Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

πάντα δὲ ἦν, ἃ ἐποίησεν ἡ γυνή, ἡ πρὸς τοὺς πέντε ἄνδρας κοινωνία καὶ μετ' ἐκείνους ἡ πρὸς τὸν ἕκτον οὐ γνήσιον ἄνδρα συγκατάβασις, ὅντινα ἀρνησαμένη καὶ τὴν ὑδρίαν καταλείπουσα εἰς ἕβδομον σεμνῶς ἀναπαύεται, προξενοῦσα τὴν ὠφέλειαν καὶ τοῖς ἀπὸ τῶν προτέρων αὐτῆς δογμάτων οἰκοῦσι πόλιν τὴν οἰκοδομὴν τῶν οὐχ ὑγιῶν λόγων, τὴν αὐτὴν τῇ γυναικί· ἷς καὶ αἰτία γίνεται ἐξελθεῖν τῆς πόλεως καὶ ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.

πάνυ δὲ παρατετηρημένως έν τοῖς ἑξῆς οἱ Σαμαρεῖται ἐρωτῶσιν τὸν Ἰησοῦν, οὐχ ἵνα μείνῃ ἐν τῇ πόλει, ἀλλὰ »παρ' αὐτοῖς«, τουτέστιν ἵνα γένηται ἐν τῷ ἡγεμονικῷ αὐτῶν· τάχα γὰρ οὐκ ἠν δυνατὸν μεῖναι αὐτὸν ἐν τῇ πόλει αὐτῶν, ἐπείπερ καὶ αὐτοὶ ἐξῆλθον εὖ ποιοῦντες ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.

Ὅτι δὲ τοιαῦτά τινα δηλοῦται ἀκριβέστατα εἰς τὰς ἀναγωγάς, ἀφορμὰς ἡμῖν διδόντος τοῦ εὐαγγελιστοῦ, ἐκ τούτων κατακριτέον.

πρότερον μὲν γέγραπται· »Ἑξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς »αὐτόν«, καὶ μετ' ὀλίγα· »Ἐκ δὲ τῆς τῆς πόλεως ἐκείνης πολλοὶ ἐπί- [*](2 Gen. 24, 17. — 4 Gen. 24, 18. — 8 Vgl. Job. 4, 6. — 10 Vgl. Job. 20, 18 — 13 Job. 4, 42. — 16 Job. 20, 17. — 17 Job. 20, 27. — 27 Vgl. Job. 4, 40. — 29 Vgl. Job. 4, 30. — 33 Job. 4, 30. — 34 Job. 4, 39 f.) [*](5 καὶ ü d. Z. Ι 7 ὑπ’] ἀπ' zu ὑπ corr. Μ Ι οὐκ + We, nacb ovaa ist binzuzudenken. Ι 21 εἰς + V Ι 23 αὐτῆ, corr.)

255
»στευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς Ι γυναικὸς »μαρτυτούσης ὅτι Εἶπέν μοι πάντα, ἃ ἐποίησα· ὡς οὖν ἦλθον πρὸς »αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτόν μεῖναι παρ' αὐτοῖς«.

καὶ πρότερον οὐν ἐκ τῆς πόλεως ἤρχοντο πρὸς αὐτόν. καὶ δεύτερον ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἔτι ὄντα παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ οὐ γὰρ φαίνεται κεκινημένος ἐκεῖθεν), »καὶ ἠρώτων αὐτὸν μεῖναι παρ’ »αὐτοῖς«· οὐ γέγραπται δὲ μετὰ τοῦτο, ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν, ἀλλ’ »Ἔμεινεν ἐκεῖ δύο ἡμέρας«.

ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς οὐκ εἴρηται Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκ τῆς πόλεως« ἀλλὰ »Καὶ ἐξῆλθεν ἐκεῖθεν‘· ὅσον γὰρ ἐπὶ τῷ νοητῷ πᾶσα ἡ οἰκονομία τῆς ὠφελείας τοῖς Σαμαρεῦσιν παρὰ τῇ πηγῇ γεγένηται τοῦ Ἰακώβ.

Ὁ δὲ Ἡρακλέων τὴν ὑδρίαν τὴν δεκτικὴν ζωῆς ὑπολαμβάνει εἶναι διάθεσιν καὶ ἔννοιαν καὶ] τῆς δυνάμεως τῆς παρὰ τοῦ σωτῆρος, ἥντινα καταλιποῦσα, φησί, παρ' αὐτῷ, τουτέστιν ἔχουσα παρὰ τῷ σωτῆρι τὸ τοιοῦτον σκεῦος, ἐν ᾡ ἐληλύθει λαβεῖν τὸ ζῶν ὕδωρ, ὑπέστρεψεν εἰς τὸν κόσμον εὐαγγελιζομένη τῇ κλήσει τὴν Χριστοῦ παρουσίαν· διὰ γὰρ τοῦ πνεύματος καὶ ὑπὸ τοῦ πνεύματος προσάγεται ἡ ψυχὴ τῷ σωτῆρι.

κατανόησον δὲ εἰ δύναται ἐπαινουμένη τυγχάνειν ἡ ὑδρία αὕτη πάντη ἀφιεμένη· »Ἀφῆκεν, γάρ φησι, τὴν ὑδρίον αὐτῆς ἡ γυνή«. οὐ γὰρ πρόσκειται,

ὅτι ἀφῆκεν αὐτὴν παρὰ τῷ σωτῆpl. πῶς δὲ καὶ οὐκ ἀπίθανον καταλιποῦσαν αὐτὴν τὴν δεκτικὴν τῆς ζωῆς διάθεσιν καὶ τὴν ἔννοιαν τῆς δυνάμεως τῆς παρὰ τοῦ σωτῆρος καὶ τὸ σκεῦος, ἐν ᾡ ἐληλύθει λαβεῖν τὸ ζῶν ὕδωρ, ἀπεληλυθέναι εἰς τὸν κόσμον χωρὶς τούτων εὐαγγελίσασθαι τῇ κλήσει τὴν Χριστοῦ παρουσίαν;

πῶς δὲ καὶ ἡ πνευματικὴ μετὰ τοσούτους λόγους οὐ πέπεισται σαφῶς περὶ τοῦ χριστοῦ, ἀλλά φησι· »Μήτι οὗτός ἐστιν ὁ χριστός«;

καὶ τὸ »Ἐξῆλθον δὲ ἐκ τῆς πόλεως« διηγήσατο ἀντὶ τοῦ ἐκ τῆς προτέρας αὐτῶν ἀναστροφῆς οὔσης κοσμικῆς· καὶ ἤρχοντο διὰ τῆς πίστεως, φησί, πρὸς τὸν σωτῆρα.

λεκτέον δὲ πρὸς αὐτόν, πῶς μένει παρ' αὐτοῖς τὰς δύο ἡμέρας; οὐ γὰρ τετήρηκεν, ὃ προπαρεθέμεθα ἡμεῖς περὶ τοῦ x003E; έν τῇ πόλει αὐτὸν ἀναγεγράφθαι μεμενηκέναι τὰς δύο ἡ ἡμέρας.

[*](1 Joh. 4, 29. — 4 Vgl. Joh, 4, 40. — 9 Joh. 4, 43. — 21 Job. 4, 28. — 28 Job. 4, 29 f. — 33 Vgl. Ζ. 3 ff. — 34 Vgl. Joh. 4, 40.)[*](10 ἡ ü. d. Ζ. Ι 13 καὶ] z. str. vgl. Ζ. 24 f. Ι 14 καταλειπουσα, corr. V vgl. Ζ. 28 | 16 τοιοῦτο Ι 27 δὴ, corr. V Ι 23 καταλειποῦσαν, corr. V Ι 27 ἡ a. Ras. Ι 28 πέπεισται] επ a. Ras. Ι μήτοιούτος s. ο. S. 253, 9 Ι 34 x003E; + We, μὴ Br.)
256

4, 31 Ἐν τᾷ μεταξὶ ἠρώτων αὐτόν οἱ μαθηταὶ Ῥαββεὶ φάγε.

. Μετὰ τὴν περὶ τὸ ποτὸν οἰκονομίαν καὶ τὴν διδασκαλίαν τῆς διαφορᾶς τῶν ὑδάτων ἀκόλουθον ἦν καὶ τὰ περὶ τροφῆς ἀναγεγράφθαι.

ἡ μὲν οὐν Σαμαρεῖτις αἰτουμένη πιεῖν διὰ τῶν ἐπαπορήσεων αὐτῆς οἱονεὶ * * δὲ διὰ τὸν αἰτήσαντα· οὔτε γὰρ εἶχεν δοῦναι τῷ Ἰησοῦ ἄξιον αὐτοῦ πόμα, εἰ κἀκεῖνος ἐν τῷ ἐκείνην αἰτηθεῖσαν ὀρέξαι ἐβούλετο εὐεργετῆσαι διὰ τούτου τὴν πιεῖν δεδωκυῖαν.

ἔπρεπεν ἤδη * * * * ἀπὸ τῆς Σαμαρείτιδος. οἱ δὲ μαθηταὶ * * * ἀπεληλυθότων εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν, ἤτοι εὑρηκότες ἐπιτηδείους τροφὰς παρὰ τοῖς ἑτεροδόξοις, λόγους τινὰς ἁρμόζοντας, * * * * * * αὐτῷ Φάγε· καιρὸν νομίσαντες ἐπιτήδειον εἶναι αὐτῷ τροφῆς Ι τὸν μεταξὺ τοῦ ἀπεληλυθέναι εἰς τὴν πόλιν τὴν γυναῖκα καὶ τοῦ ἐληλυθέναι πρὸς αὐτὸν τοὺς Σαμαρείτας· ἐπ' οὐδενὸς γὰρ ξένου παρετίθεσαν αὐτῷ τὴν τροφὴν ἴσως ἐπιτριβείσης ἂν τῆς Σαμαρείτιδος, εἰ ἑώρα τοὺς μαθητὰς τὰ ἀπὸ τῆς πόλεως αὐτῆς τρόφιμα ἤτοι ὄντα ἢ νομιζόμενα παρατιθέναι βουλομένους τῷ διδασκάλῳ.

ἀλλ’ οὐδὲ ἐνώπιον τῶν Σαμαρειτῶν δεόντως ἂν ἐκεῖνοι ἔλεγον· »Ῥαββὶ φάγε·« χρῃζόντων καταλιπεῖν ἑαυτῶν τὴν πόλιν. διὰ τοῦτο καλῶς πρόσκειται τὸ » Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθη- »ταὶ λέγοντες· Ῥαββὶ φάγε«.

διὰ τί δὲ »αὐτὸν ἠρώτων«, καὶ οὐχὶ * * * ἄξιον ἰδεῖν· * * * τερον γὰρ ἂν ἐγέγραπτο· »Ἐν δὲ τῷ »ταξὺ ἔλεγον αὐτῷ οἱ μαθηταί Ῥαββὶ φάγε«.

τὸ δὲ καὶ ἐρωτᾶν ἴνα φάγῃ καὶ ἱκετεύειν * * * δεῖσθαι τάχα τι δηλοῖ πρὸ ἐνίοτε δὲ καὶ μετὰ τὴν ἐξέτασιν. καὶ ὅρα μήποτε εὐλαβοῦνται μὴ * * * ὁ λόγος ταῖς οἰκει * * * ἢ ἰσχυροποιούμενος τροφαῖς, καὶ [*](10 Vgl. Job. 4, 8. — 13 Vgl. Job. 4, 28. 30. — 20 Job. 4, 31. — 22 Job. 4, 31.) [*](5 τροφῆς] οφης a. Ras. Ι 6 δὲ διὰ, der Text ist ückenhaft; We erg. etwa: οἱονεὶ <αὐτὴ ἐποτίσθηx003E; διὰ τὸν αἰτήσαντα Ι 8 τὴν] τοῦ, corr. Pr Ι 9 nacb ἤδη ücke von c. 9 — 10 Bebst., nacb μαθηταὶ eine von c. 6 — 7 Bebst. Etwa üllen x003E; ἔπρεπεν ἤδη τροφὴν λαβεῖν ἀπὸ τῆς Σαμαρείτιδος. οἱ δὲ μαθηταὶ ὡν ἀπεληλυθότων κτλ. Ι 12 ücke von c. 25 — 28 + c 16 — 18 Bebst. Etwa ἁρμόζοντας τῇ οἰκονομίᾳ, φέροντες αὐτὰς παρέθηκαν καὶ ἔλεγον αὐτῷ· φάγε Ι 19 22 nacb οὐχὶ ücke von c. 9 — 10 Bebst.; ἔλεγον αὐτῷ Del nacb Β? ἁπλῶς x003E; We; nacb ἰδεῖν ücke von c. 8 — 9 Bebst, <ἁπλούσ> τερον Del (nacb B?) | + We I 23 ἐρωτὰ, corr. V Ι 24 ἰκετεύει, corr. V, danacb ücke von c. –9 Bebst. αὐτὸν καὶ erg. V Ι 25 καὶ μετὰ τὴν ἐξ]έτασιν, a. Ras. Ι nacb μὴ, ücke von c. 7 Bebst, erg. <πεινάσῃ>; <ἀρνῆται> erg. We Ι 26 nacb λόγος Lücke erg. etwa ὡς μὴ, <ἅτε> We Ι οἰκει danacb ücke von etwa 9 Bebst, erg. οἰκείαις τραφεὶς Ι καὶ + We.)

257
αὐτὸν † εὑρισκομένους ἐδέσθαι· οἷς γὰρ εὑρίσκουσιν οἱ μαθηταὶ ἀεὶ τρέφειν τὸν λόγον βούλονται, ἵνα ἰσχυροποιούμενος καὶ τονούμενος καὶ δυναμούμενος ἐπιπλεῖον παραμείνῃ τοῖς αὐτὸν τρέφουσιν, ἀντιτρέφων τοὺς παρατιθέντας αὐτῷ τὰ βρώματα.

διὰ τοῦτο ἑστηκέναι φησὶν ἐπὶ τὴν θύραν καὶ κρούειν, ἵν' ἐάν τις ἀνοίξῃ τὴν θύραν εἰσέλθῃ πρὸς αὐτὸν καὶ δειπνήσῃ μετ' ἐκείνου, ὥστε ὕστερον δυνηθέντα τὸν δειπνίσαντα ἀντιδειπνισθῆναι ὑπὸ τοῦ δειπνήσαντος λόγου παρὰ τῷ ἀνθρώπῳ.

Ὁ δὲ Ἡρακλέων φησίν, ὅτι ἐβούλοντο κοινωνεῖν αὐτῷ ἐξ ὧν ἀγοράσαντες ἀπὸ τῆς Σαμαρείας κεκομίκεισαν. ταῦτα δὲ φησὶν ἵνα τινα * * * * αἱ πέντε μωραὶ παρθένοι * * * * * * * ἀπὸ τοῦ νυμφίου.