Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ἐν τοῖς τελευταίοις δὲ λέγεται τῆς ἐπιστολῆς· »Ὅτι πᾶς ὁ γε- »γεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλὰ ὁ γεγεννημένος ἐκ »τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ

ἅπτεται αὐτοῦ« εἰ δὲ ὁ γεννηθεὶς »ἐκ τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται »αὐτοῦ«, ὁ μὴ τηρῶν ἑαυτόν, ἵν᾿ ὁ πονηρὸς αὐτοῦ μὴ ἅπτηται, οὐ γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πᾶς οὗ ἅπτεται ὁ πονηρός, οὑτος οὐ γεγέννηται ἐκ τοῦ θεοῦ· ἅπτεται δὲ ὁ πονηρὸς τῶν μὴ τηρούντων ἑαυτούς.

ἐπεὶ δὲ τοῖς περὶ τοῦ Ἀβραὰμ οὐδενὸς γενομένου μεταξὺ διαλείμματος ἐπιφέρεται τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς »ὑμῶν«, ζητοῦμεν μήποτε διὰ τὴν τῷ Ἀβραὰμ πρώτην δεδομένην ἐντολὴν τοῦτο ἀναγέγραπται.

ὁ πρῶτος δὲ χρηματισμὸς πρὸς αὐτὸν οὕτως ἔχει· »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ »ἐκ τοῦ οἴκου τοῦ πατρός σου. καὶ ἄπελθε εἰς τὴν γῆν ἥν σοι »δείξω«.

ἐξῆλθεν οὖν Ἀβραὰμ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, ὅπερ οὐ πεποιήκασιν οἱ ἐλεγχόμενοι ἐπὶ τῷ μὴ ὑγιῶς εἰρηκέναι·

»Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«. εἰ γὰρ τὰ τέκνα τοῦ Ἀβραὰμ ποιεῖ τὰ ἔργα τοῦ Ἀβραάμ, πρῶτον δὲ τῶν ἔργων ἐστὶν τὸ ἐξελθεῖν ἐκ τῆς γῆς ἑαυτοῦ καὶ ἐκ τῆς συγγενείας ἑαυτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ καὶ ἀπελθεῖν εἰς τὴν γῆν ἥν δείκνυσιν αὐτῷ ὁ θεός, καὶ διὰ τοῦτο οὑτοι, πρὸς οὓς ὁ λόγος, ἐλέγχονται ὡς οὐκ ὄντες τέκνα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐκ ἐξεληλυθότες ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῶν ὀνειδίζονται ὡς ἔτι τοῦ πονηροῦ πατρὸς ὄντες καὶ ἔτι ποιοῦντες τὰ ἐκείνου τοῦ πατρὸς ἔργα.

τούτων ἡμῖν εἰς τὸ ῥητὸν εἰρημένων σαφῶς οἶμαι ἐλέγχεσθαι τοὺς νομίζοντας ἐντεῦθεν παρίστασθαι ὅτι εἰσίν τινες ἐκ κατασκευῆς υἱοὶ τοῦ διαβόλου.

[*](10 Ι Job. 5. 18. — 18 Joh. 8, 41. — 21 Gen. 12, 1. — 25 Joh. 8, 39. — 26 Vgl. Gen. 12, 1. 1 καὶ τοῦ] ἢ, corr. Br | γεγεννῆσθαι, corr. Br | 3 παντὸς] πάντως, 5 δὲ, corr. We | 18 διαλίμματος, corr. V | 19 ἐζητοῦμεν, corr. We | 21 συγγενείας] συ a. Ras. weit geschr. | 36 ποιεῖ — Ἀβραάμ doppelt geschr. | 27 ἑαυτοῦ2] αὐτοῦ, corr. V.)
347

VIII, 41. Εἶπον αὐτῷ· Ἡμεῖς ἐκ Πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεν, τὸν θεόν.

Ζητῶ μήποτε ἐλεγχθέντες ὡς οὐ τέκνα τοῦ Ἀβραὰμ πικρότερον ἀποκρίνονται οἱ λεγόμενοι πεπιστευκέναι αὐτῷ Ἰουδαῖοι, παρακεκαλυμμένως αἰνισσόμενοι ἐκ πορνείας γεγεννῆσθαι τὸν σωτῆρα, ὡς εἰκὸς τοῦτο ὑπονοοῦντες τῷ μὴ παραδέχεσθαι τὴν διαβόητον καὶ τεθρυλλημένην αὐτοῦ γένεσιν ἐκ τῆς παρθένου.

καὶ γὰρ πάνυ μοι φαίνεται ἄλογον ταῦτα αὐτοὺς ἀπορρῖψαι τὰ ῥήματα πρὸς ἔπος· οὔτε γὰρ πρὸς τὰ πρότερα οὔτε ἀκολούθως τοῖς ἑξῆς εἰρῆσθαι δύναται, εἰ ἁπλούστερον νοηθεδίη τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα« τὸ εἰρημένον ὑπ᾿ αὐτῶν.

ἀλλὰ καὶ ἐπεὶ πατέρα ἔδιον ἔλεγεν τὸν θεὸν ὁ σωτήρ, οὐδένα ἄνθρωπον πατέρα εἶναι ἑαυτοῦ ὁμολογῶν, διὰ τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα« εἰκὸς αὐτοὺς ἐπιφέρειν πάλιν προσκρούοντας τὸ »Ἕνα πατέρα ἔχομεν, τὸν θεόν«· ὡσεὶ ἔλεγον· ἡμεῖς μᾶλλον ἕνα πατέρα ἔχομεν τὸν θεόν, ἤπερ σύ, ὁ φάσκων μὲν ἐκ παρθένου γεγεννῆσθαι, ἐκ πορνείας δὲ γεγεννημένος, καὶ διὰ τὸ αὐχεῖν τὸ ἐκ παρθένου γεγεννῆσθαι λέγων ἕνα πατέρα ἔχειν μόνον τὸν , τῶν ὁμολογούντων τὸν πατέρα θεὸν οὐκ ἀρνουμένων καὶ ἄνθρωπον πατέρα.

ἀλλ᾿ ἐρεῖ τις ὅτι ταῦτα οὕτω νοούμενα οὐ δύναται εἶναι ῥήματα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων. καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι εἰρημένου ἐν τῇ ἀρχῇ τοῦ πρὸς αὐτοὺς λόγου τοῦ· »Ἐὰν ὑμεῖς μείνητε έν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ καὶ γνώσεσθε τὴν ἀλήθειαν«, ὡς καὶ δυναμένων αὐτῶν μένειν έν τῷ Ἰησοῦ λόγῳ καὶ μὴ μένειν, οὐκ ἀδύνατον ἦν τινὰς ἐκ τῶν ἐλεγχθέντων μὴ μεμενηκέναι αὐτοῦ έν τῷ λόγω̣, καὶ μὴ μείναντας πικρότερον καὶ προσκρουστικῶς εἰρηκέναι τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ »γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν«·

δοκεῖ δέ μοι ὅτι καὶ φιλονεικότερον ἀπεκρίναντο· εἰπόντες γὰρ πρότερον τὸ »Σπέρμα »Ἀβραάμ ἐσμεν‘, καὶ οἷον τοῦτο τρανότερον ὁμολογήσαντες διὰ τοῦ »Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«, ἀκούσαντες πρὸς τοῦτο τὸ »Εἰ »τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, μείζονα Ἀβραὰμ ὁμολογοῦσιν ἑαυτῶν εἶναι τὸν πατέρα λέγοντες· »Ἕνα πα- [*](4 Vgl. Joh. 8, 31. — 10 Joh. 8, 41. — 11 Vgl. Joh. 5, 18. — 14 Joh. 8, 41. — 15 Vgl. C. Cels. I, 28. ösch in den Studien u. Kritiken 1873, S. 77 ff. — 22 Joh. 8, 31. — 26 Joh. 8, 41. — 28 Joh 8, 33. — 30 Joh. 8, 39. — 32 Joh. 8, 41. 7 τεθρυλημένην, corr. V | 8 ἀπορίψαι, corr. V | 10 εἰ] ἢ, corr. Br | 11 ἐπὶ ἔλεγον, corr. V | 12 nach τὸ + τῶ Μ | 15 ἡμεῖς a. Ras. | 19 ταῦτα] αὐτὰ, corr. Br | 25 ἐλέγχων, corr. Pr; ἐλεγχομένων V | 28 φιλονικώτερον.)

348
»τέρα ἔχομεν τὸν θεόν«·

τάχα δὲ διὰ τὸ τῶν ἀνθρώπων τινὰς μὲν εἶναι ἐκ τοῦ διαβόλου, ἑτέρους δὲ γεγεννῆσθαι ἐκ τοῦ θεοῦ, πάντας ἂν ὑγιῶς λέγοιμεν τοὺς μὴ γεγεννημένους ἐκ τοῦ θεοῦ ἐκ πορνείας γεγεννῆσθαι.

οὐ γὰρ ἐκ νύμφης, ἀλλ’ ἐκ πόρνης, τῆς ὕλης, οὓς γεννᾷ ὁ διάβολος ἢ ποιεῖ τοὺς ἐξ αὐτοῦ, οἵτινες καὶ τοῖς σωματικοῖς προσπεπονθότες καὶ προσηλωμένοι κολλῶνται τῇ πόρνῃ ὕλῃ, γινόμενοι πρὸς αὐτὴν ἓν σῶμα, τῶν ἐκ τοῦ θεοῦ γεγεννημένων ἀφισταμένων τῆς πόρνης ὕλης, καὶ κολλωμένων τῷ κυρίῳ καὶ ἑνουμένων τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ, καὶ τῇ σοφίᾳ αὐτοῦ, ἥν »ἔκτισεν ἀρχὴν »ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἕνα γένωνται πρὸς αὐτὴν ἓν πνεῦμα· Ο μὲν γὰρ »κολλώμενος τῇ πόρνῃ ὲν σῶμά ἐστιν· ὁ δὲ κολλώμενος »τῷ κυρίῳ ἕν πνεῦμά ἐστιν«.

VIII, 42. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἄν ἐμ ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω.

Ἐπείπερ οἱ τὰς φύσεις εἰσάγοντες χρῶνται τῷ ῥήματι τούτῳ, διηγούμενοι αὐτό, ὅτι ὡς οἰκεῖον ἂν ὑμῶν καὶ ἀδελφὸν ἐπέγνωτέ με, ἀλλὰ καὶ ὡς ἴδιον ἠγαπήσατε ἂν ἐμέ, εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἠν, ἐπαπορητέον οὕτως πρὸς αὐτούς·

ἦν ὅτε Παῦλος ἐμίσει τὸν Ἰησοῦν, ἐμίσει δὲ αὐτὸν ὅτε ἐπόρθει καὶ ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἀληθεύων γε ἔλεγεν αὐτῷ ὁ πρῶτος χρηματισμός·

»Σαούλ, τί με διώκεις;« εἰ μὲν οὖν ἀληθὲς τὸ »Εἰ ὁ θεὸς Ματὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἄν ἐμέ«, δῆλον ὅτι καὶ τὸ τούτῳ ἀντίστρεφον ἐστὶν ὑγιές· »εἰ μὴ ἠγαπᾶτέ με, οὐχὶ ὁ θεὸς πατὴρ ὑμῶν »ἦν«. οὐκοῦν τῶν μὴ ἀγαπώντων τὸν Ἰησοῦν οὐκ ἔστιν ὁ θεὸς πατήρ· Παῦλος δὲ ἦν ὅτε οὐκ ἠγάπα τὸν Ἰησοῦν, ἦν ὄρα καιρὸς ὅτε ὁ θεὸς Παύλου πατὴρ οὐκ ἦν.

οὐ φύσει ἄρα Παῦλος θεοῦ υἱὸς ἦν, ἀλλ’ ὕστερον γέγονεν θεοῦ υἱός, ὅτε καὶ ὑγιῶς ἂν προσελάβομεν τὸ ἀκόλουθον τῷ ἡγουμένῳ τοῦ συνημμένου λέγοντος ὅτι ἀλλὰ μὴν θεός, ὦ Παῦλε, πατήρ σού ἐστιν, ἀγαπᾷς ἄρα τὸν .

ἀλλὰ πρὸ τῶν χρόνων τῆς πίστεως Παύλου ἀληθοῦς ὄντος τοῦ »Εἰ ὁ θεὸς »πατὴρ ὑμῶν ἦν. ἠγαπᾶτε ἂν ἐμέ« ὑγιῶς ἦν προσλαβεῖν οἱονεὶ λέγοντα τὸν Ἰησοῦν· >ἀλλὰ μὴν ἐμὲ οὐκ ἀγαπᾷς, οὐκ ἄρα ὁ σού ἐστιν, ὠ .

πότε δὲ ὁ θεὸς πατὴρ γίνεταί τινος ἢ ὅταν [*](6 Vgl. Ι Kor. 6, 16. — 8 Vgl. Ι Kor. 6, 17. — 9 Vgl. Joh. 1, 1. — Vgl. Prov. 8, 22. — 11 I Kor. 6, 16 f. — 18 Vgl. Gal. 1, 1.3. — 31 Act. 9,4. — Joh. 8, 42. — 30 Joh. 8, 42. - 33 Vgl. Joh. 14, 15. 3 λέγομεν, corr. V | 15 ῥήματι τούτῳ] ῥήμα τῶ, corr. V | 18 ἡμῶν, corr. V | 21 εἰ μὲν] εἶπεν, corr. Br.)

349
τηρήσῃ τις τὰς ἐντολὰς δι᾿ ἅς οὐ πρότερον ὤν τις υἱὸς τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός, ὅτε καὶ ὁ πατὴρ εἰς ἀναγέννησιν ἄγων τοῦτον, ὃς υἱὸς αὐτοῦ γίνεται, χρηματίζει τοιούτου πατηρ.