Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ μὲν οὖν ἑώρα τὸν περὶ τῆς ἀπωλείας τῶν προβάτων λόγον καὶ τοῦ ἀποπεσόντος τῶν τοῦ πατρὸς υἱοῦ, κἂν ἀπεδεξάμεθα αὐτοῦ τὴν διήγησιν.

ἐπεὶ δὲ μυθοποιοῦντες οἱ ἀπὸ τῆς γνώμης αὐτοῦ οὐκ οὖδ' ὅ τί ποτε τρανῶς παριστᾶσιν περὶ τῆς άπολωλυίας πνευματικῆς φύσεως οὐδὲν σαφὲς διδάσκοντες· ἡμᾶς περὶ τῶν πρὸ τῆς ἀπωλείας αὐτῆς χρόνων ἢ αἰώνων (οὐδὲ γὰρ τρανοῦν ἑαυτῶν τὸν λόγον), διὰ τοῦτο αὐτοὺς ἑκόντες παραπεμψόμεθα, τοσοῦτον ἐπαπορήσαντες.

4, 24 Πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκύνεῖν.

Πολλῶν πολλὰ περὶ τοῦ θεοῦ ἀποφηναμένων καὶ τῆς οὐσίας αὐτοῦ, ὥστε τινὰς μὲν εἰρηκέναι καὶ αὐτὸν σωματικῆς φύσεως λεπτομεροῦς καὶ αἰθερώδους, τινὰς δὲ ἀσωμάτου, καὶ ἄλλης ὑπὲρ ἐκεῖνα οὐσίας πρεσβείᾳ καὶ δυνάμει, ἄξιον ἡμᾶς ἰδεῖν εἰ ἔχομεν ἀφορμὰς ἀπὸ τῶν Βείων γραφῶν πρὸς τὸ εἰπεῖν τι περὶ οὐσίας θεοῦ.

ἐνθάδε μὲν οὖν λέγεται οἱονεὶ οὐσία εἶναι αὐτοῦ τὸ πνεῦμα· »Πνεῦμα γὰρ ὁ θεός«· φησίν· έν δὲ τῷ Γόμῳ »πῦρ«· γέγραπται γὰρ »‘Ο θεὸς ἡμῶν πῦρ καταναλίσκον«· παρὰ δὲ τῷ Ἰωάννῃ »φῶς«· »Ό »θεός, γάρ φησι, φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία«.

ἐὰν μὲν οὖν ἁπλούστερον τούτων ἀκούσωμεν, μηδὲν πέρα τῆς λέξεως περιεργαζόμενοι , ὥρα ἡμῖν λέγειν σῶμα εἶναι τὸν θεόν· τίνα δὲ ἡμᾶς διαδέχεται ἄτοπα τοῦτο λέγοντας οὐ τῶν πολλῶν ἐστιν εἰδέναι· ὀλίγοι γὰρ διειλήφασιν περὶ τῆς τῶν σωμάτων φύσεως, καὶ μάλιστα τῶν ὑπὸ λόγου καὶ προνοίας κατακοσμουμένων· καίτοι τὸ προνοοῦν τῆς αὐτῆς οὐσίας λέγοντες εἶναι τοῖς προνοουμένοις γενικῷ [*](4 Vgl. Luk. 19, 10; Ez. 34, 16. — 9 Vgl. Luk. 15, 4. 11. — 19 Vgl. de princ. I, 1. 6. 11, 2–4. 111, 6. hom. in Jer. 2, 3. 16, 6. C. Cels. VI, 71 f. u. ö. — 25 4, 24. — 26 Hebr. 12, 29; vgl. Deut. 4, 24. — I Joli. 1, 5.) [*](5 κληθινοὺς] ἀληθοὺς τοὺς, corr. V Ι 10 υἱοῦ] υἱοι, corr. V Ι 20 καὶ αὐτὸν] καὶ τὸν, corr. V Ι 21 ἄλλης] ἄλλους, corr. We Ι 24 τὸ πνεῦμα] τὸν πݲρݲαݲ, corr. Hu.)

245
λόγῳ, τέλειον ἀλλ’ οἷον τὸ προνοούμενον. παρεδέξαντο δὲ τὰ ἀπαντῶντα τῷ λόγῳ αὐτῶν ἄτοπα οἱ θέλοντες εἶναι σῶμα τὸν θεόν, ἅτε μὴ δυνάμενοι ἀντιβλέπειν τοῖς ἐκ λόγου ἐναργῶς παρισταμένοις.

ταῦτα δέ φημι καθ’ ὑπεξαίρεσιν τῶν πέμπτην λεγόντων εἶναι φύσιν σωμάτων παρὰ τὰ στοιχεῖα.

εἰ δὲ πᾶν σῶμα ὑλικὸν ἔχει φύσιν τῷ ἰδίῳ λόγῳ ἄποιον τυγχάνουσαν τρεπτὴν δὲ καὶ ἀλλοιωτὴν καὶ δι ὅλων μεταβλητὴν καὶ ποιότητας χωροῦσαν , ἃς ἐὰν βούληται αὐτῇ περιτιθέναι ὁ δημιουργός, ἀνάγκη καὶ τὸν θεὸν ὑλικὸν ὄντα τρεπτὸν εἶναι καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν.

καὶ ἐκεῖνοι μὲν οὐκ αἰδοῦνται λέγειν ὅτι καὶ φθαρτός ἐστιν σῶμα ὤν, σῶμα δὲ πνευματικὸν καὶ αἰθερῶδες, μάλιστα κατὰ τὸ ἡγεμονικὸν αὐτοῦ· φθαρτὸν δὲ ὄντα μὴ Μείρεσθαι τῷ μὴ εἶναι τὸν φθείροντα αὐτὸν λέγουσιν.

ἡμεῖς δὲ διὰ τὸ μὴ ὁρᾶν τὰς ἀκολοθυθίας, ἐὰν σῶμα αὐτὸν > λέγοντες καὶ διὰ τὴν γραφὴν τοιοῦτόν τι σῶμα, πνεῦμα καὶ πῦρ καταναλίσκον καὶ φῶς, τὸ ἀναγκαίως ἑπόμενον τούτοις μὴ παραδεχόμενοι ἀσχημονήσομεν ὡς ἠλίθιοι καὶ παρὰ τὰ ἐναργῆ λέγοντες· πᾶν γὰρ πῦρ τροφῆς δεόμενον φθαρτόν ἐστιν, καὶ πᾶν πνεῦμα, εἰ ἁπλούστερον ἐκλαμβάνομεν τὸ πνεῦμα, σῶμα τυγχάνον ἐπιδέχεται ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει τὴν εἰς τὸ παχύτερον μεταβολήν.

ὥρα οὐν ἐν τούτοις ἤτοι τηροῦντας τὰς λέξεις τὰ τοσαῦτα ἄτοπα παραδέξασθαι καὶ δύσφημα περὶ τοῦ θεοῦ, ἢ ἐφοδεῦσαι, ὥσπερ καὶ ἐπὶ ἄλλων πλειόνων ποιοῦμεν, καὶ ἐξετάσαι τί δύναται δηλοῦσθαι ἀπὸ τοῦ λέγεσθαι πνεῦμα ἢ πῦρ ἢ φῶς εἶναι τὸν θεόν.

Καὶ πρῶτον λεκτέον, ὅτι ὥσπερ ὀφθαλμοὺς καὶ βλέφαρα καὶ ὠτα, χεῖράς τε καὶ βραχίονας καὶ πόδας εὑρίσκοντες γεγραμμένα τοῦ θεοῦ, ἔτι δὲ καὶ πτέρυγας, μεταλαμβάνομεν εἰς ἀλληγορίαν τὰ γεγραμμένα, καταφρονοῦντες τῶν μορφὴν ἀνθρώπων παραπλήσιον περιτιθέντων τῷ θεῷ καὶ εὐλόγως γε τοῦτο πράττομεν, οὕτως καὶ ἐπὶ τῶν εἰρημένων ὀνομάτων τὸ ἀκόλουθον ἡμῖν ποιητέον· καὶ δῆλόν γε ἀπὸ τοῦ φαινομένου ἡμῖν πρακτικωτέρου· »Φῶς γὰρ ἔστιν [*](4 Vgl. de princ. III, 6, 6: Non enim secundum quosdam graecoium philosophos praeter hoc corpus quod ex quattuor elementis est, aliud quintum corpus, quod per omnia aliud et diversum sit ab hoc nostro corpore, fides ecciesiae recipit. — 14 Vgl. Joh. 4, 24. Hebr. 12, 9. — 15 Vgl. I Job. 1, 5. — 23 Vgl. Joh. 4, 24. Hebr. 12, 9. — I Joh. 1, 5. — Augen: Ps. 5, 6. 31, 8. 34, 16 u. o. Ohren: Jak. 5, 4. Ps. 2. u. 0. Hände: Exod. 15, 6. Deut. 33, 3. Ps. 37, 3. u. o. Arme: 11, 2. I Kön. 8, 42. Ps. 70, 18. u. o. Füsse: Matth. 5, 35. Act. 7, 49. Ps. 71 Ps. 15, 8. 35, 8. 90, 4 u. o. — 33 I Joh. 1, 5.) [*](3 παρισταμένοις] Endung compend. geschrieben; das Compendium ist missraten und scheint = ου Ι 5 τὰ τέσσαρα στοιχεῖα? We vgl. S. 266, 3 Ι G τυγχάνον, We Ι 7 χωροῦσα, corr. V Ι 13 προσαγορεύωμεν + Pr Ι 14 λέγωμεν st. Del Ι 15 ἀναγκαίαις, corr. V.)

246
»ὁ θεός«, κατὰ τὸν Ἰωάννην, καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία.

πῶς δὴ φῶς αὐτὸν νοητέον κατὰ τὸ δυνατὸν ἡμῖν συνετώτερον ἐπισκεψώμεθα· διχῶς γὰρ τὸ »φως« ὀνομάζεται, σωματικόν τε καὶ πνευματικόν, ὅπερ ἐστὶ νοητὸν καὶ ὡς μὲν αἱ γραφαὶ ἂν λέγοιςν ἀόρατον, ὡς δ' ἂν Ι Ἕλληνες ὀνομάσσιεν ἀσώματον.

καὶ τοῦ γε σωματικοῦ παράδειγμα ὁμολογούμενον τοῖς τὴν ἱστορίαν παραδεχομένοις τὸ »Πᾶσιν δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἠν φῶς ἐν πᾶσιν οἷς κατε-- »γίνοντο«· τοῦ δὲ νοητοῦ καὶ πνευματικοῦ ἔν τινι τῶν δώδεκα· »Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, »φωτίσατε ἐαυτοῖς φῶς γνώσεως«.

δμοίως δὲ καὶ τὸ »σκότος« κατ' ἀναλογίαν Μῶς λεχθήσεται. καὶ τοῦ μὲν κοινότερον λεγομένου καράδειγμα· »Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος »ἐκάλεσεν νύκτα«· τοῦ δὲ νοητοῦ· »‘Ο λαὸς ὁ καθήμενος ἐν σκότει * * »καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν «.

Τούτων οὕτως ἐχόντων ἄξιον ἰδεῖν, τί ἁρμόζει νοεῖν ἡμᾶς περὶ θεοῦ λεγομένου φῶς, ἐν ᾡ οὐδεμία ἐστὶν σκοτία. ἀρα γὰρ x003E; σωματικοὺς ὀφθαλμοὺς ὁ θεὸς φωτίζων φῶς ἐστιν ἢ τοὺς νοητούς, περὶ ὡν καὶ ὁ προφήτης φησί· »Φώτισον τοὺς ὀφθαλμούς »μου, μήποτε ὑπνώσω εἰς θάνατον;«

νομίζω δὲ προφανὲς παντί τῳ εἶναι ὅτι οὐκ ἂν τὸ τοῦ ἡλίου ἔργον ποιεῖν λέγοιμεν τὸν θεόν, ἑτέρῳ παραχωροῦντα φωτίζειν τοὺς ὀφθαλμοὺς τῶν μὴ ὑπνωσομένων εἰς θάνατον· οὐκοῦν φωτίζει ὁ θεὸς τὸν νοῦν ὡν κρίνει ἀξίους εῑναι τοῦ οἰκείου φωτισμοῦ.

εἰ δὲ νοῦς ἐστιν φωτιστικὸς κατὰ τὸ λεγόμενον· Κύριος φωτισμός μου«· ἀνάγκη αὐτὸν νοητὸν τυγχάνοντα καὶ ἀόρατον καὶ ἀσώματον τούτου ἡμᾶς αὐτὸν ὑπολαμβάνειν φῶς * * * μήποτε καὶ πῦρ καταναλίσκοντῶμεν * * δμεν * * * σωματικο * * ἀναλωτικὸν εἶναι δοκεῖ, οἷον ξύλων καὶ χόρτου καὶ καλάμης·

εἰ δὲ [*](7 Exod. 10, 23. — 9 Hos. 10, 12. — 12 Gen. 1, 5. — 13 Matth. 4, 16 (Jes. 9, 2). — 16 Vgl. I Joh. 1, 5. — 18 Ps. 12, 4. — 21 Vgl. Ps. 12, 4. — 24 Ps. 26, 1. — 27 Vgl. I Kor. 3, 12.) [*](3 σωματικῶς καὶ πνευματικῶς, corr. We Ι 5 ἀόρατον] ὁρατὸν, corr. Br vgl. Ζ. 25 I 7 κατεγείνοντο (= A) Ι 13 Das Citat ist durch Ausfall der Worte <φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρα> ümmelt; st. σκότει liest Orig. ο. II, (S. 96, 24) σκότῳ (ganz är); c. Geis. VI, 76 σκοτίᾳ mit ℵD Ι 17 <τοὺς> + 22 ὧν] τῶν Ι 24 νοοιταν Ι –28. Die Vorlage war hier beschädigt, und noch z. Τ. leserlich. Nach φῶς ist Lücke von c. 9, nach καταναλ. eine von c. nach ομεν eine von c. –4, nach σωματικο eine von c. 6 — 7, nach ειδε eine von c. 3 — 4 Bchst. Man kann die Sätze etwa so wiederherstellen: ἀνάγκη νοητὸν τυγχάνοντα καὶ ἀόρατον καὶ ἀσώματον τούτου (d. h. τοῦ νοῦ) ἡμᾶς αὐτὸν ὑπολαμβάνειν φῶς. <ἀλλὰ> καὶ ςη> τώ, μήποτε καὶ πῦρ καταναλίσκον ὸ μὲν γὰρ σωματικὸν πῦρ καὶ ἀναλωτικὸν εἶναι δοκεῖ, καὶ χόρτου καὶ καλάμης· εἰ δὲ <ἀναλίσκει> ξύλα καὶ χόρτον καὶ τὸ ἀναλωτικὸν κτλ. Ι 27 χόρτου] χόρτον, corr. V.)

247
* * * ξύλα καὶ χόρτον καλάμη, μήποτε τὸ ἀναλωτικὸν τῆς τοιαύτης ἴ,λης πῦρ ὁ θεός ἐστιν ἡμῶν, πῦρ λεγόμενος εἶναι καταναλίσκον· καὶ πρέπον γε τῷ κυρίῳ ἐστὶν τὸ ἀναλίσκειν τὰ τοιαῦτα καὶ ἐξαφανίζειν τὰ χείρονα, οὗ γινομένου ἀλγηδόνας οἶμαι καὶ Πόνους γίνεσθαι, οὐκ ἀπό τινος σωματικῆς ἐπαφῆς, περὶ τὰ ἡγεμονικά, ἔνθα συνέστη ἡ τοῦ καταναλίσκεσθαι ἀξία οἰκοδομή.

Φῶς οὖν ὀνομάζεται ὁ θεὸς ἀπὸ τοῦ σωματικοῦ φωτὸς μεταληφθεὶς εἰς ἀόρατον καὶ ἀσώματον φῶς, διὰ τὴν ἐν τῷ φωτίζειν νοητοὺς ὀφθαλμοὺς δύναμιν οὕτω λεγόμενος· πῦρ τε προσαγορεύεται καταναλίσκον , ἀπὸ τοῦ σωματικοῦ πυρὸς καὶ καταναλωτικοῦ τῆς τοιᾶσδε ὕλης νοούμενος.

τοιοῦτόν τί μοι φαίνεται καὶ περὶ τὸ Πνεῦμα ὁ θεός‘· ἐπεὶ γὰρ εἰς τὴν μέσην καὶ κοινότερον καλουμένην ζωὴν σπῶντος τοῦ περὶ ἡμᾶς πνεύματος τὴν καλουμένην σωματικώτερον πνοὴν ζωῆς, ζωοποιούμεθα ἀπὸ τοῦ πνεύματος, ὑπολαμβάνω ἀπ’ ἐκείνου εἰλῆφθαι τὸ πνεῦμα λέγεσθαι τὸν θεὸν πρὸς τὴν ἀληθινὴν Ι ζωὴν ἡμᾶς ἄγοντα· τὸ πνεῦμα γὰρ κατὰ τὴν γραφὴν λέγεται ζωοποιεῖν, φανερὸν ὅτι ζωοποίησιν οὐ τὴν μέσην ἀλλὰ τὴν θειοτέραν· καὶ γὰρ τὸ γράμμα ἀποκτέννει καὶ ἐμποιεῖ θάνατον, οὐ τὸν κατὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τὸν κατὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ θεοῦ, καὶ τοῦ κυρίου † αὐτοῦ, καὶ τοῦ ὰγίου πνεύματος.