Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἰ μὲν πρὸς τοὺς αὐτοὺς ὁ λόγος ἠν ὁ λέγων· Κἀμὲ οἴδατε »πόθεν εἰμί« καὶ ὁ φάσκων· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«, ἄντικρυς ἂν ἔδοξεν ἐναντίον εἶναι τὸ λεγόμενον· νυνὶ δὲ τὸ μὲν »Κἀμὲ οἴδατε« πρός τινας τῶν Ἱεροσολυμιτῶν ἀπαγγέλλεται εἰρηκότας· »Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χρι- »στός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, »οὐδεὶς γινώσκει πόθεν ἐστίν«· τὸ δὲ ὅτι »Οὔτε ἐμὲ οἴδατε« καὶ τὸ ἑξῆς, πρὸς τοὺς εἰπόντας αὐτῷ Φαρισαίους· »Σὺ μαρτυρεῖς περὶ »σεαυτοῦ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής«.

πλὴν καὶ τοῖς ῾Ιεροσολυμίταις διὰ τῶν προτέρων, καὶ τοῖς Φαρισαίοις διὰ τῶν νῦν ἐξεταζομένων φησὶν ὅτι τὸν πατέρα οὐκ οἴδατε· τοῖς μὲν ῾Ιεροσολυμίταις διὰ τούτων »᾿Απ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας »με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμὶ κἀ- »κεῖνός με ἀπέστειλεν«. τοῖς δὲ Φαρισαίοις διὰ τοῦ »Οὔτε ἐμὲ οἴδατε »οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε«.

κοὶ ζητήσαι ἄν τις εὐλόγως ὅπως, εἴπερ ἀληθὲς τὸ »Εἰ ἐμὲ ᾔδειτε [*](3 Joh. 7, 28. — 7 Job. 7, 26 f. — 9 Joh. 8, 19. — 10 Joh. 8, 13. — 14 Joh. 7, 28 f. — 16 Joh. 8, 19. — 18 Joh. 8, 19. Anfang und Scbluss dieses Bucbes feblen. Das Erbaltene mag etwa die Hälfte des Ursprünglichen darstellen | Überschrift in Μ unter einfacber roter Leiste, sonst; εἰς τὸν ebenfalls wie sonst | 1 ὁ vor Ἰησοῦς ist verdächtig als Lesart rec. I 7 οὗτος] αὐτὸς, docb vgl. S. 299, 29 | 10 τοὺς teils in, teils über d. Ζ. eingeflickt | περὶ σεαυτοῦ μαρτυρεῖς statt μαρτ. περὶ σεαυτοῦ Μ nacb c. 2 (S. 299, 32) c. 17 (S. 317, 34) u. allen Zeugen von Τ | 18 εἰ ü. d. Z.)

299
»καὶ τὸν πατέρα μου ἂν ᾔδειτε«, οἱ ῾Ιεροσολυμῖται, πρὸς οὕς φησι· »Κἀμὲ οἴδατε« οὐκ οἴδασι τὸν πατέρα. προσεπιτείνει δὲ τὴν εἰς τὸν τόπον ἀπορίαν καὶ ὁ Ἰωάννης ἐν τῇ καθολικῇ ἐπιστολῇ ταῦτα λέγων· »Ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν· πᾶς ὁ ἀρνούμενος τὸν »υἱόν, οὐδὲ τὸν πατέρα ἔχει«.

εἰ γὰρ »Ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν‘, καὶ »῾Ο ὁμολογῶν τὸν υἱόν καὶ τὸν πατέρα ἔχει«, δῆλον ὅτι οἱ ῾Ιεροσολυμῖται, ὅσον ἐπὶ τῇ λέξει, τῷ μὴ γινώσκειν τὸν πατέρα ἀρνούμενοι τὸν πατέρα ἀρνοῦνται καὶ τὸν υἱόν.

εἰ δὲ ἀρ- νοῦνται τὸν υἱόν, πῶς τὸ »Κἀμὲ οἴδατε« ἀληθές; πάλιν οἱ αὐτοὶ εἰ οἴδασιν τὸν υἱὸν διὰ τὸ Καὶ ἐμὲ οἴδατε«, (ἐπεὶ »Ὁ ὁμολογῶν »υἱὸν καὶ τὸν πατέρα ἔχει«) ὁμολογοῦσιν τὸν πατέρα. εἰ δὲ ὁμολογοῦσιν τὸν πατέρα, πῶς ἀληθὲς τὸ »᾿Αλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας »με, ὃν ὑμεῖς οὐκ οἴδατε«;

Λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ σωτὴρ ὁτὲ μὲν περὶ ἑαυτοῦ ὡς περὶ ἀνθρώπου διαλέγεται, ὁτὲ δὲ ὡς περὶ θειοτέρας φύσεως καὶ ἡνωμένης τῇ ἀγενήτῳ τοῦ πατρὸς φύσει. ἐπὰν μὲν γὰρ λέγῃ· »Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν »λελάληκα«, τοῦτό φησιν εἰδὼς τὸ ζητούμενον ἀναιρεθῆναι εἶναι οὐ θεὸν ἀλλὰ ἄνθρωπον· ἐὰν δὲ »᾿Εγὼ κοὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ »᾿Εγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή« καὶ »᾿Εγώ εἰμι ἡ ἀνάστασις« καὶ τὰ τούτοις ὅμοια, οὐ περὶ τοῦ ζητουμένου ἀναιρεθῆναι ἀνθρώπου διδάσκει.

οὕτως οὖν καὶ ἐπὶ τῶν κατὰ τὸ παρὸν ἡμῖν ζητουμένων ἐκ τῆς συμφράσεως κατανοητέον· τὸ μὲν Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί« περὶ τοῦ ἀνθρώπου ἑαυτοῦ διαλέγεται, τὸ δὲ »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου« περὶ τῆς θεότητος· τοῦ μὲν γὰρ »Κἀμὲ οἴδατε καὶ »οἴδατε πόθεν εἰμί« ταῦτα προτέτακται· »Ἔλεγον οὐν τινες ἐκ τῶν »῾Ιεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε »παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν »οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν »ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν«·

τοῦ δὲ »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου« ταῦτα »Εἶπαν οὐν »αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ »ἔστιν ἀληθής. ἀπεκρίθη † ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· κἂν ἐγὼ [*](4 Ι Joh. 2, 22 f. — 6 Ι Joh. 2, 23. — 7 Joh. 8, 19. — 10 Ι Joh. 2, 23. — 12 Joh. 7, 28. — 17 Joh. 8, 40. — 19 Joh. 10, 30. — 20 Joh. 14, 6. — Joh. 11, 25. — 23 Joh. 7, 28. — 24 Joh. 8, 19. — 26 Joh. 7, —27. — 31 Joh. 8, 19. — Joh. 8, 1316. 16 λέγειν | 27 οὕτως | 30 χριστὸς] κύριος (κ#x772;ς#x772; statt χ#x772;ς#x772;, wie κ und χ worden sind; s. Einl.) | 31 τοῦ] τοὺς, corr. V | 33 Der Artikel vor Ἰησοῦς feblt in den Zeugen von T.)

300
»μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα »πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.

* * * ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε »ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀλη- »θινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ«.

δῆλον οὐν ἐκ τούτων ὅτι ὑπὸ μὲν τῶν ῾Ιεροσολυμιτῶν ἐλέγετο· »Τοῦτον οἴδαμεν πόθεν ἐστίν‘, ἀναφερόντων ἐπὶ τὸ ἐν Βηθλεὲμ αὐτὸν γεγενῆσθαι, καὶ ἐπισταμένων ὅτι οὗτος ἦν οὗ ἡ μήτηρ ἐλέγετο Μαρία, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης καὶ Σίμων καὶ Ἰούδας. διόπερ καὶ μαρτυρεῖ τοῖς εἰρηκόσιν· »Οἴδαμεν πόθεν ἐστίν‘ διὰ τοῦ »Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«. τοῖς δὲ Φαρισαίοις τὸ »Κἣν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, »ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω«· τῇ θειοτέρᾳ φύσει διαλεγόμενος ἔφασκεν ταῦτα καί, ὡς ἂν εἴποι τις, καθ᾿ ὃ πρωτότοκος πάσης κτίσεως ἠν.

διόπερ τοῖς πρὸς ταῦτα πυθομένοις αὐτοῦ καὶ εἰρηκόσιν· »Ποῦ ἔστιν ὁ πατήρ σου;« ἀποκρίνεται (ὡς ἂν εἴποι τις, ἕτερος ὢν τοῦ λέγοντος· »Καμὲ οἴδατε«) καί φησι· Καὶ οὔτε ἐμὲ οἴδατε »ουτε τὸν πατέρα μου( κατὰ δὲ τὸ ταπεινὸν τῶν Φαρισαίων ἠν ἤτοι μὴ νοεῖν ὅτι περὶ τοῦ θεοῦ τῶν ὅλων ἔλεγεν τὸ Μαρτυρεῖ »περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«· ἢ εἰ ἐξεδέχοντο περὶ τοῦ θεοῦ ταῦτα λέγεσθαι, νομίζειν ὅτι ἐν τόπῳ ἐστὶν ὁ θεός, καὶ διὰ τοῦτο ἀποκρίνεσθαι· »Ποῦ ἔστιν ὁ πατήρ σου««;

Χρὴ μέντοι γε εἰδέναι, ὅτι οἱ ἐτερόδοξοι νομίζουσιν σαφῶς ἐντεῦθεν παρίστασθαι τὸ μὴ τὸν θεόν, ᾧ ἐλάτρευον Ἰουδαῖοι, πατέρα εἶναι τοῦ χριστοῦ· εἰ γὰρ τοῖς Φαρισαίοις λατρεύουσιν τῷ δημιουργῷ, φασίν, ἔλεγεν ὁ σωτήρ· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«, σαφὲς ὅτι ἕτερον ὄντα τοῦ δημιουργοῦ τὸν πατέρα Ἰησοῦ Φαρισαῖοι οὐκ ᾔδεσαν, ἀλλ’ οὐδὲ ῾Ιεροσολυμῖται, οἷς προειρήκει· »᾿Αλλ' ἔστιν »ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε«. ταῦτα δὲ λέγουσιν ἅτε μὴ ἀνεγνωκότες τὰς θείας γραφάς, μηδὲ τὴν συνήθειαν τῆς ἐν αὐταῖς λέξεως τετηρηκότες.

κἂν γὰρ διεξοδεύειν τις δύνηται τὰ περὶ θεοῦ ἐκ πατέρων μεμαθηκὼς ὅτι τούτῳ λατρεύειν μόνῳ δεῖ, μὴ βιοῖ δὲ καλῶς, τοῦτόν φασιν οὐκ ἔχειν γνῶσιν θεοῦ. εἴ τις γοῦν [*](6 Joh. 7, 27. — Vgl. Matth. 2, 1. — 7 Vgl. Matth. 13, 55. — 9 Joh. 7, 27. — 10 Joh. 7, 28. — 11 Job. 8, 14. — 13 Vgl. Kol. 1, 15. — 15 Joh. 8, 19. — 18 Joh. 8, 18. — 25 Joh. 8, 19. — 27 Joh. 7, 28. 1 οἴδατέ | 2 nacb ὑπάγω sind die Worte: ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω durcb ein Scbreiberverseben ausgefallen | 3 ἀληθινὴ] u. S. 317, ἀληθής; wie bier lesen BℵDTLX 33, wie dort ςΔ 1. 69. rell. | 7 γεγεννῆσθαι | + ἦν | 8 Orig. schrieb wobl Μαριάμ, wie er nacb VI, 14 (S. 123, 4); in Mt. X, 17(111, 45, 7Lo)las | καὶ darf nicht fehlen. Zur Sache vgl. Zahn, VI, 334 ff. | 19 ἢ εἰ] ἐπεὶ, corr. V | 32 εἰ] εἰ ἢ, corr. V.)

301
ἄλλος ᾔδει τὰ περὶ τοῦ δημιουργοῦ καὶ τῆς ἱερατικῆς αὐτοῦ θεραπείας, δῆλον ὅτι καὶ οἱ Πλεῖ τοῦ ἱερέως υἱοὶ παρὰ τῇ λατρείᾳ ἀνα- τεθραμμένοι· ἀλλ᾿ ὅμως, ἐπεὶ ἥμαρτον, γέγραπται ταῦτα περὶ αὐτῶν ἐν τῇ τῶν Βασιλειῶν πρώτῃ· »Καὶ οἱ υἱοὶ ᾿Ηλεῖ, υἱοὶ λοιμοί, οὐκ »ἔγνωσαν τὸν κύριον«.

πευσόμεθα γὰρ τῶν ἑτεροδόξων εἰ μὴ περὶ τοῦ δημιουργοῦ γέγραπται τὸ »Οὐκ ἔγνωσαν τὸν κύριον« καὶ ἀποκρινομένων ὅτι περὶ τοῦ δημιουργοῦ ἐστιν ταῦτα, ζητήσομεν διὰ τί εἴρηται περὶ τῶν υἱῶν ᾿Ηλεῖ· »Οὐκ ἔγνωσαν τὸν κύριον«· πότερον διὰ τοὺς περὶ θεοῦ τοῦ δημιουργοῦ λόγους, ἢ διὰ τὴν πονηρίαν αὐτῶν· σαφὲς δὲ ὅτι διὰ τὴν πονηρίαν λέγονται μὴ ἐγνωκέναι τὸν κύριον.

καὶ οὐ περὶ τῶν υἱῶν ᾿Ηλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ ᾿Ιούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν· οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.

Ἔστιν δὲ καὶ ἄλλο σημαινόμενον τοῦ γινώσκειν τὸν θεόν, ἑτέρου ὄντος τοῦ γινώσκειν τὸν θεὸν παρὰ τὸ πιστεύειν ψιλῶς εἰς τὸν θεόν, † ὡς δῆλον ἐκ τοῦ· »Ὅσα ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ »λαλεῖ« αὐτὸ ᾗ δῆλον ὅτι καὶ τοὺς προφήτας, ὧν τὰ ῥήματα, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν, νόμος λέγεται. εἴρηται τοίνυν έν ψαλμοῖς· »Σχο- »λάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός«·

τίς δ’ οὐκ ἂν ὁμολογήσαι [πιστεῦσαι] γεγράφθαι ταῦτα λαῷ πιστεύοντι εἰς τὸν δημιουργόν; ὅντινα γνῶναι οὐκ ἔστιν μὴ σχολάσαντα καὶ ἐκκαθάραντα τὸν νοῦν. τῶν νοούντων καὶ θειοτέροις ὀφθαλμοῖς βλεπόντων τὸν θεὸν διὰ τὸ καθαρὰν τὴν καρδίαν πεποιηκέναι τῆς χάριτος ταύτης ἀξιουμένων, ὡς ὁ σωτὴρ μαρτυρεῖ λέγων· »Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι »αὐτοὶ τὸν θεὸν ὄψονται«. ἅμα δὲ καὶ πρὸς τὸ »Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ μἱός« φήσομεν ὅτι οὐ ταὐτόν ἐστιν τὸ γινώσκειν τὸν πατέρα καὶ πιστεύειν αὐτῷ.

οὐ μάχεται οὖν τὸ »Οὐδεὶς ἔγνω »τὸν πατέρα εἰ μὴ ὁ μἱός« τῷ »᾿Επίστευσεν δὲ Ἀβραὰμ τῷ θεῶ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«. εἰ δέ τις οἴεται ἡμᾶς βιάζεσθαι λέγοντας μὴ ταὐτὸν εἶναι τὸ πιστεύειν τῷ γινώσκειν, καὶ ἐνδέχεσθαι πιστεύειν μὲν οὐκ ἔχειν δὲ γνῶσιν τοῦ πιστευομένου ὑπ᾿ αὐτοῦ, τοῦ Ιησοῦ ἀκουσάτω λέγοντος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· [*](4 Ι Sam. 2, 12. — 17 Rom. 3, 19. — 19 Vgl. Frg. Comm. in ep. ad Rom. IX. Philoc. p. 55, 19 ff. — Ps. 45, 11. — 23 Vgl. Matth. 5, 8. — 25 Matth. 5 8. — 26 Matth. 11, 27. — 39 Gen. 15, 6; vgl. Röm. 4, 3. 17 ὡς δῆλον — 19 λέγεται] Hier ist etwas nicht in Ordnung. Denn die Worte haben mit dem Vorhergehenden keinen Zusammenhang | 18 nach προφήτας + συμπεριλαμβάνει Br, damit allein ist aber nicht geholfen; viell. statt αὐτὸ ᾐ δῆλον ὅτι z. l. αὐτοῦ δηλοῦντος? | 19 ἐπεδείξαμεν σχολάσετε | 21 πιστεῦσαι str. We.)

302
»᾿Εὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ »ἀλήθεια ἐλευθερώσει ὑμᾶς«.

παρατήρει γὰρ ὅτι πρὸ τοῦ »᾿Εὰν »μείνητε έν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν« γέγαπται· »Ἔλεγεν οὐν ὁ Ἰησοῦς πρὸς τοὺς † πιστεύοντας αὐτῷ ᾿Ιουδαίους«, καὶ ἃ ἔλεγεν ἠν· »Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν«.

πολὺ δὲ διαφέρει τὸ πρὸς τῷ πιστεύειν ἐγνωκέναι τοῦ πιστεύειν μόνον· »᾿Ωι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος »σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις »ἐν τῷ αὐτῷ πνεύματι«.