Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

>σωμὴρ< μέντοι γε Ἑβραῖοι λέγουσι τὸν >φύλακα<, δὲ καὶ τοὺς Σαμαρεῖς πρῶτον ὠνομάσθαι παραδιδόαδι διὰ τὸ ὑπὸ τοῦ τῶν Ἀσσυρίων βασιλέως φύλακας αὐτοὺς πεπέμφθαι τῆς γῆς Ἰσραὴλ μετὰ τὴν αἰχμαλωσίαν, τοῦ ἐτέρου παρὰ τὸν Ἰούδαν Ἱσραὴλ διὰ τὰς πολλὰς ἁμαρτίας αἰχμαλωτευθέντος εἰς τοὺς Ἀσσυρίους.

VIII, 49f. Ἀπεκρίθη Ἱησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἐχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. ἐγὼ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.

Εἰ τὸ πεφυτευμένον ξύλον »παρὰ τὰς διεξόδους »τῶν ὑδάτων« τοιοῦτόν ἐστιν, ὡς τὸν καρπὸν αὐτοῦ διδόναι »ἐν »καιρῷ αὐτοῦ« καὶ μηδὲ φύλλον αὐτοῦ ἀπορρεῖν ἀλλὰ πάντα ὅσα ἂν ποιῇ κατευοδοῦσθαι, τί νομιστέον περὶ τοῦ σωτῆρος ἡμῶν Ἱησοῦ ἢ ὅτι αὐτὸς ὢν τὸ ξύλον τῆς ζωῆς κατὰ τὸ εἶναι σοφία καὶ τὴν σοφίαν εἶναι »ξύλον ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς«, καὶ καρποφορεῖ καὶ τὰ ἕτερα παρὰ τοὺς καρποὺς φύλλα τοιαῦτα ἔχει ὡς μηδὲ ἓν αὐτῶν ἀπορρεῖν;

διὰ τοῦτο οὐδένα τοῦ Ἰησοῦ λόγον, καὶ ταῦτα ἀναγραφῆς ἀξιωθέντα ὑπὸ τῶν ἁγίων μαθητῶν αὐτοῦ, ὡς ἔτυχεν ἐκδεκτέον· ἀλλὰ πᾶσαν βάσανον καὶ τοῖς νομιζομένοις εἶναι σαφέσιν προσακτέον, οὐκ ἀπογινώσκοντα ὅτι καὶ περὶ τὸν ἀνυπονόητον καὶ ἁπλοῦν εἶναι νομισθέντα λόγον αὐτοῦ εὑρεθήσεται τοῖς ὀρθῶς ζητοῦ- σιν ἄξιόν τι τοῦ ἱεροῦ στόματος ἐκείνου.

εἰ δέ που μὴ εὑρίσκομεν, ἡμᾶς καὶ οὐ τὸν λόγον τοῦ Ἰησοῦ αἰτιατέον ὡς οὐ πνέοντα τῶν ἐκ πληρώματος μεστῶν ἀληθείας καὶ σοφίας δογμάτων.

Ταῦτα δέ μοι εἴρηται βουλομένῳ ἐξετάσαι τὸ »Ἐγὼ δαιμόνιον »οὐκ ἔχω«, δἰ οὗ διδασκόμεθα πάντες οἱ τῷ εὐαγγελίῳ ἐντυγχάνοντες πρᾶγμα ὃ οὐχὶ ᾔδειμεν καὶ πρὶν ἐντυχεῖν τῷ εὐαγγελίῳ. τί δὲ τοῦτό ἐστιν ἤδη κατανοητέον.

ἀρέσκει κατὰ τὰς γραφὰς τοὺς ἀμαρτάνον- [*](4 Ps. 120, 4 (ART). — 5 Ps. 114, — 8 Vgl. II ön. 17. — 14 Vgl. Ps. 1, 3. — 19 Prov. 3, 18. — 25 Vgl. Matth. 7, 7. — 29 Job. 8, 49.) [*](3 αἰτῶ, corr. V | 4 καὶ Ζ. str.? We | τὸ + Pr | 5 ἰσδραὴλ | 6 σωμήρ = die Übersetzung stammt nicht aus dem Onomasticum, sondern aus den hebr. Sprach- kenntnissen des Origenes; vgl. hom. in Ez. IX, 1 | 8 τοῦ + We | 13 τὴν δ. zweimal geschrieben | 19 εἶναι ξύλον zweimal geschrieben 31 8 οὐχὶ] οὐχο, corr. We.)

376
τας τὰ πολλὰ ποιεῖν παρὰ τὸν λόγον οὐ δἰ ἄλλο ἢ τῷ δεκτικοὺς αὐτοὺς γεγονέναι ἐνεργείας πονηροῦ πνεύματος ἢ θελήματος ἀκαθάρτοὺς δαιμονίου.

οὐκ ὤκνησαν οὖν καὶ τὰ νομισθέντα ἂν ἐλάχιστα εἶναι τῶν ἁμαρτημάτων δαιμονίοις προσάψαι οἱ φήσαντες τὴν ὀξυχολίαν χολίαν δαιμόνιον εἶναι, ὀμοίως δὲ καὶ τὴν καταλαλιάν.

εἰκὸς δὲ καὶ ἄλλα μυρία δαιμονίων φαντασιούντων ἡμᾶς καὶ ἐνεργούντων κατὰ τὸ ἐκείνων θέλημα ποιεῖν· καὶ ἔστιν ἐν ἁνθρώποις ὥσπερ οὐδεὶς »καθαρὸς ἀπὸ ῥύπου«, καὶ οὐδεὶς »δίκαιος ἐπὶ τῆς γῆς ὃς »ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται«, οὕτω καὶ οὐδεὶς ἀεὶ ἀπὸ δαιμονίων καθαρεύσας καὶ μηδέποτε γενόμενος τῆς ἀπὸ τούτων ἐνεργείας ἀνεπέδεκτος.

διόπερ ἀλληγοροῦντες τὰς ἐν τῷ εὐαγγελίῳ θεραπείας, ἐν αἷς εἰσιν καὶ τῶν δαιμονίων ἀπελάσεις, ἐροῦμεν πάντων ἀεὶ ἀπελαύνεσθαι ὑπὸ τος δαίμονας ὑπὸ Ἱησοῦ τῶν παρὰ τὸ τεθεραπεῦσθαι ὑπὸ τοῦ λόγου μηκέτι παραδεχομένων τὰς τῶν δαιμόνων ἐνεργείας.

μόνου τοίνυν νομίζω εἶναι Ἰησοῦ φωνήν, τοῦ μόνου ἀπεκδυσαμένου τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ δειγματίσαντος ἐν παρρησίᾳ καὶ θριαμβεύσαντος ἐν ξύλῳ, τρόπαιον κατὰ πάσης ἀντικειμένης δυνάμεως τὸν σταυρὸν στήσαντος, ὥσπερ τὸ »Ἔρχεται »ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν«, οὕτως καὶ τὸ >ἐγὼ δαιμόνιον οὔτε ἔσχον οὔτε ἔχω οὔτε ἕξω<.

τὴν δὲ φωνὴν δυνάμεθα μὲν καὶ ἡμεῖς προενέγκασθαι καὶ λέγειν· » Δαιμόνιον »οὐκ ἔχω«, ἀλλ᾿ ἐλεγχθησόμεθα ὁμοίως τοῖς ἀρνγσαμένοις περὶ τοῦ δαιμονᾶν καὶ ἐν αὐτοῖς τοῖς πράγμασιν ἀποδειχθεῖσιν ὅτι ἐψεύσαντο.

ἢ οὐκ ἔλεγχος τοῦ δαιμονᾶν ἡμᾶς ὅταν μεμηνότων κατάστασιν ἔχοντες βοῶμεν, ἀπὸ θυμοῦ καὶ ὀργῆς φλεγόμενοι, ἢ λελυττηκότες, καὶ ὡσπερεὶ χρεμετίζοντες κἀν ταῖς ἰδίαις γαμεταῖς δίκην ἵππων θηλυμανῶν ἐπιβαίνωμεν, ἐκβάλλοντες τοὺς περὶ ἀπαθείας λόγους θεοῦ εἰς τὰ ὀπίσω;

ἀλλὰ κἂν ταπεινοὶ καὶ συννεφεῖς ὑπὸ τῆς λύπης καθελκόμενοι καὶ τὸ ἴδιον τῶν λογικῶν γαῦρον ἀπολέσαντες ἐπιλανθανώμεθα τοῦ ἄνευ θεοῦ στρούθιον μὴ πίπτειν εἰς παγίδα καὶ τοῦ δίκαια εἶναι τὰ περὶ ἑνὸς ἑκάστου τῶν συμβαινόντων ἀνθρώποις κρίματα, τί φήσομεν ἢ ὅτι καὶ τοῦ δαιμονίου ἡμᾶς νικήσαντος καὶ τὸ ἡγεμονικὸν ἡμῶν θολώσαντος ταῦτα πάσχομεν;

ἀλλὰ καὶ φόβοι τῶν οὐ φοβερῶν καὶ περιχάρειαι ἐπὶ τοῖς μηδενὸς ἀξίοις τίνων ἂν εἴη ἐνεργήματα ἢ δαιμόνων πληρωσάντων τοὺς μὴ δυναμένους μετὰ [*](8 Vgl. Hiob 14, 4. — Pred. Sal. 7, 21 (20).— 16 Vgl. Kol. 2, 15. — 18 Job. 14, 30. — 26 Vgl. Jer. 5, 8. — 30 Vgl. Matth. 10, 29.) [*](3 καὶ τὰ] κατὰ, corr. Ausgg. | 4 προσάψαι] ο a. Ras. sehr weit (an Stelle V. c. 3—4 Βchst.) gescbr. | 18 Zu d. Citat s. o. zu S. 368, 33 | 22 ἀρνησομένοις, corr. We | 24 ἔλεγχον, corr. V | 27 ἐπιβαίνομεν, corr. Pr | 29 ἐπιλανθανόμεθα, corr. We | 32 τί] ὅτι Μ.)

377
ἀληθείας λέγειν· »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«;

ἀλλ᾿ εἰκός τινα τοὺς ἁγίους πατριάρχας, ἢ τὸν ἱερὸν θεράποντα ἢ τοὺς θαυμασίους προφήας ἢ τοὺς δυνατωτάτους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἀποστόλους φέροντα εἰς τὴν ἐξέτασιν δυσωπήσειν ἡμᾶς, ὡς ἄρα καὶ οὑτοι εἴποιεν ἂν ὁμοίως τῷ Ἰησοῦ τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«. πρὸς οὓς ἔστιν εἰπεῖν· ἀρα καὶ οὑτοί ποτε ἥμαρτον, ἢ ψεῦδος τὸ »Πάντες »γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ«, καὶ οὐκ ἀληθὲς τὸ »Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου« οὐδὲ τεθεωρημένως εἴρηται τὸ »Οὐκ ἔστιν δίκαιος ἐπὶ γῆς ὅς ποιήσει ἀγαθὸν καὶ οὐχ ὁμαρτήσεται« ; ἀλλὰ σαφὲς ὅτι ἀληθεῖς αἱ πᾶσαι γραφαὶ καὶ οὐκ ἀεὶ οὐδὲ ἐξ ἀρχῆς ἐδύναντο λέγειν οὐδ’ οἱ μεταβάλλοντες ἐπὶ τὸν κατὰ ἀρετὴν βίον τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«, ἀλλ’ ἡ μόνου τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου ἀρχῆθεν ἦν φωνή, διὰ τοῦτο κυριώτατα καὶ ἀληθέστατα μόνου τὸν πατέρα τιμήσαντος· οὐδεὶς γὰρ τιμῶν τι τῶν μὴ τιμωμένων ὑπὸ θεοῦ, τιμᾷ τὸν ἀτιμάζοντα τὰ ὑπ᾿ αὐτοῦ τιμώμενα.

πῶς γὰρ λεκτέον ὅτι τιμᾷ τὸν πατέρα ὁ μηδὲ τὴν ἀρχὴν τὸ πνεῦμα τῆς υἱοθεσίας λαβών;

οὐδεὶς δὲ ἔχει τὸ πνεῦμα τῆς υἱοθεσίας ἁμαρτάνων· ὁ γὰρ ἐκ τοῦ θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει. καὶ πῶς τιμᾷ τὸν πατέρα ὁ τιμῶν δόξαν τὴν παρα ανθρωπων η ἀργύριον ἢ τὸν χοϊκὸν πλοῦτον ἢ τὸ ἐκ σαρκῶν καὶ αἱμάτων κάλλος ἢ ἁπαξαπλῶς τι τῶν οἰκείων τῇ ὕλῃ καὶ τῇ φθορᾷ;

Δῆλον οὖν πῶς τοῦ σωτῆρός ἐστιν φωνὴ τὸ Τιμῶ »τὸν πατέρα«, ἥντινα, ὅση δύναμις, φιλοτιμητέον συμμαρτυρούσης ἡμῖν τῆς συνειδήσεως ἐν πνεύματι ἀγίῳ εἰπεῖν, ἀποδιδοῦσι »τῷ τὴν »τιμὴν τὴν τιμήν«, καὶ μὴ ἑτέρῳ ἀπονέμουσιν αὐτήν.

καὶ καλῶς γε ὁ ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου ἀπεσταλμένος ὑπὸ τοῦ θεοῦ γενέσθαι ἐκ γυναικὸς καὶ γενέσθαι ὑπὸ τὸν νόμον, ὡς ὑπὸ τὸν λέγοντα νόμον τυγχάνων τὸ » Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἕνα »εὐ σοι γένηται«, οὐδένα ἄλλον ἔχων πατέρα ἢ τὸν έν τοῖς οὐρανοῖς θεόν φησιν·

»Ἀλλὰ τιμῶ τὸν πατέρα μου( ἐροῦμεν δὲ καὶ ἡμεῖς ταύτην τὴν φωνήν, νοήσαντες τὸ τῆς παλιγγενεσίας λουτρὸν καὶ λουσάμενοι κατ’ αὐτὸ ἐπὶ τῷ γενέσθαι υἱοὶ θεοῦ καὶ μηκέτι καλοῦντες πατέρα ἐπὶ τῆς γῆς τῷ υἱοὶ γεγονέναι τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ ἀδελφοὶ τοῦ εἰπόντος· Πορεύομαι πρὸς τὸν πατέρα [*](1 Joh. 8, 49. — 6 Röm. 3, 23. — 8 Hiob 14, —9 Pred. Sal. 7, 21 — 16 Vgl. Röm. 8, 15. — 18 I Joh. 5, 18. — 19 Vgl. Joh. 5, 44. — 23 Joh. 8 — 23 Vgl. Röm. 9. 1. — 24 Vgl. öm. 13, 7. — 26 Vgl. Gal. 4, 4. — 28 20, 12. — 31 Vgl. Tit. 3, 5. — 32 Vgl. Matth. 23, 9. — 34 Joh. 20, 17.) [*](1 τινας, corr. We | 4 φέροντας, corr. We | 8 οὐδὲ] οὐ ü. d. Zeile | 13 τούτου? We | κυριώτητα, corr. V | 15 τιμώμενα] ενα a. Ras. | 24 τὴν τιμήν] liest V θεῷ καὶ πατρὶ 26 ἀπεσταλμένος] ς2 a. Ras. 34 πορεύομαι ist unbezeugt; Τ: ἀναβαίνω.)

378
»μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν‘.