Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Καὶ ταῦτα μὲν ὑπὲρ τοῦ παραστῆσαι ἔτερον εἶναι τὸ γινώσκεσθαι τὸν θεὸν τοῦ πιστεύεσθαι· ὡς δὲ πρὸς τὸ ἀΚριβὲς καὶ τοῦτο τοῖς εἰρημένοις προσαποδώσομεν, ὅτι πρὸς οὕς φησιν· »Οὔτε »ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου« Φαρισαίους, εὐλόγως ἂν εἶπέν τις· ἀλλ᾿ οὐδὲ πιστεύετε εἰς τὸν πατέρα μου· τῷ γὰρ ἀποσταλέντι ἀπὸ τοῦ πατρὸς οὐκ ἐπίστευσαν, ὁ δὲ ἀρνούμενος τὸν υἱὸν οὐδαμῶς τὸν πατέρα ἔχει· καὶ οὐδαμῶς φημί, ὅτι οὔτε κατὰ πίστιν οὔτε κατὰ γνῶσιν.

ὅρα δὲ εἰ μὴ καὶ ἄλλως ἡ γραφὴ τοὺς ἀνακεκραμένους τινὶ καὶ ἑνωθέντας γινώσκειν ἐκεῖνό φησιν, ᾧ ἀνεκράθησαν καὶ κεκοινωνήκασιν· πρὸ δὲ τῆς τοιαύτης ἑνώσεως καὶ κοινωνίας κἂν τοὺς λόγους καταλαμβάνωσιν περί τινος, οὐ γινώσκουσιν ἐκεῖνο.

ὁ γοῦν Ἀδὰμ περὶ τῆς Εὔας λέγων· »Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς »σαρκός μου« οὐκ ᾔδει τὴν γυναῖκα· ὅτε γὰρ αὐτῇ ἐκολλήθη, τότε εἴρηταί· »Ἔγνω δὲ Ἀδὰμ· Εὔαν τὴν γυναῖκα αὐτοῦ« καὶ εἴ τίς γε προσκόπτοι διὰ τὸ παρειληφέναι ἡμᾶς εἰς τὴν περὶ θεοῦ γνῶσιν παράδειγμα τὸ »Ἔγνω δὲ ᾿Αδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ«· πρῶτον μὲν τῷ »Τὸ μυστήριον τοῦτο μέγα ἐστίν« ἐπιστησάτω· δεύτερον δὲ ἀντιπαραθέτω τὸ περὶ ἄρρενος καὶ θηλείας λεγόμενον παρὰ τῷ ἀποστόλῳ· τῇ αὐτῇ λέξει χρῆται περὶ ἀνθρώπου καὶ κυρίου· »Ὁ κολλώμενος «τῇ πόρνῃ ὲν σῶμά ἐστιν καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά »ἐστιν«.

ἐγνωκέτω μὲν οὐν ὁ κολλώμενος τῇ πόρνῃ τὴν πόρνην, καὶ ὁ κολλώμενος τῇ γυναικὶ τὴν γυναῖκα, μᾶλλον δὲ τούτου καὶ ἁγίως ἐγνωκέτω ὁ κολλώμενος τῷ κυρίῳ τὸν κύριον. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν οὐδὲ τὸν τὸν καὶ ἀληθὴς [*](1 Joh. 8, 31 f. — 4 Joh. 8, 31. — 7 Ι Kor. 12, 8 f. — 12 Joh. 8, 19. — 14 Vgl. Joh. 5, 38. — 15 Vgl. I Joh. 2, 23. — 21 Gen. 2, 23. — 23. 25 Gen. 4, 1. — 26 Eph. 5, 32. — 28 I Kor. 6, 16 f. 4 πιστεύοντας wohl nur durch Versehen; nach XX, 30 (vgl. u. c. 11 [S. 310, 22]) las auch Orig. πεπιστευκότων an der Stelle | 7 μόνος | 18 φασὶν, corr. Lommatzsch | 20 τινες | 23 ἔγνω δὲ ᾿Αδὰμ ist ohne Zeugen in Τ | 29 καὶ ὁ] ὁ δὲ Τ; Orig. hat sich das Citat etwas zurechtgemacht.)

303
ἦν ὁ λέγων· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου( εἰ δὲ μὴ οὕτως ἐκλαμβάνοιμεν (λέγω δὲ κατὰ τὴν τελευταίαν ἐκδοχήν) τὸ ἀντὶ τοῦ ἀνακεκρᾶσθαι καὶ ἡνῶσθαι, διηγείσθω τις τὸ »Νῦν γνόντες »θεόν, μᾶλλον δὲ γνωσθέστες ὑπὸ τοῦ θεοῦ« κοὶ τὸ »Ἔγνω κύριος »τοὺς ὄντας αὐτοῦ«.

κατὰ γὰρ ἡμᾶς ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ ἀνακραθεὶς αὐτοῖς καὶ μεταδεδωκὼς αὐτοῖς τῆς ἑαυτοῦ θειότητος καὶ ἀνειληφὼς αὐτούς, ὡς ἡ τοῦ εὐαγγελίου λέξις φησίν, εἰς τὴν ἑαυτοῦ χεῖρα, ἐν τῇ χειρὶ τοῦ πατρὸς ὄντων τῶν εἰς τὸν σωτῆρα πεπιστευκότων· διὸ καὶ εἰ μὴ πέσοιεν ἀπ᾿ αὐτῆς ἑαυτοὺς μακρύνοντες ἀπὸ τῆς χειρὸς τοῦ θεοῦ, οὐχ ἁρπαγήσονται· οὐδεὶς γὰρ ἀρπάζει ἐκ τῆς χειρος του πατρος.

Μετὰ ταῦτα ζητήσεις εἰς τὸ αὐτό, λέγω δὲ τὸ »Οὔτε ἐμὲ »οἴδατε οὔτε τὸν πατέρα μον«, εἰ ἔστιν γινώσκοντά τινα τὸν θεὸν μὴ γινώσκειν τὸν πατέρα· εἰ γὰρ ἑτέρα αὐτοῦ ἐπίνοιά έστιν καθ᾿ ὅ ἐστιν πατήρ, καὶ ἑτέρα καθ’ ὅ ἐστιν ὁ θεός, τάχα ἔστιν τινὰ γινώσκειν μὲν τὸν θεόν, μὴ γινώσκειν δὲ τὸν πατέρα παρὰ τὸ εἰδέναι αὐτὸν θεόν μὴ γινώσκειν δὲ τὸν πατέρα.

φησὶν οὖν ὁ σωτὴρ μετὰ τὴν ἀνάστασιν τῇ Μαρίᾳ· »Πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ »εἰπὲ αὐτοῖς· Πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ »θεόν μου καὶ θεὸν ὑμῶν«. καὶ ἔστιν γε τοῖς ἐτεροδόξοις λέγειν χαριζόμενον αὐτοῖς ὅτι οὐκ ἐγνωσαν τὸν πατέρα Μωϋσῆς καὶ οἱ προφῆται· ὅπερ τάχα οὐκ ἔστιν ἀληθές· ὅτι πάντως ὁ μὴ ἐγνωκὼς τὸν πατέρα οὐκ ἔγνω τὸν υἱόν· ὁ μὲν γὰρ υἱὸς ἔγνω τὸν πατέρα, ὁ δὲ θεράπων τὸν κύριον· καὶ ὥσπερ οὐκ ὄν ἀσεβήσαιμεν λέγοντες ὅτι ὁ υἱὸς οὐκ ἔγνω τὸν κύριον (υἱὸς γὰρ ὢν οὐ πεπείραται τοῦ πατρὸς δεσπότου), οὕτω τηροῦντες τὸν αὐτὸν θεὸν οὐδὲν ἄτοπον παραδεξόμεθα λέγοντες ὅτι τῷ μὲν υἱῷ ἔπρεπεν γινώσκειν τὸν Πατέρα, τῷ δὲ θεράποντι τὸν κύριον, καὶ οὔτε ὁ θεράπων ἔγνω τὸν πατέρα οὔτε ὁ υἱὸς τὸν κύριον.

μυρίων γοῦν οὐσῶν εὐχῶν ἀναγεγραμμένων έν τοῖς ψαλμοῖς καὶ τοῖς προφήταις, ἀλλὰ καὶ τῷ νόμῳ, οὐ πάνυ τι εὕρομεν εὐξάμενόν τινα καὶ λέγοντα τῷ θεῷ· «Πάτερ«, τάχα ἐπεὶ οὐκ ἔγνωσαν τὸν πατέρα εὔχονται δὲ αὐτῷ ὡς θεῷ καὶ κυρίῳ, περιμένοντες τὸν τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκχέοντα οὐκ ἔλαττον ἐπ ἐκείνους ἢ ἐπὶ τοὺς μετὰ τὴν παρουσίαν εἰς θεὸν δι᾿ αὐτοῦ πιστεύον- [*](1 Joh. 8, 19. — 3 Gal. 4, 9. — 4 II Tim. 2, 19; vgl. Num. 16, 5. — 7 Vgl. Joh. 10, 28f. — 18 Joh. 20, 17. — 31 Vgl. Röm. 8, 15. — 34 Vgl. I Petr. 1, 21. 4 του] mit K, die anderen Zeugen von Τ lassen den Art. aus. | 7 ἡ ως η | 16 εἰδέναι] εἶναι, corr. Br, V streicht das zweite μὴ γινώσκειν δὲ τὸν θεόν | 21 χαριζομένων, corr. Hu | 22 ὅπερ] εἴπερ Br | 31 εὐξόμενον, corr. V | vor τῷ θεῷ· πάτερ steht in Μ noch die Dublette τὸν θεὸν πατέρα im Text | 34 δέ αὐτοῦ], διὰ τοὺς, corr, V.)

304
τας· εἰ μὴ ἄρα ᾑ νοητὴ αὐτοῖς γεγένηται ἐπιδημία Χριστοῦ καὶ ἔσχον ποτὲ τελειωθέντες τὸ τῆς υἱοθεσίας πνεῦμα· ἐν ἀπορρήτῳ δὲ καὶ οὐ γνωστῶς πᾶσιν ἔλεγον ἢ ἔγραφον τὸν θεὸν πατέρα, ἕνα ἵνα προκαταλάβωσιν τὴν διὰ τοῦ Ἰησοῦ ἐκκενουμένην παντὶ τῷ κόσμῳ χάριν, πάντας καλοῦντος ἐπὶ τὴν υἱοθεσίαν, ἵνα διηγήσηται τὸ ὄνομα τοῦ θεοῦ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ὑμνήσῃ τὸν πατέρα κατὰ τὸ γεγραμμένον· »Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε«.

ὅτι μέντοι γε ὁ αὐτός ἐστιν θεὸς τῶν προφητῶν καὶ τοῦ κόσμου δημιουργός, πολλαχόθεν μὲν ἔστιν θεωρῆσαι· ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος θεωρῆσαι τήν τε Στεφάνου ἀπὸ τῶν Πράξεων πρὸς τὸν λαὸν δημηγορίαν οὕτω λέγοντος· »Ἄνδρες »ἀδελφοὶ καὶ πατέρες. ἀκούσατε.

ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ »ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ οἰκῆσαι αὐτὸν ἐν »Χαρράν, καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς »συγγενείας σου« καὶ τὰ ἑξῆς· δἰ ὅλου γὰρ τοῦ λόγου ἀναντιρρήτως ἔστιν μαθεῖν τὸν τῶν προφητῶν θεὸν πατέρα εἶναι Χριστοῦ Ἰησοῦ·

καὶ ἐκ τῆς πρὸς ῾Ρωμαίους ἐπιστολῆς τοῦ ἀποστόλου ἐν τούτοις· «Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς »εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν »γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος »Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ »πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου »ἡμῶν, δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν »πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, ἐν οἷς ἐστὲ καὶ ὑμεῖς »κλητοὶ Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς οὖσιν ἐν ῾Ρώμῃ ἀγαπητοῖς θεοῦ, »κλητοῖς ἁγίοις. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ »κυρίου Ἰησοῦ Χριστοῦ«.

σαφῶς γὰρ ἀπὸ τούτων μεμαθήκαμεν ὅτι ὁ δημιουργὸς καὶ θεὸς τῶν προφητῶν καὶ πατὴρ τοῦ χριστοῦ θεός τε καὶ πατὴρ ἡμῶν ἐστιν.

Φαρισαῖοι τοίνυν οὐ μόνον γνῶσιν οὐκ εἶχον, οὔτε καθ᾿ ὃ πατὴρ οὔτε καθ᾿ ὃ θεός, τοῦ δεδωκότος τὸν νόμον πατρὸς τοῦ χριστοῦ· ἀλλ᾿ οὐδὲ ἐπίστευον αὐτῷ ὁμολογουμένως μὲν καθ᾿ ὃ πατὴρ ἦν Ἰησοῦ καὶ θεὸς αὐτοῦ, τάχα δὲ οὐδὲ καθ᾿ ὃ ὁ θεὸς ὁ κτίσας τὰ πάντα ἦν.

ἀλλ᾿ οὐδὲ τὸν χριστὸν ᾔδεισαν, καὶ καλῶς ἐλέγχει αὐτοὺς ὁ σωτὴρ λέγων· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου οἴδατε«. [*](5 Vgl. Eph. 1, 5. — 7 Ps. 21, 23; vgl. Hebr. 2, 12. — 11 Act. 7, 2f. — 18 Röm. 1, 1—7. — 35 Job. 8, 19. 4 ἐκχεομένην? We | 13 οἰκῆσαι ist singulär statt κατοικῆσαι | 14 ἐκ2 mit AℵCE rell. gegen BD Copt. | 18 Χριστοῦ ᾿Ιησοῦ mit Β It. Arm. | 25 zu ἐν ῾Ρώμῃ stebt in 47 die Randnote: τὸ Ἐν ῾Ρώμῃ οὔτε ἐν ἐξηγήσει οὔτε ἐν τῷ ῥητῷ μνημονεύει (sc. Orig.) | 33 οὐδὲ + We.)

305
ταῦτα ζητῶ, πότερον ἴσον δύναται τῷ »Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα »μου ἂν ᾔδειτε« τὸ »Εἰ τὸν πατέρα μου ᾔδειτε, καὶ ἐμὲ ἂν ᾔδειτε« ἢ οὔ;

καὶ ἡγοῦμαι μὴ ἴσον ταῦτα δύνασθαι ἀλλήλοις, τῷ ἀναβαίνειν ἀπὸ τῆς γνώσεως τοῦ υἱοῦ ἐπὶ τὴν γνῶσιν τοῦ πατρὸς τὸν γινώσκοντα τὸν πατέρα, καὶ μὴ ἄλλως ὁρᾶσθαι τὸν πατέρα ἢ τῷ ὁρᾶσθαι τὸν υἱόν· »῾Ο γὰρ ἑωρακώς, φησίν, ἐμὲ ἑώρακε τὸν πέμψαντά με«· οὐκ ἂν δὲ εἰρήκει τὸ »῾Ο ἑωρακὼς τὸν πατέρα ἑώρακέν με«, ἐπείπερ ὁ τὸν λόγον τεθεωρηκώς τοῦ θεοῦ θεωρεῖ τὸν θεόν, ἀναβαίνων ἀπὸ τοῦ λόγου πρὸς τὸν θεόν· ἀμήχανον δέ ἐστιν μὴ ἀπὸ τοῦ λόγου θεωρῆσαι τὸν θεόν.

καὶ ὁ θεωρῶν τὴν σοφίαν, ἣν ἔκτισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς ἔργα αὐτοῦ, ἀναβαίνει ἀπὸ τοῦ ἐγνωκέναι τὴν σοφίαν ἐπὶ τὸν πατέρα αὐτῆς· ἀδύνατον δὲ χωρὶς τῆς σοφίας προαγωγῆς νοηθῆναι τὸν τῆς σοφίας θεόν.

τὸ δ᾿ αὐτὸ ἐρεῖς καὶ περὶτῆς ἀληθείας· οὐ γὰρ νοεῖ τις τὸν θεὸν ἢ θεωρεῖ αὐτόν, καὶ μετὰ ταῦτα τὴν ἀλήθειαν, ἀλλὰ πρότερον τὴν ἀλήθειαν, ἱν οὕτως ἔλθῃ ἐπὶ τὸ ἐνιδεῖν τῇ οὐσίᾳ ἢ τῇ ὑπερέκεινα τῆς οὐσίας δυνάμει καὶ φύσει τοῦ θεοῦ.

καὶ τάχα γε ὅσπερ κατὰ τὸν ναὸν ἀναβαθμοί τινες ἦσαν, δι᾿ ὠν εἰσῄει τις εἰς τὰ ἅγια τῶν ἁγίων, οὕτως οἱ πάντες ἡμῶν ἀναβαθμοὶ ὁ μονογενής ἐστιν τοῦ θεοῦ· καὶ ὤσπερ τῶν ἀναβαθμῶν ὁ μέν ἐστιν πρῶτος ἐπὶ τὰ κάτω, ὁ δὲ τούτου ἀνωτέρω, καὶ οὕτως ἐφεξῆς μέχρι τοῦ ἀνωτάτω, οὕτως οἱ μὲν πάντες εἰσὶν ἀναβαθμοὶ ὁ σωτήρ· ὁ δὲ οἷον πρῶτος κατωτέρω τὸ ἀνθρώπινον αὐτοῦ, ᾧ ἐπιβαίνοντες ὁδεύομεν κατὰ τὰ ἑξῆς αὐτοῦ ὄντα τὴν πᾶσαν έν τοῖς ἀναβαθμοῖς ὁδόν, ὥστε ἀναβῆναι δι᾿ αὐτοῦ ὄντος καὶ ἀγγέλου καὶ τῶν λοιπῶν δυνάμεων.

καὶ κατὰ τὰς ἐπινοίας δὲ αὐτοῦ, εἴπερ ἕτερόν ἐστιν ὁδὸς καὶ θύραι προαπαντῆσαι δεῖ τῇ ὁδῷ, ἕνα μετὰ ταῦτα οὕτως φθάσῃ τις ἐπὶ τὴν θύραν, καὶ ἄρχοντι χρήσασθαι αὐτῷ καθ’ ὃ ποιμήν ἐστιν, ἵνα τις δυνηθῇ αὐτοῦ ἀπολαῦσαι καὶ βασιλέως, ὄνασθαί τε αὐτοῦ πρῶτον ὡς ἀμνοῦ, ἕνα πρῶτον ἄρῃ ἡμῶν τὴν ἁμαρτίαν, καὶ μετὰ ταῦτα κεκαθαρισμένοι φάγωμεν αὐτοῦ τῆς σαρκός, τῆς ἀληθινῆς τροφῆς· καὶ ἐπιμελέστερόν τις τὰ παρακείμενα τούτοις ἐξετάσας καὶ παραλαβὼν ἀκούσεται· »Εἰ ἐμὲ οἴδατε, καὶ τὸν πατέρα μου »οἴδατε«, καὶ >Ἐπεὶ ἐμὲ οἴδατε, καὶ τὸν πατέρα μον οἵδατε.

[*](6 Joh. 14, 9. 12, 44. — 10 Vgl. Prov. 8, 22. — 17 Vgl. Act. 21, 35. 40. — 25 Vgl. Joh. 10, 7. 9.—27 Vgl. Joh. 10, 11. — 29 Vgl. Joh. 1, 29. — 30 Joh. 6, 55. — 32 Vgl. Joh. 8, 19. 7 ὁ ἑωρακὼς] θεωρακὼς, corr. V | 8 ἀπὸ] πρὸ, corr. V | 12 προσαγωγῆς, corr. Hu | 13 τὸ + V | 18 εἰ[ς τὰ] a. Ras. | 19 ὥσπερ] εἴπερ, corr. Β | 20 μονογενῆς, corr. Br | 22 zu πρῶτος ist ἀναβαθμὸς zu erg. | 23 κατὰ] καὶ, corr. We | 28 ὄνασθαι V; in Μ sind von dem Worte nur nocb Spuren von ὁνα zu erkennen | 31 τις] τε, corr. We; V fügt τις nacb τούτοις Origenes IV. 20)
306

VIII, 20. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζορυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

Εἰ μή τι χρήσιμον ἠν μαθεῖν ἐκ τοῦ τὰ προειρημένα ἀπηγγέλθαι ὑπὸ τοῦ σωτῆρος λελαλῆσθαι ἐν τῷ γαζοφυλακίῳ, οὐκ ἂν προσέθηκεν ὁ εὐαγγελιστὴς οἱς εἶπεν ὁ Ἰησοῦς τὸ »Ταῦτα τὰ »ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ«· καὶ πανταχοῦ γε ὅπου πρόσκειται· »Ταῦτα τὰ ῥήματα † ἃ ἐλάλησεν‘ ἐν τῷδέ τινι τόπῳ, ἐπιστήσας εὑρήσεις τὸ τῆς προσθήκης εὔλογον.