Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

έν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ »καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ὢν δἰκαιος οὐκ ἔστιν ἐκ »θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ«.

τῶν ῥητῶν τοίνυν τούτων οὕτως ἐχόντων κατανόησον εἰ μὴ σαφῶς εἴρηται ὅτι πᾶς »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«.

ὅσον ποιοῦμεν ἁμαρτίας, οὐδέπω τὴν ἐκ τοῦ διαβόλου γένεσιν ἀπεδυσάμεθα, κἂν πιστεύειν εἰς τὸν Ἰησοῦν νομιζώμεθα· καὶ τούτῳ ἀκόλουθόν έστιν τὸ λέγεσθαι τοῖς πεπιστευκόσιν Ἰουδαίοις ὑπὸ τοῦ Ἰηθοῦ· »Ὑμεῖς »ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« ἀναφερομένου »τοῦ πατρὸς‘ ἐπὶ τὸν διάβολον διὰ τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ«.

εἰ δὲ πᾶς »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«, πᾶς ὁ μὴ ὢν ἐκ τοῦ διαβόλου οὐ ποιεῖ τὴν ἁμαρτίαν.

ἀλλὰ καὶ εἴπερ »εἰς »τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἕνα λύσῃ τὰ ἔργα τοῦ δια- »βόλου«, ὅσον οὐδέπω τὰ έν ἡμῖν ἔλυσεν ἔργα τοῦ διαβόλου, τῷ μὴ παρεστακέναι ἡμᾶς ἑαυτοὺς τῷ λύοντι τὰ ἔργα τοῦ διαβόλου, οὐδέπω ἀπεθέμεθα τὸ εἶναι τέκνα τοῦ διαβόλου, ἀπὸ τῶν καρπῶν ἐπιγινωσκόμενοι τίνος ἐσμὲν υἱοί.

καὶ ἐκ τούτων μέντοι γε δῆλόν ἐστιν ὅτι οὐ διὰ κατασκευὴν υἱός τίς ἐστιν διαβόλου, οὐδὲ διὰ τὸ οὕτως δεδημιουργῆσθαι υἱός τις έν ἀνθρώποις λέγεται τοῦ θεοῦ· [*](1 Joh. 8, 44. — 6 Joh. 8, 41. — 12 Ι Job. 3, —10. — 21 Ι Joh. 3, 8. — 24 Vgl. Joh. 8, 81. — Joh. 8, 41.| — 26 Joh. 8, 44. — 28 Joh. 8, 44. — 32 Vgl. Matth. 7, 16. 15 γεγενημένος, corr. Ausgg. | 17 γεγένηται, corr. Ausgg. | 18 ὁ μὴ ὢν δίκαιος mit Vulg.m, Syr. hcl mg, Sah., Cypr., Lucif., ὁ μὴ ποιῶν δικαιοσύνην d. Hss. | 19 τὸν a. Ras | 31 παρεστηκέναι, corr. We.)

344
καὶ δῆλον ὅτι δύναται ὁ ποτὲ υἱὸς τοῦ διαβόλου γενέσθαι υἱὸς τοῦ θεοῦ, ὅπερ σαφὲς καὶ ὁ Ματθαῖος ποιεῖ ἀναγράφων τὸν σωτῆρα οὕτως εἰρηκέναι· »Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον »σοῦ καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπήσατε »τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς·

»ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς«. προσέχετε γὰρ ὅτι ἐκ τοῦ »ἀγαπᾶτε τοὺς ἐχθροὺς« καὶ »προσεύχεσθε »ὑπὲρ τῶν διωκόντων« ὁ μὴ πρότερον τοῦ ἐν οὐρανοῖς πατρός, ὕστερον αὐτοῦ γίνεται υἱός· ἔτι δὲ διὰ τὸ »Ἐν τούτῳ φανερά »ἐστιν τὰ † ἔργα τοῦ θεοῦ καὶ τὰ † ἔργα τοῦ διαβόλου« προειρημένων περὶ μὲν τοῦ διαβόλου τέκνων ὅτι »Ὁ ποιῶν τὴν ἁμαρτίαν »ἐκ τοῦ διαβόλου ἐστίν«· περὶ δὲ τῶν τοῦ θεοῦ ὅτι Πᾶς ὁ γεγεννη- »μένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ »μένει καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται«, σαφὲς ὅτι πᾶς ἄνθρωπος συμπεπληρωκὼς τὸν λόγον ἤτοι τέκνον τοῦ θεοῦ ἐστιν ἢ τέκνον τοῦ διαβόλου· ἤτοι γὰρ ποιεῖ ἁμαρτίαν ἢ ἁμαρτίαν οὐ ποιεῖ, οὐδενὸς ὄντος μεταξὺ τοῦ ποιεῖν ἁμαρτίαν καὶ τοῦ ἁμαρτίαν μὴ ποιεῖν· καὶ εἰ μὲν ποιεῖ ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστίν· εἰ δὲ ἁμαρτίαν οὐ ποιεῖ, ἐκ τοῦ θεοῦ γεγέννηται.

Ἔχεται δὲ τῆς ἐν τούτοις περὶ τέκνων θεοῦ καὶ τέκνων διαβόλου ἀποφάσεως τὰ ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενα περὶ τῶν ὄντων έν τῷ υἱῷ τοῦ θεοῦ καὶ τῶν μὴ ἑωρακότων αὐτόν· »Πᾶς, »γάρ φησιν, ὁ ἐν αὐτῷ. μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων »οὐχ ἑώρακεν αὐτόν«.

οὐκοῦν εἰ πᾶς ὁ έν σὐτῷ μένων οὐχ ἁμαρτάνει, ὁ ἁμαρτάνων οὐ μένει ἐν τῷ υἱῷ· καὶ εἰ πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν, ὁ ἑωρακὼς αὐτὸν οὐχ ἁμαρτάνει.

ἅμα δὲ καὶ σημείωσαι, τί νοῶν ὁ Ἰωάννης εἶπεν τὸ »Πᾶς ὁ ἁμαρτάνων οὐχ »ἑώρακεν αὐτόν« δηλῶν διὰ τοῦ »Ἑώρακεν αὐτὸν« ὡς εἶναι τῶν ὁρώντων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἐκ τοῦ ἑωρακέναι αὐτὸν μεταλαμβανόντων δυνάμεως πρὸς τὸ μηδαμῶς ἁμαρτάνειν.

ἔτι φήσεις ὅτι τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν‘ ὁτὲ [*](3 Matth. 5, 43–45. 9 Ι Job. 3, 10. — 11 Ι Job. 3, 8. — 12 Ι Job. 3 — 22 Ι Job. 3, 6. — 31 Job. 8, 41. 4 ἀγαπήσατε wie u. S. 347, 7. 26 | 5 προσεύχεσθαι | 6 προσεύχεσθαι Μ, corr. We; vgl. S. 345, 16 | 7 προσεύχεσθαι, corr. Ausgg. | 8 nach μὴ + ὤν> V; man önnte es nach πρότερον ausgefallen denken; aber der Zusatz überhaupt müssig | 9 ὅτι, corr. We | 10 statt ἔργα ist mit τέκνα zu l., nach I Job. 3, 10. Das folgende (vgl. u. Z. 15f.) macht die Änderung nötig. Viell. liegt ein sehr alter Schreibfehler vor | 11 τοῦ διαβόλου] τοῦ Ras. | 12 γεγεννημένος] ς a. Ras. | 15. 16 τέκνων, corr. We | 22 αὐτὸν] αὐτῶν, corr. V | 27 σημειώσει, corr. Pr | 28 δηλῶν + Pr | τὸ,)

345
μὲν λέγοιτ᾿ ἂν πρὸς τοὺς υἱοὺς τοῦ διαβόλου, ὁτὲ δὲ πρὸς τοὺς υἱοὺς τοῦ θεοῦ. οἱ μὲν γὰρ ἁμαρτάνοντες ποιοῦσι τὰ ἔργα τοῦ πατρὸς αὐτῶν διαβόλου, οἱ δὲ κατορθοῦντες ποιοῦσι τὰ ἔργα τοῦ πατρὸς αὐτῶν θεοῦ.

εἰκὸς δὲ ἐκ τούτων τινὰ κινηθήσεσθαι μὴ ἄρα δύνηται ὁ αὐτός, τῷ ποιεῖν ἀγαθὰ καὶ πονηρὰ ἔργα ἀνὰ μέρος, διὰ μὲν τὰ ἀγαθὰ τέκνον εἶναι θεοῦ, διὰ δὲ τὰ ἐναντία τέκνον τοῦ διαβόλου. ἀλλὰ τοῦτο πρὸς τῷ ἀλογώτατον εἶναι οὐ δηλοῦται ἀπὸ τῶν ῥητῶν.

ἀποφαίνεται γὰρ ὁ Ἰωάννης ὅτι »Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται«.

πᾶς τοίνυν ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ· οὐ μὴν γέγραπται ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ, ἀλλ᾿ »ὁ ποιῶν τὴν ἁμαρίαν ἐκ τοῦ διαβόλου ἐστίν«.

πάλιν οὐχὶ ὥσπερ εἰρηται· »Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου »ἐστίν«, οὕτως ἀναγέγραπται· »ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐστιν‘. καὶ πρόσχες ταῖς διαφοραῖς τῶν προτάσεων, τίνα τρόπον μετὰ πάσης ἀκριβείας τῷ Ἰωάννῃ εἴρηνται, ὥστ᾿ ἂν τινὰ πῶς ἀλήπτως καί, ὡς ἂν εἴποιέν τινες, διαλεκτικῶς ἐξήνεγκεν αὐτάς, μὴ τὰ ὅμοια προενεγκάμενος περὶ τῶν ἐκ τοῦ διαβόλου καὶ τῶν ἐκ τοῦ θεοῦ· ὁμοίως δ᾿ ἂν ἐξήνεγκεν εἰ πεποιήκει. ὥσπερ τὸ »Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«, οὕτως »ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐστιν« ἢ ὥσπερ ἀνέγραψεν ὅτι »Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ« πεποιήκει τὸ »πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ«.

Μήποτε δὲ καὶ τῷ »Ἐστίν«, εἰρημένῳ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου, μὴ χρησάμενος ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, ἢ τῷ »Γεγεννημένος«, ἀναγεγραμμένῳ ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, μὴ συγχρησάμενος ἐπὶ ἐκ τοῦ διαβόλου, πάνυ σοφώτατα ἐξέδωκεν.

ἐπῆρεν γὰρ τὸν ἐκ τοῦ θεοῦ, τὸ »Γεγεννημένον« τάξας ἐπ᾿ αὐτοῦ· ὅπερ εἰ καὶ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου εἴρητο, χεῖρον ἄν τι ἐνέφαινεν παρὰ τὸ »Ἐκ τοῦ »διαβόλου ἐστίν«.

ἀλλὰ καὶ εἴπερ, ὡς ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου ἔταξεν τὸ »Ἐστίν«, πεποιήκει ἐπὶ τοῦ ἐκ τοῦ θεοῦ, ἔλαττον ἂν περὶ τὸν ἐκ τοῦ θεοῦ παρίστη, πολλῷ κρείττονος τυγχάνοντος τοῦ γεγεννῆσθαι ἐκ τοῦ θεοῦ παρὰ τὸ εἶναι ἐκ τοῦ θεοῦ. φήσει δέ τις ὅτι τινὰ τῶν κτισμάτων ἐστὶν μὲν ἐκ τοῦ θεοῦ, οὐ μὴν γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πάντως ταῦτα ἐλάττονα ἔχει τάξιν έν τῷ παντὶ τῶν γεγεννῆσθαι λεγομένων ἐκ τοῦ θεοῦ.

καὶ γενόμενός γε κατὰ [*](8 Ι Job. 3, 9. — 13 Ι Job. 3, 8. — 23 Ι Job. 3,9. 8 γεγενημένος, corr. V Ι 19 προσενεγκάμενος, corr. We Ι 22 ἀνέγραφεν, corr. Pr | 32 ἔλαττον τι παρὰ τὸ ἐκ τοῦ θεοῦ γεγενῆσθαι? a. Ras. | 36 ἐλάττονα] ε a. Ras. | 37 γεγενῆσθαι, corr. V,)

346
τὴν διαφορὰν τοῦ τε Ἐστὶν ἐκ τοῦ διαβόλου< καὶ τοῦ ἐκ τοῦ θεοῦ<, ζητήσεις μήποτ’ ἐστίν τις ὁ καὶ γεγεννημένος διαβόλου, ὅστις πάντως καὶ ἔστιν ἐκ τοῦ διαβόλου, οὐ παντὸς τοῦ ὄντος ἐκ τοῦ διαβόλου γεγεννημένου· καὶ πάλιν ἔστιν τις ἐκ τοῦ θεοῦ οὐ πάντως καὶ γεγεννημένος ἐκ τοῦ θεοῦ, οὐκέτι δὴ παντὸς τοῦ ὄντος ἐκ τοῦ θεοῦ γεγεννημένου ἐκ τοῦ θεοῦ.

χαρακτηρίζεται μέντοι ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ τῷ ἁμαρτίαν μὴ ποιεῖν, διὰ τὸ σπέρμα τοῦ θεοῦ ἐν αὐτῷ μένειν, καὶ ἀπὸ τῆς ἐκείνου δυνάμεως ἐνυπαρχούσης αὐτῷ ἐγγινομένου τοῦ μηκέτι δύνασθαι ἁμαρτάνειν.