Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Μετὰ τοῦτο διὰ τὸ »Ἐξῆλθεν ὁ τεθνηκὼς δεδμένος »τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις« λεκτέον ὅτι διαφορά ἐστι καὶ τῶν δεδεμένων τοὺς πόδας καὶ τὰς χεῖρας, καὶ οὐ ταὐτόν ἐστιν τὴν ἀρχὴν τοῦ δεδέσθαι ἐκ τοῦ νενεκρῶσθαι εἰληφέναι,ὥστε καὶ τοὺς δεσμοὺς ἐπιφέρεσθαι τὸ ὄνομα τῆς νεκρότητος (νῦν γὰρ αἱ κειρίαι νεκρῶν εἰσιν δεσμοί), τῷ τὸ δεδέσθαι κρίσει κυρίου γενέσθαι, [*](17 Vgl. S. 397, 20 ff. — 19 Joh. 11, 44. —28 Vgl. II Kor. 3, 14 ff. — 29 Vgl. Joh. 12, 2. — 31 Joh. 11, 44.) [*](1 τοιοῦτοι | 2 ἐπακούση |13 ἔτι |15 ff. „sehr korrupt; μὴ μόνον (vgl. S. 397, 13) hat keinenGegensatz, τῆς ζωῆς καὶ τῷ ἐξ. lässtsich nichtkonstr.; λέγει jedenfalls Nachsatz zu 15 ἐπεί “ We | 17 τῷ] τοῦ, corr. Br. | 33 τῶν ü. d. Z. | καὶ οὐ + V | 136 τὸ + We.)

399
τοῦ εἰσελθόντος θεάσασθαι τοὺς ἀνακειμένους καὶ ἰδόντος τὸν μὴ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ περὶ αὐτοῦ εἰπόντος· »Δήσαντες »αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώ- »τερον «.

ἔστιν δέ τι ἐν τῷ τόπῳ δεόμενον διακρίσεως, ἐν τῷ »Καὶ »ἡ ὄψις αὐτοῦ σουσαρίῳ περιεδέδετο« καὶ ἐν τῷ κάλυμμα ἐπικεῖσθαι τῷ προσώπῳ Μωσέως, ἡνίκα ἐλάλει τῷ λαῷ· τὸ μὲν γὰρ ἐπικείμενον τῇ ὄψει τοῦ Λαζάρου σουδάριον ἐκάλυπτεν αὐτοῦ νενεκρωμένας τὰς ὁράσεις· τὸ δὲ Μωσέως κάλυμμα κατ᾿ οἰκονομίαν ἦν τῷ προσώπῳ αὐτοῦ περικείμενον διὰ τοὺς μὴ χωροῦντας ἀπὸ τοῦ λαοῦ ἐνορᾶν τῇ δόξῃ αὐτοῦ.

ζητήσεις δὲ περὶ τοῦ μὴ ἐνδεδυμένου ἔνδυμα μάμου, περὶ οὗ εἴρηται· »Δήσαντες αὐτὸν ποδῶν καὶ χειρῶν, »ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον« πότερον εἰσαεὶ μένειν δεδεμένος καὶ ἐν τῷ ἐξωτέρω σκότῳ (οὐ γὰρ πρόσκειται τὸ »Εἰς τὸν αἰῶνα« ἢ »Εἰς τοὺς αἰῶνας«), ἢ λυθήσεταί ποτε.

οὐ γὰρ ἐμφαίνεται ἐκ τῆς περὶ αὐτοῦ λέξεως τινὰ περὶ ἀπολύσεως ἐσομένης γεγραμμένα περὶ αὐτοῦ.

οὐ δοκεῖ δέ μοι ἀσφαλὲς εἶναι μὴ καταλαβόντα ὁτιποτοῦν, μάλιστα τῷ μὴ γεγράφθαι περὶ αὐτοῦ, ἀποφήνασθαι.

ζητήσεις δὲ διὰ τὸ »Δέγει Ἰησοῦς αὐτοῖς· Λύσατε αὐτόν« τίσιν αὐτοῖς; οὔτε γὰρ ὅτι μαθηταῖς ἀναγέγραπται οὐθ᾿ ὅτι τῷ περιεστῶτι ὄχλῳ, ἀλλ᾿ οὐδὲ ὅτι τοῖς μετὰ τῆς Μαρίας οῦσιν Ἰουδαίιοις καὶ παραμυθουμένοις αὐτήν· ὑπονοήσαι δ᾿ ἄν τις διὰ τὸ »Ἄγγελοι προσῆλθον καὶ δινκόνουν αὐτῷ« καὶ διὰ τὴν κατὰ τὸν τόπον ἀναγωγήν, ὅτι μήποτε κἀκείνοις δύναταιι εἰρῆσθαι τὸ »Λύ- »σατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν«.

ΙΧ. Ἔτι ζητῶ εἰ πεπλήρωκεν ὁ Ἰησοῦς τὸ ἐπιφερόμενον τῷ »Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται«, τὸ »Αλλὰ πορεύομαι, ἵνα »ἐξυπνίσω αὐτόν«.

ἐφίστημι οὖν μήποτε ἐν τῷ εἰρηκέναι αὐτὸν φωνῇ μεγάλῃ κραυγάσαντα· »Λάζαρε, δεῦρο ἔξω« (ἡ γὰρ εμγάλη φωνὴ καὶ ἠ κραυγὴ οὐκ ἄν ἀτόπως λέγοιτο ἐξυπνικέναι αὐτόν) καὶ ἤδη δύνασθαι ἀποφήνασθαι ἐν τούτῳ μᾶλλον πεπληρῶσθαι τὸ »Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν «, ἤτερ ἐν τῷ τῆς εὐχῆς τοῦ υἱοῦ ἀκούσαντος τὸν πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα·

εἴποι γὰρ ἄν τις ὅτι ὁ μὲν ἀκούσας εὐξαμένου τοῦ υἱοῦ πατὴρ ἐκ νεκρῶν τὸν Λάζαρον ἀνέστησεν· ὁ δὲ εἰπὼν φωνῇ μεγάρῃ καὶ κραυγάςας· »Λάζαρε, δεῦρο [*](1 Vgl. Matth. 22, 11. — 2 Matth. 22, 13. — 4 Joh. 11, 44. — 5 Vgl. Exod. 34, 33. — 7 Joh. 11, 44. — 11 Matth. 22, 13. — 18 Joh. 11, 44. — 20 Vgl. Joh. 11, 19. — 22 Matth. 4, 11. — 26 Joh. 11, 11. 44. — 28 Joh. 11, 43. — 31 Joh. 11, 11. — 35 Joh. 11, 43.) [*](10 μὴ + V | 12 εἰαεὶ |15 τινὰ We] τὰ |17 /ἔτιποτὀυν |29. 30 καὶ εἰ δεῖ abgebröckelt | 30 ἤδη] εἰ δεῖ,corr. Pr. | τὸ πορεύοξμαι abgebröckelt | 32 ἀκούσαντα, corr. We | τὸν πατέρα abgebröckelt | 35 [κραυ]γάσας abgebröckelt.)

400
»ἔξω« ἐπλήρωσεν ὅ προεπηγγείλατο· »Ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω »αὐτόν.«

καὶ ὁ τοὐτό γε κατασκευάζων, διαφορὰν διδοὺς τοῦ »Λάζαρος »ὁ φιός ἡμῶν κακοίμηται« καὶ τοῦ »Λάζαρος ἀπέθανεν«, ἐρεῖ ὅι πρὸς μὲν τὸ »Κεκοίμηται« ἐπηγγείλατο εἰπών· »Ἀλλὰ πορεύομαι »ἵνα ἐξυπνίσω αὐτόν«· πρὸς δὲ τὸ »Ἀπέθανεν« οὐκ ἀποδέδωκεν τὸ >Πορεύομαι, ἵνα ἀναστήσω αὐτὸν ἐκ νεκρῶν<.

ἀλλὰ ὁ λύων τὴν ἐν τούτοις δοκοῦσαν εἶναι διαφορὰν καὶ διδους τὴν τοῦ Λαζάρου ἐκνεκρῶν ἀνάστασιν κοινὸν ἔργον γεγονέναι υἱοῦ τοῦ εὐξαμένου καὶ πατρὸς τοῦ ἐπακούσαντος χρήσεται καὶ τῷ εἰρημένῳ ὑπὸ τοῦ κυρίου πρὸς τὴν Μάρθαν λέγοντος· »Ἐγώ εἰμι ἠ ἀνάστασις καὶ ἡ »ζωή«, παραθήσεται δὲ καὶ τὸ »Ὣσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς » νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὕς θέλει ζωοποιεῖ.«

11, 45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν.

Καὶ τίνα γε οὐκ ἂν κινήσαι πρὸς τὸ πιστεὐσαι τῷ τοῦ Ἰησοῦ κηρύγματι καὶ ἀληθῶς, ὡσπερεὶ ἐκ νεκρότητος καὶ δυσωδίας, τῶν πάνυ ὑπὸ τῆς κακίας καταβεβαπτικσμένων, ἀκροτάτῃ μεταβολῇ ἀσποεισαμένων τῇ προστάξει καὶ συνεργείᾳ τοῦ λόγου οὐ μόνον τὴν ἀπὸ τῆς ἁμαρτίας πολλὴν δυσωδδίαν ἀλλὰ καὶ τοὺς κατέχοντας δεσμοὺς τὴν πορευτικὴν καὶ τὴν δραστικὴν τῆς ψυχῆς δύνανιν, ἔτι δὲ χωρὶς τούτων καὶ τὴν θεωρητικήν;

καταπλαγέντες γὰρ οἱ ἰδόντες τὸν Ἰησοῦν ἐν τοῖς τοτούτοις τοσοῦτον δεδυνημένον, οἱ αὐχοῦντες μὲν περὶ λόγον ἀσχολεῖσθαι θεοῦ, τὸ πλήρωμα δὲ τοῦ λόγου μηδέπω παραδεξάμενοι, καὶ πιστεύσαιεν ἂν μάλιστα ὅσοι ἐληλύθασιν ὡς ἐπὶ ωεκρῷ καὶ πάντη ἀπεγνωσμένῳ καὶ αὐτοὶ ἀπογνόντες τὸν τοιοῦτον, παραμυθήσασθαι τὴν ἐπὶ τῇ ἐκπτώσει τοῦ ἀδελφοῦ ἀδυνωμένην· δι᾿ οὓς τάχα πλέον ἢ διὰ τὸν ταῦτα παθόντα ἐλθὼν ἐπὶ τὸ σπήλαιον τοῦ νεκροῦ »Ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ »σοι, ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«.

ὅτι γὰρ διὰ τούτους μᾶλλον ἢ τὸν Λάζαρον ταύτην ἀνεφθέγξατο πρὸς τὸν πατέρα τὴν εὐχαριστίαν δῆλον ἐκ τοῦ »Ἀλλὰ διὰ τὸν ἄχλον τὸν περιε- »στῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«.

ἐπραγματεύσατο οὖν περὶ τοῦ Λαζάρου διὰ τὸν περιεστῶτα ὄχλον, ἵν᾿ οἱ πολλοὶ τῶν Ἰουδαίων ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεσσάμενοι ἃ ἐποίησεν πιστεύσωσιν εἰς αὐτόν.

[*](1 Joh. 11 44. — 3 Joh. 11, 14. — 4 Joh. 11, 11. 14. — 10 Joh. 11, 25. — 11 Joh. 5, 21. — 28 Joh. 11, 41 f. — 31 Joh. 11, 42.)[*](14 ἐποίησεν] ὁ Ἰησοῦς V mit ϛC2DXΔΚ al. Doch vgl. S. 401, 6. 19. Dagegen 402, 19 f. | 21`ἰδόντες] εἰδοντες Μ, εἰδότες V.)
401

Ἀλλὰ ἄκουε καὶ περὶ τούτων, μὴ μόνον σωματικώτερον· »Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς φαρισαίους καὶ »εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς«.

ἐχει μέν τι ἡ λέξις ἀμφίβολον, πότερον οἱ ἀπελθόντες πρὸς τοὺς φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς ἀπὸ τῶν πολλῶν Ἰουδαίων ἦσαν, τῶν θεασαμένων ἃ ἐποίησεν καὶ πιστευσάντων εἰς αὐτόν, βουλόμενοι καὶ τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτὸν δυσωπῆσαι διὰ τῆς περὶ τοῦ λαζάρου ἀπαγγελίας· ἢ οἱ λοιποὶ παρὰ τοὺς πολλοὺς καὶ πισετεύσαντας, σαντας, ὡς μὴ κινηθέντες ἐκ τοῦ γενομένου εἰς τὴν περὶ Ἰησοῦ πίστιν, ὅτι τὸ ὅσον ἐφ᾿ ἑαυτοῖς καὶ πρὸς * κατ᾿ αὐτοῦ τοὺς φαρισαίους τὸν ἐν αὐτοῖς πονηρὸν ζῆλον ἐγείροντες διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας.

καὶ δοκεῖ μοι τοῦτο μᾶλλον βούλεσθαι σημαίνειν ὁ εὐαγγελιστής.

διὸ καὶ ἐπιφέρεται τὸ »Συνήγαγον οὖν οἱ ἀρχιερεῖς »καὶ οἱ φαρισαῖοι« καὶ τὰ ἑξῆς. πολλοὺς μὲν οὖν εἶπεν τοὺς διὰ τὸ θεάσασθαι τὰ περὶ τὸν Λάζαρον πιστεύσαντας· ὡσπερεὶ δὲ ὀλιγωτέρους ἔφησεν εἶναι τοὺς μὴ τοιούτους, εἰπών· »Τινὲς δὲ ἐξ αὐτῶν ἀπηλθον «καὶ τὰ ἑξῆς.

προόσχες δὲ κα]τοῖς λεχθησομένοις εἰ δύναται ἡμᾶς κινῆσαι πρὸς τῶν ἐλθόντων πρὸς τὴν Μαριὰμ καὶ θεσαμένων ἃ ἐπόίησεν, ἐπίστευσαν εἰς αὐτόν· γέγραπται δέ· »Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων »οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν έπίστευσαν εἰς »αὐτόν«.