Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ δὲ ἕτερος ἑτέρου διπλότερός ἐστιν υἱὸς τῆς γεέννης, διὰ τί οὐχὶ καὶ τῆς ἀπωλείας καὶ τοῦ θανάτου καὶ τοῦ σκότου καὶ τῶν λοιπῶν, ὡν οἱ διαφόρως ἀμαρτάνοντές εἰσιν υἱοί;

δὲ ἐπὶ τούτων, διὰ τί καὶ οὐχὶ υἱοὶ φωτὸς διπλότεροι ἕτεροι ἑτέρων ἔσονται καὶ υἱοὶ ζωῆς καὶ υἱοὶ σοφίας δὲ υἱοὶ υἱοὶ θεοῦ;

εἰ δὲ διπλασιόνως ἕτερος παρ' ἕτερον υἱὸς γίνεται θεοῦ, διὰ τί οὐχὶ κοὶ πολλαπλασιόνως καὶ τοσαυταπλασιόνως ὁποσαπλασιόνως ἄξιον νοεῖν εἶναι τὸν πρωτότοκον χάσης κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ’ εἰληφότας πνεῦμα υἱοθεσίας;

τάχα οὖν οὕτως πλειόνων ὄντων τῶν ῥημάτων τοῦ θεοῦ, οὐ μόνον τῶν ἀναγεγραμμένων ἀλλὰ καὶ τῶν ἀρρήτων, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, καὶ τούτων περὶ ὧν φησὶν ὁ Ἰωάννης· »Οὐδ' »αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία«· πᾶς μὲν οἱωντινωνοῦν ῥημάτων ἀκούων τοῦ θεοῦ ἤδη ἐστὶν ἐκ τοῦ θεοῦ· ὅσῳ δὲ πλειόνων ἀκούει ῥημάτων τοῦ θεοῦ, τοσαυταπλειόνως γενήσεται ἐκ τοῦ θεοῦ· ὡς, εἰ δεῖ οὕτως ὀνομάσαι, πάντων ἀκούσας τις τῶν ῥημάτων τοῦ Μοῦ, ἐάν γε τοῦτο φθάνῃ ἐπί τινα τῶν λαμβανόντων τὸ τῆς υἱοθεσίας πνεῦμα, τελείως καὶ ἀνυπερβλήτως γίνεται υἱὸς θεοῦ, κοὶ πάντη καὶ ἐξ ὅλων καὶ ὅλος ἐκ τοῦ θεοῦ.

εὐγνωμονέστε- ρον δὲ ἀκουοτέον τοῦ >ἐξ ὅλων καὶ x003C; ἀνάλογον ὅλοις τοῖς μασι καὶ πάσῃ τῇ γνώσει καὶ πᾶσι τοῖς μυστηρίοις, ὥστ' ἂν εἰπεῖν ὅλον καὶ ἐξ ὅλων γεγονέναι ἐκ τοῦ θεοῦ τὸν εἰδότα Πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ μετὰ τούτων τὰ τῆς τελείας ἀγάπης κατορθωκότα.

ὅρα δὲ εἰ δυνατὸν ἀκολούθως τῷ »Ἐκ μέρους »γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν« εἰπεῖν ἂν τὸν τοιοῦτον· x003E; ἐκ μέρους ἐσμὲν υἱοὶ τοῦ θεοῦ< καὶ πάλιν· »ὅταν ἔλθῃ τὸ »καὶ τὸ ἐκ μέρους καταργηθῇ«, καὶ] τὸ τέλειον τοῦ γενέσθαι υἱὸς [*](3 Matth. 23, 15. — 15 Vgl. Kol. 1, 15. — 17 Vgl. Rom. 8, 15. — 19 Vgl. ΙΙ Kor. 12, 4. —20 Joh. 21, 2.5. — 24 Vgl. Job. 8, 47. — 26 Vgl. Röm. 8, 15. 29 Vgl. I Kor. 13, 2. — 30 Vgl. I Kor. 13, 2. — 32 I Kor. 13, 9. — 34 I Kor. 13, 10.) [*](8 διπλότερον, corr. V; vgl. Ζ. 9 | 13 δὲ1] + καὶ We | διπλάσιον ὡς, We | 14 πολυπλασιόνως, corr. V | τοσαυταπλασιόνως] οσα a. Ras. | 23 γένῃται, corr. We | 32 δύναται, corr. We.)

373
θεοῦ ἐλεύσεται,

καταργοῦν τὸ ἐκ μέρους γεγονέναι υἱόν τινα τοῦ θεοῦ· μὴ ἀζήτητον δὲ ἐάσθω καὶ τὸ περὶ τοῦ πότερόν ποτε δυνατὸν ἐκ μέρους μὲν εἶναι υἱὸν τῆς διαφερούσης μερίδος τῆς περὶ τὰ θεῖα. ἐκ μέρους δὲ τῆς ἐναντίας, ἢ τοῦτο ἀμήχανον οὕτως ἔχειν· ᾦ συνεξε- τάσεις πῶς λέγονται υἱοὶ πολλοὶ ἑνὸς πατρός, πότερον διὰ τοὺς προγόνους καὶ τοὺς ἐξ ἐκείνων, ἢ κατὰ ταύτην τὴν ὑπόνοιαν.

λαβόντες οὖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, πάντα πράττωμεν ἴνα γενώμεθα ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα αὐτοῦ ἀκούσωμεν, καὶ προκόπτωμεν κἂν τῷ εἶναι ἐκ τοῦ θεοῦ, ἴνα προκόπτωμεν καὶ ἐν τῷ ἀκούειν ῥημάτων τοῦ θεοῦ, πλείονα ἐκ τούτων ἀεὶ τρανοῦντες, ἕως πάντα χωρήσωμεν τὰ ῥήματα τοῦ θεοῦ, ἢ ὅσα γε ἐνδέχεται χωρῆσαι καὶ νῦν καὶ μετὰ ταῦτα τοὺς ἀξιουμένους τοῦ τῆς υἱοθεσίας πνεύματος.

ὁσάκις δὲ ῥημάτων λεγομένων τοῦ Μοῦ οὐκ ἀκούομεν, τοῦτ' ἔτιν οὐ συνίεμεν αὐτῶν, τοσαυτάκις νομιστέον ἐλέγχεσθαι ὡς οὐκ ὄντας ἐκ τοῦ θεοῦ. διὰ τοῦτο γὰρ οὐκ ἀκούει ὁ μὴ ἀκούων ῥημάτων θεοῦ. ἐπείπερ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν, καὶ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν παρ ἑαυτόν· καίτοι γε ἔσθ’ ὅτε λαβὼν ἤδη ἐξουσίαν τέκνον θεοῦ γενέσθαι, καὶ δυνάμενος ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς καὶ προσεύχομαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενέσθαι υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός. πατρός.

VIII, 48. Ἁπεκρίθησαν οἶ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Ου καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;

Εἰκὸς ὅτι ταῦτα πολλάκις κατὰ τὸ σιωπώμενον πρὸς ἀλλήλους ἔλεγον περὶ τοῦ σωτῆρός τινες, Σαμαρείτην μὲν αὐ- τὸν ὀνομάζοντες ὡς παραχαράσσοντα τὰ Ἱουδαϊκὰ παραπλησίως Σαμαρείταις· »Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις«, ἐν πολλοῖς διαφωνοῦντες δόγμασιν παρ' ἐκείνους.

ἄξιον δὲ ἔστιν ζητῆσαι πῶς Σαμαρειτῶν τὸν μέλλοντα αἰῶνα ἀρνουμένων καὶ Με τὴν τῆς ψυχῆς ἐπιδιαμονὴν προσιεμένων, τὸν σωτῆρα <Σαμαρείτην> εἰπεῖν, περὶ ἀναστάσεως καὶ κρίσεως πλεῖστα ὅσα διδάξαντα.

ἀλλὰ μήποτε ὡς λοιδοροῦντες αὐτὸν τοῦτο λέγουσιν καὶ οὐ πάντως τὰ αὐτὰ ἐκείνοις δογματίζοντα. εἰκὸς δὲ ὅτι τινὲς καὶ ᾤοντο αὐτὸν μὴ ἀπὸ διαθέσεως τὰ περὶ μέλλοντος αἰῶνος καὶ τὰ περὶ κρίσεως καὶ ἀναστάσεως διδάσκειν, διακείμενον μὲν Σαμαρειτιχ\κῶς, ὡς μηδενὸς μετὰ τὸν βίον ἀποκειμένου τοῖς ἀνθρώποις, προσποιήσεως δἐ ἕνεκεν κατὰ τὸ ἔνδοξον καὶ ἀρέσκον τοῖς Ἰουδαίοις τὰ περὶ ἀναστά- [*](7 Vgl. Job. 1, 12. — 8 Vgl. Job. 8, 47. — 12 Vgl. Rom. 8, 15. — 17 Vgl. Job. 1, 12. — 18 Vgl. Mattb. 5, 44f. Luk. 6, 28. — 25 Job. 4, 9. — 28 Vgl. Job. 8, 48.) [*](9 κἂν] καὶ, corr. We | 21 σαμαρείτης, ης a. Ras. | 24 τὰ + We | 26 ουςα. Ras. 28 <Σαμαρείτην> + V (nach29 διδάξαντα) 33 βίον τοῦτον ἐτέρου <τοῦτον ἑτέρου> βίου>? We)

374
σεως καὶ τῆς αἰωνίου ζωῆς προφερόμενον·

καὶ δαιμόνιον δὲ ἔχειν ἔλεγον αὐτὸν διὰ τοὺς ὑπὲρ ἄνθρωπον αὐτοῦ λόγους, δί ὡν πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, καὶ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι, καὶ αὐτὸς εἶναι ὁ τῆς ζωῆς ἄρτος πολλῷ κρείττων τοῦ μάννα, ὡς τὸν φα- γόντα τοῦτον τὸν ἄρτον ζήσεσθαι εἰς τὸν αἰῶνα, καὶ ἄλλα μυρία ᾠν πεπλήρωται τὰ εὐαγγέλια.

δύναται δὲ καὶ διὰ τὴν περὶ τὸν βεελζεβοὺλ ὑπόνοιαν αὐτῶν εἰρῆσθαι· »Σὺ δαιμόνιον ἔχεις«, ἐπεί- περ τινὲς »ἐν βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων« ἐνόμιζον αὐ- τὸν »ἐκβάλλειν τὰ δαιμόνια«, οἱονεὶ ἔχοντα ἐν ἑαυτῷ τὸν βεελζε- βούλ. .

οἱ μὲν οὖν ἐχθροὶ εἴσονταί τι λέγοντες αὐτὸν δαιμόνιον ἔχειν· ἡμεῖς δὲ αὐτῷ πειθόμεθα φάσκοντι· »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«· οὐδὲ γὰρ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι ἢ ταῦτα τὰ ση- μεῖα ποιεῖν ἃ καὶ ἀναγέγραπται, ὡν καὶ ἴχνη καὶ λείμματα ἐν ταῖς ἐκκλησίαις ὀνόματι Ἰησοῦ μέχρι νῦν γίνεται.

μετὰ ταῦτα ζητήσαι τις ἂν τί δήποτε δύο δυσφημίας αὐτῷ προσαψάντων, τὴν τε »Σα- »μαρείτης εἶ ου« καὶ τὴν Δαιμόνιον ἔχεις« τῶν ἀποκριθέντων αὐτῷ Ἰουδαίων, οὐκ ἐκείνων τῶν πεπιστευκότων αὐτῷ, οὐχὶ πρὸς τὰς δύο ἀποκρίνεται ἀλλὰ πρὸς μόνην τὴν »Δαιμόνιον ἔχεις« εἰπών· »Ἐγὼ »δαιμόνιον οὐκ ἐχω«.

Καὶ ὅρα εἰ δύναται πρὸς τοῦτο γενέσθαι τὸ τῆς ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ παραβολῆς περὶ τοῦ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντος καὶ ἐμπεσόντος εἰς τοὺς λῃστάς, ὅντινα ὁ μὲν ἱερεὺς ἀντιπαρῆλθεν καὶ ὁ Λευίτης, ὁ δὲ ὁδεύων Σαμαρείτης ἐλθὼν κατ αὐτὸν καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον.

ἐὰν γὰρ δυνηθῇ τις διαλαμβάνων περὶ τῆς παραβολῆς δεῖξαι ἐπὶ μηδένα ἢ ἐπὶ τὸν σωτῆρα ἀναφέρεσθαι τὰ περὶ τοῦ Σαμαρείτου, ὃς τὸν ἡμιθανῆ καὶ ἐμπεσόντα εἰς τοὺς λῃστὰς ἰάσατο, παραστήσει καὶ διὰ τί οὐκ ἠρνή- σατο εἶναι Σαμαρείτης.

ἄλλος δὲ δὴ τὴν παρὰ Παύλῳ διαφορὰν Ἰουδαίων καὶ τῶν ὑπὸ νόμον θεωρήσας καὶ ἀναγαγὼν τοὺς ὑπὸ νόμον εἰς τοὺς Σαμαρείτας, καὶ μᾶλλον Παύλου καταλαβὼν τὸν σω- τῆρα τοῖς πᾶσιν πάντα γευόμενον ἕνα τοὺς πάντας κερδήσῃ, ἐρεῖ διὰ τὸ τοῖς ὑπὸ νόμον αὐτὸν γεγονέναι ὡς ὑπὸ νόμον, οἱονεὶ καὶ Σαμαρείτην γεγονέναι, καὶ κατὰ τοῦτο μὴ ἠρνῆσθαι τὸ εἶναι Σαμα- ρείτης.

καὶ τρίτος δέ τις τὴν ἑρμηνείαν τοῦ Σαμαρείτου ἐκλαβών, [*](2 Vgl. Joh. 5, 18. — 3 Vgl. Job. 6, 32 ff. — 7 Joh. 8, 48. — 8 Vgl. Luk. 11, 15. — 11 Joh. 8, 49. — 12 Vgl. Job. 10, 21. — 15 Joh. 8, 48. — 21 Vgl. Luk. 10, 30ff. — 29 Vgl. I Kor. 9, 20ff. — 35 Vgl. Lagarde, Onom. s. p. 66, 3: Samaritae: custodes.) [*](1 προφερομενο | 10 εἴσονται] ψεύσονται? We | 20 δύναται] + χρήσμον 29 δὴ] διὰ, corr. We | 30 τῶν] τοῦ, corr. We | 32 γενάμενον, corr. V | αἱρεῖ, corr. V.)

375
σημαίνοντος 003E; x003C; φήσει ὅτι εἰ καὶ κατ' ἄλλο ἔλεγον Σα- μαρείτην αὐτὸν οἱ Ἰουδαῖοι, αὐτὸς τὸ σημαινόμενον ἀπὸ τοῦ ὁνό- ματος ἐκλαβὼν οὐκ ἠρνήσατο αὐτό, εἰδὼς ὅτι φύλαξ ἐστὶν τῶν ἀνθρωπίνων ψυχῶν καὶ περὶ οὑ εἴρηται τὸ »Ἰδοὺ οὐ νυστάζει ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ«· καὶ τὸ Φυλάσσων τὰ νήπια »ὁ κύριος«.