπται.

εἴ τις μὲν οὔν προφήτης ἐστίν, πάντως προφητεύει· εἰ δέ τις προφητεύει, οὐ πάντως ἐστσὶν προφήτης.