Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

πῶς δὲ οἶμαι * * * τὰ αὐτὰ ἔχειν * * λέγονται * * * * ταῖς ἀποκλισθείσαις μωραῖς παρθένοις ἄξιον ἰδεῖν κατηγορίαν περιέχοντα τῶν μαθητῶν τοῖς αὐτοῖς κοιμωμένων ταῖς μωραῖς παρθένοις.

ἔτι δὲ καὶ τὸ ἀνόμοιον τοῦ φωτὸς πρὸς τροφήν, καὶ τοῦ ἐλαίου πρὸς τὰ βρώματα * * * * * σαντας αἰτιάσασθαι τὴν ἐκδοχήν, ἢ εἴπερ τι ἐδύνατο σαφῆ ποιῆσαι τὸν λόγον, ἐχρῆν αὐτὸν διὰ πλειόνων παραμυθήσασθαι κατασκευάζοντα τὴν ἰδίαν ἐκδοχήν.

4, 32 Ὁ δέ εἶπεν αὐτοῖς Ἑγὼ βρῶσιν ἔχω φαγεῖν, ὴν ὑμεῖς οὐκ οἴδατε.

Τὸ μὲν ἀνενδεὲς οὐ οὐ βρώσεως, τὸ τὸ δὲ χρῇζον βρώσεως οὐκ ἔσιν ἀνενδεές. καὶ δῆλον ὅτι ὁ ἐσθίων οὐχὶ μὴ χρῄζων βρώσεως ἐσθίει, ἀλλὰ χρῄζων καὶ δεόμενος αὐτῆς.

καὶ τὰ μὲν σώματα, ἅτε τῇ φύσει ὄντα ῥευστὰ, τρέφεται τῆς τροφῆς ἀναπληρούσης τὸν τόπον τῶν ἀπορρεόντων· τὰ δὲ κρείττονα σώματος τρέφεται [*](4 Vgl. Apok. 3, 20. — 11 Vgl. Matth. 25, 1 ff. — 24 Vgl. Clem. ΑΙ., Strom. III, 12, 86: ἀλλ' οὐδὲ ἡμεῖς ἀντιλέγομεν τῇ γραφῇ, ὅτι φθαρτὰ ἡμῖν [1. ἡμῶν] τὰ σώματα καὶ φύσει ῥευστά.) [*](1 τὰ εὑρισκόμενα We Ι 7 δειπνίσαντα] δειπνήσαντα u. δειπνησθῆναι, corr. We ἀπὸ, corr. We Ι 12 — 14 Die össe der ücken ist c. 4–5, 42, 8 — 9, 6 — 7 Bebst. Etwa: ταῦτα δὲ φησίν, ἵνα τι λόγον τρόπον? 003E; αἱ πέντε μωραὶ παρθένοι εἰκασθῶσι τοῖς μαθηταῖς We, αἵτινες ἀπεκλείσθησαν Pr;> ὑπὸ τοῦ νυμφίου. πῶς δὲ οἱ τοῦ x003E; τὰ αὐτὰ ἔχειν <....> λέγονται ἐκείναις ταῖς π.> π. ἄξιος πῶς δὲ οἶμαι <πλανᾶσθαι> τὸν> τὰ αὐτὰ ἔχειν νοήματα κτλ.<> We mit der Bemerkung „alles ” Ι 14 τοῖς αὐτοῖς wohl verderbt, ὡσαύτως? Ι 15 ἔστι δὲ καὶ αὐτὸ, corr. We Ι 16 ἐλαίου] ποτοῦ, corr. We Ι 17 ücke von c. 17 Bebst.; von We so ausgefüllt πρέπει ἀκριβῶς x003E; σαντας bat durch ein über τι geschriebenes ζητητέον selbst erklärt, dass er die Worte verstand Ι ἢ] ἣν? We Ι 18 ἐδύνατο] δυνάμενον, corr.)

258
τοῖς ἀσωμάτοις νοήμασιν καὶ λόγοις καὶ πράξεσιν ὑγιέσιν, οὐχὶ εἰς τὸ μὴ εἶναι διαλυθησόμενα, εἰ μὴ τρέφοιτο· οὐδὲ γὰρ σώματα μὴ τρεφόμενα εἰς τὸ μὴ εἶναι διαλύεται· ἀπόλλυσιν δὲ τὸ εἶναι τοιάδε, ὅτε οὐ τρέφεται τοῖς τοιοῖσδε τὰ τῆς διαφερούσης τῶν σωμάτων φύσεως.

ὥσπερ δὲ τὰ δεόμενα τροφῆς σώματα οὐδὲ τοῖς ἀπὸ τῶν ποιοτήτων τρέφεται, οὐδὲ ποσότης τροφῶν ἡ αὐτὴ πᾶσιν ἀρκεῖ, οὕτω νοητέον καὶ ἐπὶ τῶν κρειττόνων παρὰ τὰ σώματα. καὶ γὰρ ταῦτα τὰ μὲν πλείονος, τὰ δὲ ἐλάττονος δεῖται τροφῆς, οὐ τῶν ἵσων ὄντα χωρητικά.

ἀλλ᾿ οὐδὲ ἡ ποιότης τῶν τρεφόντων λόγων καὶ νοημάτων τῶν ἐν θεωρίᾳ πράξεών τε τῶν τούτοις ἁρμοζουσῶν, ἡ αὐτὴ ἁρμόζει πάσαις ταῖς ψυχαῖς.

ἀλλὰ γὰρ καὶ λάχανον καὶ στερεὰ τροφὴ οὐχὶ κατὰ τὸν αὐτὸν καιρὸν τρέφει τοὺς δεομένουο τῆς ἀπὸ τούτων βελτιώσεως.

τὰ μὲν γὰρ ἀρτιγέννητα βρέφη, ὥς φησιν ὁ Πέτρος, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθείτω, καὶ εἴ τις τὴν νηπιότητα ἔχει Κορινθίων, πρὸς οὕς φησιν ὁ Παῦλος »Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα«.

ὁ δὲ ἀσθενῶν διὰ τὸ μὴ πιστεύειν λάχανα ἐσθιέτω· καὶ τοῦτο δὲ ὁ Παῦλος διδάσκει λέγων· »Ὅς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ »ἀσθενῶν λάχανα ἐσθίει«.

καὶ ἔστιν γέ ποτε »κρείττων ξενισμὸς »λαχάνων πρὸς φιλίαν καὶ χάριν, ὥσπερ καὶ μόσχοι ἀπὸ φάτνης μετὰ »ἔχθρας«. »Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ »αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ »κακοῦ«, ἔστιν δέ τις καὶ δηλητήριος τροφή, ἥντινα μανθάνομεν ἀπὸ τῆς τετάρτης τῶν Βασιλειῶν, λεγόντων πρὸς τὸν Ἐλισαῖόν τινων· »Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ«.

καὶ ἡ μέν τίς ἐοτιν τῶν ἀλογωτέρων ψυχῶν πνευματικὴ ποώδης τροφὴ καὶ ἄλλη χόρτος ἢ ἄχυρον, ἅπερ σημαίνεται διὰ τοῦ· »Κύριος ποιμανεῖ με, »καὶ οὐδέν με ὑστερήσει.

εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· »ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεφέν με«. καὶ ὁ Ἡσαΐας δέ φησι· »Λέων »δὲ ὡς βοῦς ἄχυρον φάγεται«. ἀλλὰ καὶ χόρτον τοῖς κτήνεσιν ἐν τῷ οἴκῳ τῆς ῾Ρεβέκκας παρατιθέασιν τοῦ παιδὸς Ἀβράμ.

ἐὰν δέ τις ᾖ λογικώτερος καὶ διὰ τοῦτο καὶ νοητὸς ἄνθρωπος, τὸν νοητὸν ἄρτον ἐσθίει, ὡς ἐν ψαλμοῖς γέγραπται· Ἄρτος στηρίζει καρδίαν »ἀνθρώπου«, καὶ τῷ νοητῷ οἴνῳ εὐφραίνεται οὐκ ἄλλως ἢ ἄνθρωπος· [*](11 Vgl. Röm. 14, 2. — 13 Hebr. 5, 12. — 13 Vgl. Ι Petr. 2, 2. — 15 Ι Kor. 3, 2. + Röm. 14, 2. — 18 Prov. 15, 17. — 20 Hebr. 5, 14. — 22 Vgl. de or. 27, 9 (II, 369, 15 K.) — 24 II Kön. 4, 40. — 26 Ps. 22, If. — 28 Jes. 11, 7. — 29 Vgl. Gen. 24, 32. — 32 Ps. 103, 15.) [*](5 οὐδὲ] οὔτε, corr. Br Ι 10 τε add. Pr | 18 κρείττων a. Rande mit ABBREV nachgetragen | μετὰ λαχάνων ℵΒ, Orig. = A | 19 statt ὥσπερ — φάτνης haben BℵA ἤ παράθεσις μόσχιον; ἢ μόσχος ἀπὸ φάτνης Luc, Syr. hex. | 23 ὑπὸ, corr. V Ι 24 τινων] πινῶν | 26 ποιμανεῖ mit ℵ*Α | 33 ἄλλος, corr. Pr.)

259
Οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου«.

ἀναβατέον δὲ τῷ λόγῳ ἀπὸ τῶν ἀλόγων καὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τοὺς ἀγγέλους καὶ αὐτοὺς τρεφομένους· οὐ γάρ εἰσιν πάντη ἀνενδεεῖς. »Ἄρτον γοῦν »ἀγγέλων ἔφαγεν ἄνθρωπος‘, μακάριός γε ὁ Ἀβραὰμ δυνηθεὶς τοῖς ἐπιφανεῖσιν αὐτῷ τρισὶν ἐγκρυφίας ἀζύμους παραθεῖναι.

Ἀλλ' ἤδη ἐπὶ τὸν προκείμενον λόγον Ι τὸν περὶ τῆς Χριστοῦ βρώσεως ὁδευτέον, ἣν οἱ μαθηταὶ τότε οὐκ ᾔδεσαν· ἀληθεύει γὰρ λέγων ὁ Ἰησοῦς· »Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε«.

ὅπερ γὰρ καὶ ἔπραττεν ὁ Ἰησοῦς ποιῶν τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειῶν αὐτοῦ τὸ ἔργον, τοῦτο οὐκ ᾔδεσαν οἱ ἵνα δὲ νοηθῇ

τρανότερον τὸ » Ἑγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ »οἴδατε«, λεγέτω καὶ Παῦλος τοῖς χρείαν ἔχουσιν γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς, Κορινθίοις , καὶ γάλα ποτιζομένοις καὶ οὐ βρῶμα, τῷ μηδέπω αὐτοὺς δύνασθαι βρώματος μεταλαμβάνειν· »Ἐγὼ βρῶσιν »ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε«.

καὶ ἀεί γε ὁ διαφέρων τοῖς ὑποδεεστέροις καὶ μὴ δυναμένοις τὰ αὐτὰ τοῖς κρείττοσιν θεωρεῖν ἐρεῖ·

»Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε«. καὶ οὐκ ἄτοπόν γε λέγειν μὴ μόνον ἀνθρώπους καὶ ἀγγέλους ἐνδεεῖς εἶναι τῶν νοητῶν τροφῶν, ἀλλὰ καὶ τὸν χριστὸν τοῦ θεοῦ· καὶ αὐτὸς γάρ, ἵν' οὕτως εἴπω, ἐπισκευάζεται ἀεὶ ἀπὸ τοῦ πατρὸς τοῦ μόνου ἀνενδεοῦς καὶ αὐτάκους αὑτῷ.

λαμβάνει δὲ τὰ βρώματα ὁ μὲν πολὺς τῶν μαθητευομένων ἀπὸ τῶν μαθητῶν Ἰησοῦ, κελευομένων παρατιθέναι τοῖς ὄχλοις· οἱ δὲ τοῦ Ἰησοῦ μαθηταὶ ἀπ’ αὐτοῦ τοῦ Ἰησοῦ, πλὴν ἔσθ' ὅτε καὶ ἀπὸ ἁγίων ἀγγέλων· ὁ δὲ υἱὸς τοῦ θεοῦ ἀπὸ τοῦ πατρὸς μόνου λαμβάνει τὰ βρώματα, οὐ διά τινος.