Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Τὸ »Ὑμεῖς«, ὅσον ἐπὶ τῇ λέξει, οἱ Σαμαρεῖς· ὅσον δὲ ἐπὶ τῇ ἀναγωγῇ, οἱ περὶ τὰς γραφὰς ἑτερόδοξοι· τὸ δὲ »‘Ημεῖς«, ὅσον ἐπὶ τῷ ῥητῷ, οἱ Ἱουδαῖοι· ὅσον δὲ ἐπὶ τῇ ἀλληγορίᾳ, ἐγὼ ὁ λόγος καὶ οἱ κατ' ἐμὲ μεμορφωμένοι, τὴν σωτηρίαν ἔχοντες ἀπὸ τῶν Ἰου- [*](2 Vgl. Rom. 1, 25. — 8 Job. 4, 23. — 14 Joh. 4, 21. — 18 Vgl. Luk. 20, 36. — 21 Vgl. I Kor. 9, 20. — 22 Vgl. S. 237, 25 ff. — 24 Vgl. Joh. 4, 21. — 33 Vgl. öm. 16, 26.) [*](3 x003E; add. V Ι 4 x003E; add. V Ι 5 οὔτε 2] οὐδὲ, corr. We Ι 8 προσκυνηταῖς] ταις a. Ras. Ι 10 ὑπολαμβανόμενον Ι 12 τὸν + We Ι 17 τοὺς] τὸ, corr. We Ι 20 Ι 21 κερδήσουσιν Ι 24 τῆ Ι 26 προσκυνησαι, corr. V.)

241
δαϊκῶν λόγων· τὸ γὰρ φανερωθὲν νῦν μυστήριον πεφανέρωται διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὅρα δὲ εἰ μὴ ἰδίως καὶ παρὰ τὴν ἀκολουθίαν τῶν ῥητῶν ὁ Ἡρακλέων ἐκδεξάμενος τὸ »Ὑμεῖς« ἀντὶ τοῦ »Οἱ Ἰουδαῖοι «καὶ οἱ ἐθνικοὶ« διηγήσατο.

οἷον δέ ἐστιν πρὸς τὴν Σαμαρεῖτιν λέγεσθαι· Ὑμεῖς οἱ Ἰουδαῖοι, ἢ πρὸς Σαμαρεῖτιν· Ὑμεῖς οἱ ἐθνικοί; ἀλλ᾿ οὐκ οἴδασίν γε οἱ ἑτερόδοξοι ὃ προσκυνοῦσιν, ὅτι πλάσμα ἐστὶν καὶ οὐκ ἀλήθεια, καὶ μῦθος καὶ οὐ μυστήρια· ὁ δὲ προσκυνῶν τὸν δημιουργόν, μάλιστα κατὰ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τοὺς λόγους τοὺς πνευματικοὺς Ἰουδαϊκούς, οὑτος ὃ οἶδεν προσκυνεῖ.

πολὺ δέ ἐστιν νῦν παρατίθεσθαι τοῦ Ἡρακλέωνος τὰ ῥητά, ἀπὸ τοῦ ἐπιγεγραμμένου »Πέτρου κηρύγματος« παραλαμβανόμενα, καὶ ἵστασθαι πρὸς αὐτὰ ἐξετάζοντας καὶ περὶ τοῦ βιβλίου, πότερόν ποτε γνήσιόν ἐστιν ἢ νόθον ἢ μικτόν· διόπερ ἑκόντες ὑπερτιθέμεθα, ταῦτα μόνον ἐπισημειούμενοι φέρειν αὐτόν, ὡς Πέτρου διδάξαντος, μὴ δεῖν καθ᾿ Ἕλληνας προσκυνεῖν, τὰ τῆς ὕλης πράγματα ἀποδεχομένους καὶ λατρεύοντας ξύλοις καὶ λίθοις, μήτε κατὰ Ἰουδαίους σέβειν τὸ θεῖον, ἐπείπερ καὶ αὐτοὶ μόνοι οἰόμενοι ἐπίστασθαι θεὸν ἀγνοοῦσιν αὐτόν, λατρεύοντες ἀγγέλοις καὶ μηνὶ καὶ σελήνῃ.

ζητητέον μέντοι ὡς πρὸς τὸ ἀληθές, τίνι ἡ σωματικὴ λατρεία ἐγίνετο ὑπὸ Ἰουδαίων· ὅτι μὲν γὰρ προκείμενον ἦν αὐτοῖς προσφέρειν τὰς θυσίας τῷ κτίστῃ τοῦ παντὸς τοῦτο δῆλον.

ἄξιον δὲ ἰδεῖν τί ἐστιν τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γεγραμμένον· »Ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατείᾳ τοῦ οὐρανοῦ.« οὐκ οἶδα δὲ πῶς τοῦ σωτῆρος ἄντικρυς φάσκοντος ὅτι » Ἡ σωτηρία ἀπὸ τῶν Ἰουδαίων ἐστίν« οἱ ἑτερόδοξοι ἀρνοῦνται τὸν θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν πατέρων τῶν Ἰουδαίων.

[*](2 Vgl. IITim. 1,10. — 10 Vgl. Röm. 2, 29. — 13 Vgl. Preusclien,AntilegomenaS.53, 3 ff. — 17 Vgl. Clem. Αl., Strom. VI, 5, 40 f.: (Ἕλληνες) ἀγνοίᾳ φερόμενοι καὴ μὴ ἐπιστάμενοι τὸν θεὸν ὡς ἡμεῖς κατὰ τὴν γνῶσιν τὴν τελείαν, ᾗ ἔδωκεν αὐτοῖς ἐξουσίαν, εἰς χρῆσιν μορφώσαντες ξύλα καὶ λίθους, χαλκὸν καὶ σίδηρον, χρυσὸν καὶ ἄργυρον, τῇ ὕλῃ αὐτῶν κεχρημένοι, τὰ δοῦλα τῆς ὑπάρξεως ἀναστήσαντες σέβονται . . . μηδὲ κατὰ Ἰουδαίους σέβεσθε. καὶ γὰρ ἐκεῖνοι μόνοι οἰόμενοι τὸν θεὸν γινώσκιειν οὐκ ἐπίστανται λατρεύοντες ἀγγέλοις καὶ ἀρχαγγέλοις, μηνὶ καὶ σελήνῃ κτλ. — 26 Act. 7, 42. — 28 Job. 4, 22.)[*](2 κυρίου] χυ, corr. V | 6 καὶ οἱ + We, καὶ + Br Ι 9 οὐ add. Br | 17 καθελὴν ἃς (Μ verstand wohl καθελεῖν ἃς!), corr. Β | 20 μόνοις ἰομενοι, corr. V | 27 στρατείᾳ mit ABD; στρατιᾷ c Cels. V, 8 (II, 8, 18 Κ); letzteres richtig.)
242

ἔτι δὲ εἰ πληροῖ ὁ σωτὴρ τὸν νόμον καὶ ἴνα πληρωθῇ τὰ ἐν τοῖς προφήταις γεγραμμένα τάδε τινὰ καὶ τάδε Ι γίνεται κατὰ τὴν τοῦ κυρίου ἐπιδημίαν, πῶς οὐ σαφὲς τίνα τρόπον ἡ σω- »τηρία ἐκ τῶν Ἰουδαίων‘ γίνεται;

ὁ αὐτὸς γὰρ θεὸς Ἰουδαίων καὶ ἐθνῶν, »εἴπερ εἷς θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ »ἀκροβυστίαν διὰ τῆς πίστεως( οὐ γὰρ καταργοῦμεν νόμον διὰ τῆς πίστεως, ἀλλὰ ἱστάνομεν νόμον δι' αὐτῆς.

4, 23 Ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἐστίν, ὅτε οἱ ἁληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ.

Τοὺς μηδ’ ὅλως ἐπαγγελλομένους προσκυνεῖν τῷ πατρὶ οὐδὲ ὀνομάζεσθαι δεὶ προσκυνητὰς τοῦ θεοῦ· ἀλλὰ πάντων x003E; ἐπαγγελλομένων προσκυνεῖν τῷ κτίσαντι, ἐὰν οἱ μὲν μηκέτι ἐν σαρκὶ ἀλλ ἐν πνεύματι, τῷ πνεύματι περιπατεῖν καὶ ἐπιθυμίαν σαρκὸς μὴ ἐπιτελεῖν, οἱ δὲ μὴ ὦσιν ἐν πνεύματι, ἀλλ’ ἐν σαρκὶ καὶ κατὰ σάρκα στρατεύωνται, τότε λεκτέον ἀληθινοὺς μὲν προσκυνητὰς τοὺς προσκυνοῦντας τῷ πατρὶ ἐν πνεύματι καὶ μἣ σαρκί, καὶ ἐν ἀληθείᾳ καὶ μὴ τύποις, οὐκ ἀληθινοὺς όὲ τοὺς μὴ οὕτως ἔχοντας.

καὶ ὁ γράμματι δὲ τῷ ἀποκτιννύντι δεδουλωμένος, πνεύματος δὲ τοῦ ζωοποιοῦντος μὴ μετειληφὼς μηδὲ τοῖς πνευματικοῖς ἀκολουθῶν τοῦ νόμου, οὑτος ἂν εἴη ὁ μὴ ἀληθινὸς προσκυνητὴς καὶ πνεύματι μὴ προσκυνῶν τῷ πατρί· ὁ δ' αὐτὸς οὑτος ὅλος τῶν τύπων καὶ τῶν σωματικῶν ὤν, ὅταν ἐπιτυγχάνειν πάνυ δοκῇ, τότε ἐν τύπῳ καὶ οὐκ ἐν ἀληθείᾳ προσκυνεῖ τῷ θεῷ, διὰ τοῦτο οὐδὲ ἀληθινὸς δυνάμενος χρηματίζειν προσκυνητής.

τάχα x003E; δέδοταί ποτε εὐλόγως καὶ τὸν ἀληθινὸν προσκυνητὴν έν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦντα τυπικά τινα ποιεῖν, ἕνα τοὺς τῷ τύπω δεδουλωμένους οἰκονομικώτατα ἐλευθερώσας τῶν τύπων προσαγάγῃ τῇ ἀληθείᾳ, ὥσπερ φαίνεται Παῦλος ἐπὶ Τιμοθέου πεποιηκώς, τάχα δὲ καὶ ἐν Κεγχρεαῖς καὶ Ἱεροσολύμοις, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται.

τηρητέον δὲ ὅτι οἱ ἀληθινοὶ προσκυνηταὶ οὐ μόνον ἐν μελλούσῃ ὥρᾳ ἀλλὰ [*](1 Vgl. Mattk 5, 17. — 3 Joh. 4, 22. — 4 Vgl. Rom. 3, 29 f. — 6 Vgl. Rom. 3, 31. — 13 Vgl. Gal. 5, IG. — 14 Vgl. II Kor. 10, 3. — 18 Vgl. II Kor. 3, 6. — 28 Vgl. Act. 16, 3; 18, 18. 21, 23 ff. — 30 Vgl. Joh. 4, 21.) [*](5 ὁ vor θεός fehlt mit D*, wenn es nicht von σ in εἷς verschlungen ist 10 ἀπαγγελλομένους? Ι 11 τῶν + We Ι 12 ἀπαγγελλομένων? Ι ἐὰν + ist die Verderbnis wohl össer; <ἀλλ' ἐὰν> vermutet We Ι 14 μὴ 2] μήπω? We 15 στρατεύονται Ι 17 δὲ] μὲν? Ι 18 ἀποκτείννυντι, νν a. Ras. ει aus ι; II Kor. 3, 6 lesen ℵ(F)G 17 (37). KP ἀποκτέννει wie u. S. 247, 18 steht; AC D. 47. L. ἀποκτένει = C. Cels. IV, 70 [II, 140, 16 K]; in Mt. XV, 1 [IV, 329, 10 Lo] nach Μ Ι 24 δὲ + We.)

243
καὶ ἐνεστηκυίᾳ προσκυνοῦσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. ἀλλ ἐν πνεύματι οἱ προσκυνοῦντες, ὡς εἰλήφασι προσκυνοῦντες, ἐν ἀραβῶνι πνεύματος ἐπὶ τοῦ παρόντος προσκυνοῦσιν, ἐν * * πνεύματι, ὅτε πᾶν χωρήσουσι τὸ πνεῦμα, προσκυνήσουσι τῷ πατρί.

εἰ δὲ ὁ βλέπων διὰ κατόπτρου τὸ ἀληθὲς οὐ βλέπει, ὡς δείκνυται τούτοις τοῖς κατοπτρικοῖς ὑπὸ τῶν περὶ ταῦτα δεινῶν, βλέπει δὲ Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ διὰ κατόπτρου νῦν, δῆλον ὅτι εἰ ὡς οὕτω καὶ προσκυνεῖ τῷ θεῷ, καὶ διὰ κατόπτρου προσκυνεῖ τῷ θεῷ· ὅταν δὲ ἔλθῃ ἡ ὥρα ἡ μετὰ τὴν ἐνεστηκυῖαν ἐνστησομένη, τότε ἔσται ἡ προσκύνησις ἐν ἀληθείᾳ τῇ »πρόσωπον πρὸς πρόσωπον« καὶ οὐκέτι διὰ κατόπτρου θεωρουμένῃ.

Τὸ μέντοι γε »‘Ημεῖς προσκυνοῦμεν« ὁ ‘Ηρακλέων οἴεται εἶναι ὁ ἐν αἰῶνι καὶ οἱ σὺν αὐτῶ ἐλθόντες· οὗτοι γάρ, φησίν, ᾔδεσαν τίνι προσκυνοῦσιν κατὰ ἀλήθειαν προσκυνοῦντες.

ἀλλὰ καὶ τὸ »Ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν« εἰρῆσθαι ἐπεὶ ἐν τῇ ἐγενήθη, ἀλλ' οὐκ ἐν αὐτοῖς οὐ γὰρ εἰς πάντας εὐδόκησεν) καὶ ὅτι ἐξ ἐκείνου τοῦ ἔθνους ἐξῆλθεν ἡ σωτηρία καὶ ὁ λόγος εἰς τὴν οἰκουμένην· κατὰ δὲ τὸ νοούμενον ἐκ τῶν Ἰουδαίων τὴν σωτηρίαν διηγεῖται γεγονεναι ἐπείπερ εἰκόνες οὑτοι τῶν ἐν τῷ πληρώματι αὐτῷ εἶναι νομίζονται.

ἐχρῆν δὲ αὐτὸν καὶ τοὺς ἀπ' αὐτοῦ ἕκαστον τῶν ἐν τῇ λατρείᾳ δεικνύναι πῶς ἐστιν ἐστιν τῶν ἐν τῷ πληρώματι, εἴγε μὴ μόνον φωνῇ τοῦτο λέγουσιν ἀλλὰ καὶ ἀληθείᾳ φρονοῦσιν αὐτό.

πρὸς τούτοις τὸ »'Εν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖσθαι τὸν θεόν« διηγούμενος λέγει, ὅτι πρότεροι προσκυνηταὶ ἐν ἐν σαρκὶ καὶ πλάνῃ προσεκύνουν τῷ μὴ πατρί, ωστε κατ' αὐτὸν πεπλανῆσθαι πάντας τοὺς προσκεκυνηκότας τῷ δημιουργῷ.

καὶ ἐπιφέρει γε ὁ ‘Ηρακλέων ὅτι ἐλάτρευον τῇ κτίσει, καὶ οὐ τῷ κατ’ ἀλήθειαν κτίστῃ, ὅς ἐστιν Χριστός, εἴ γε »Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«.

[*](2 II Kor. 5, 5. — 4 Vgl. Ι Kor. 13, 12. — 10 Vgl. Ι Kor. 13, 12. — 12 Job. 4, 22. — 17 Vgl. Ι Kor. 10, 5. — 18 Vgl. Ps. 18, 5; Rom. 10, 18. — 25 Vgl. Joh. 4, 24. — 30 Vgl. Rom. 1, 25. — 31 Joli. 1, 3.)[*](2 ὡς] ω Μ Ι ἀραβῶνι] wie II Kor. 5, 5 XD 37. 47 ἀραβῶνα schreiben Ι 3 nach πνεύματι wiederholt Μ τι Ι die ücke üllt We etwa so : ἐν δὲ τῷ μέλλοντι αἰῶνι τῷ ὄντι ἐν> πνεύματι Ι 4 προσκυνήσουσι] νη a. Ras. Ι 5 Die LA κάτοπτρον ἔσοπτρον ist Ι Kor. 13, 12 sonst nicht überliefert Ι τὸ] καὶ, corr. Β Ι τούτοις] τοῦτο? We Ι 7 νῦν δῆλον ὅ]τι a. Ras. Ι εἰ + Pr Ι 14 προσκυνου|νοῦσιν Ι + We Ι 26 διηγούμενος] ἡγούμενος, corr, V Ι 28 κατ’ αὐτὸν] καὶ ταὐτον, corr. Pr.)
244

4, 23 Καὶ γὰρ ὁ γὰρ τοιοὐτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτὸν.

Εἰ ζητεῖ ὁ πατήρ, διὰ τοῦ υἱοῦ ζητεῖ τοῦ ἐληλυθότος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, οὕστινας καθαίρων καὶ παιδεύων τῷ λόγῳ καὶ τοῖς ὑγιέσι δόγμασιν κατασκευάζει ἀληθινοὺς προσκυνητάς.

ἀπολωλέναι δέ φησιν ὁ Ἡρακλέων ἐν τῇ βαθείᾳ ὕλῃ τῆς πλάνης τὸ οἰκεῖον τῷ πατρί, ὅπερ ζητεῖται, ἕνα ὁ πατὴρ ὑπὸ τῶν οἰκείων προσκυνῆται.