Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ζηλοῖ δὲ μάλιστα ὁ χριστὸς τὸν ἐν ἑκάστῳ ἡμῶν οἶκον τοῦ θεοῦ, μὴ βουλόμενος αὐτὸν ἀὐτὸν εἶναι οἶκον μηδὲ τὸν οἶκον τῆς προσευχῆς λῃστῶν σπήλαιον, ἅτε θεοῦ ζηλωτοῦ υἱὸς ὤν, ἐὰν εὐγνωμονέστερον ἀκούωμεν Ι τῶν τοιούτων ἀπὸ τῶν γραφῶν φωνῶν, κατὰ μεταφορὰν εἰρημένων ἀπὸ τῶν ἀνθρωπίνων εἰς παράστασιν τοῦ μηδὲν ἀλλότριον βούλεσθαι τὸν θεὸν ἐπιμίγνυσθαι τοῦ βουλήματος αὐτοῦ τῇ ψυχῇ πάντων μὲν ἀνθρώπων , ἐξαιρέτως δὲ τῶν τὰ τὰ τῆς θειοτάτης πίστεως παραδέξασθαι θελόντων.

πλὴν τὸν ξη΄ ψαλμόν, ἔχοντα τὸ »Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με« καὶ μετ' ὀλίγα »Ἔδωκαν εἰς »τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος‘ ἀμφότερα ἐν τοῖς εὐαγγελίοις ἀναγεγραμμένα, ἰστέον ἐκ προσώπου λέγεσθαι τοῦ χριστοῦ, οὐδεμίαν ἐμφαίνοντα τοῦ λέγοντος προσώπου μεταβολήν.

Σφόδρα δὲ ἀπαραχωρήτως ὁ Ἡρακλέων οἵεται τὸ »Ὁ ζῆλος »τοῦ οἴκου σου καταφάγεταί με« ἐκ προσώπου τῶν ἐκβληθέντωνκαὶ καὶ ἀναλωθέντων ὑπὸ τοῦ σωτῆρος δυνάμεων λέγεσθαι, μὴ δυνάμενος τὸν εἱρμὀν τῆς ἐν τῷ ψαλμῷ προφητείας τηρῆσαι νοούμενον ἐκ προσώπου τῶν ἐκβληθέντων καὶ ἀναλωθέντων δυνάμεων λέγεσθαι.

ἀκόλουθον δὲ ἐστιν κατ' αὐτὸν καὶ τὸ »Εδωκαν εἰς τὸ βρῶμά μου χολήν« ἀπ' ἐκείνων λέγεσθαι ἐν τῷ αὐτῷ ἀναγεγραμμένον ψαλμῷ· ἀλλ’, ὡς εἰκός, ἐτάραξεν αὐτὸν τὸ »Καταφάγεταί με« ὡς μὴ δυνάμενον ὑπὸ Χριστοῦ ἀπαγγέλλεσθαι, οὐχ ὁρῶντα τὸ ἔθος τῶν ἀνθρωποπαθῶν περὶ θεοῦ καὶ Χριστοῦ λόγων.

[*](1 Vgl. Act. 5, 29 f. — 5 Vgl. Matth. 22, 32. — 8 Ps. 68, 10 ΒaℵbR). — 10 Joh. 2, 16. — 11 Vgl. Matth. 21, 18. — 12 Vgl. Exod. 20, 5. — 18 Ps. 68, 10. — Ps. 68, 22. — 20 Vgl. Matth. 27, 34. 48. Luk. 23, 36. Joh. 19, 28ff. — 23 Ps. 68, 10. — 29 Ps. 68, 22.)[*](4 τοῦ τῶν] τούτων, corr. Pr Ι 7 θεοῦ2] θεῶ, corr. Pr, viell. z. str. Ι 8 κατέφαγε] καταφάγεται, corr. nach Βb ℵaR wegen Ζ. 9 Ι 16 τὰ τὰ τὰ τῆς + Β Ι 18 κατέφαγέ] καταφάγεται, corr. Pr Ι 32 τῶν] τώ, corr. V.)
209

II, 18 f. Ἀπεκρίθησαν οὗν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα Ποιεῖς; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

Οἱ σωματικοὶ καὶ τοῖς αἰσθητοῖς φίλοι δοκοῦσίν μοι νῦν διὰ τῶν Ἰουδαίων δηλοῦσθαι, οἵτινες ἐπὶ τοῖς ὑπὸ τοῦ Ἰησοῦ ἀπελαυνομένοις , ποιοῦσιν »οἶκον ἐμπορίου« τὸν οἶκον τοῦ πατρός, ἀγανακτοῦντες πράγμασιν] ὑπ' αὐτῶν περιεπομένοις ἀπαιτοῦσιν σημεῖον, καθ’ ὅ σημεῖον πρεπόντως φανήσεται ὁ λόγος, ὃν μὴ παραδέχονται ἐκεῖνοι, ταῦτα ποιῶν.

συνάπτων δὲ ὁ σωτὴρ ὡς ἕνα τῷ περὶ τοῦ ἱεροῦ ἐκείνου τὸν περὶ τοῦ ἰδίου σώματος λόγον, ἀποκρίνεται πρὸς τὸ »Τί σημεῖον δεικνύεις, ὅτι ταῦτα ποιεῖς;« τὸ »Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν«·

εἰ γὰρ καὶ μυρία ὅσα σημεῖα ἄλλα δεικνύναι οἷός τε ἦν, ἀλλ’ † οὔτι γε πρὸς τὸ »Ὅτι ταῦτα ποιεῖς;« τὰ κατὰ τὸν ναὸν πρεπόντως ἀντὶ τῶν ἑτέρων παρὰ τὸν ναὸν σημείων ἀπεκρίνατο.

ἀμφότερα μέντοι γε, τό τε ἱερὸν καὶ τὸ σῶμα τοῦ Ἰησοῦ, κατὰ μίαν τῶν ἐκδοχῶν τύπος μοι εἶναι φαίνεται τῆς ἐκκλησίας, τῷ ἐκ λίθων ζώντων οἰκοδομεῖσθαι αὐτήν, οἶκον πνευματικὸν »εἰς ἱεράτευμα ἅγιον« γινομένην, ἐποικοδομουμένην ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος »ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ« , χρηματίζουσαν »ναόν«.

διὰ δὲ τοῦ »Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους‘, κἂν λύεσθαι δὲ ἡ τῶν λίθων τοῦ ναοῦ ἁρμονία δοκῇ x003E; διασκορπίζεσθαι, ὡς ἐν κα ψαλμῷ γέγραπται, πάντα τὰ ὀστᾶ τοῦ χριστοῦ ὑπὸ τῶν ἐν διωγμοῖς κὰι θλίψεσιν ἐπιβουλῶν ἀπὸ τῶν προσπολεμούντων τῇ ἑνότητι τοῦ ναοῦ ἐν διωγμοῖς, ἐγερθήσεται ὁ ναὸς καὶ ἀναστήσεται τὸ σῶμα τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὴν ἐνεστηκυῖαν ἐν αὐτῷ κακίας ἡμέραν καὶ τὴν μετὰ ταύτην τῆς συντελείας· τρίτη γὰρ ἐν τῷ καινῷ οὐρανῷ καὶ καινῇ γῇ ἐνστήσεται, ὅτε τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραήλ, ἐν τῇ μεγάλῃ κυριακῇ ἐγερθήσεται τοῦ θανάτου νενικημένου· ὥστε καὶ τὴν γενομένην ἀνάστασιν τοῦ χριστοῦ ἀπὸ τοῦ κατὰ τὸν σταυρὸν πάθους περιέχειν μυστήριον τῆς ἀναστάσεως τοῦ παντὸς Χριστοῦ σώματος. [*](6 Vgl. Joh. 2, 16. — 19 Vgl. Ι Petr. 2, 5. — 20 Eph. 2, 20. — 22 Ι Kor. 12, 27. — 23 Vgl. Ps. 21, 15. — 27 Vgl. Pred. Sal. 7, 15. — 28 Vgl. Apok. 21, 1. IV Esr. 7, 43. — 29 Vgl. Ez. 37, 11. - 30 Vgl. I Kor. 15, 55.) [*](6 διὰ] δὴ (aus δή corr.), corr. Hu Ι 8 πράγμασιν] str. We Ι 10 τῷ] τὸν, corr. Lommatzscb Ι 11 τὸν] τοῦ, corr. Lommatzsch Ι 14 οὔτι γε] αὐτόθι γε We Ι γε] σε, corr. V Ι τῷ] τὸ, corr. Br Ι 23 ἢ add. Br, x003E; ? We Ι 27 ἐνεστηκυῖα, corr. V | κακίας] κακίαν, corr. V.)

210

ὥσπερ δὲ ἐκεῖνο τὸ αἰσθητὸν τοῦ Ἰησοῦ σῶμα ἐσταύρωται καὶ τέθαπται καὶ μετὰ τοῦτο ἐγήγερται, οὕτως τὸ ὅλον τῶν ἁγίων Χριστοῦ σῶμα Χριστῷ συνεσταύρωται καὶ νῦν οὐκέτι ςῇ· ἕκαστός γὰρ τῶν ὡς Παῦλος έν οὐδενὶ ἄλλῳ καυχᾶται ἢ »ἐν τῷ σταυρῷ τοῦ κυ ρίου ἡμῶν Χριστοῦ Ἰησοῦ«, δι' οὗ αὐτὸς κόσμῳ ἐσταύρωται καὶ κόσμος αὐτῷ.

οὐ μόνον οὐν χριστῷ συνεσταύρωται καὶ κόσμῳ ἐσταύρωται, ἀλλὰ καὶ Χριστῷ συνθάπτεται· Συνετάφημεν, γάρ φησι, τώ »χριστῷ« ὁ Παῦλος.

καὶ ὡσΠερεὶ ἴν τινι ἀρραβῶνι ἀναστάσεως γενόμενος λέγει τὸ »Συνανέστημεν αὐτῷ«· ἐΠεὶ ἐν καινότητι ςωῆς τινι περιπατεῖ, ὡς κατὰ τὴν ἐλπιζομένην μακαρίαν καὶ τελείαν ἀνάστασιν μηδέπω ἀναστάς. ἤτοι οὐν νῦν μὲν ἐσταύρωται, μετὰ δὲ ταῦτα θάπτεται, ἢ νῦν > θάπτεται καὶ] ἀρθεὶς ἀπὸ τοῦ σταυροῦ, ποτὲ δὲ, καθὸ νῦν πέμπται, ἀναστήσεται.

Μέγα δὲ έστιν τὸ τῆς ἀναστάσεως καὶ δυσθεώρητον τοῖς πολλοῖς ἡμῶν μυστήριον , ὅΠερ καὶ έν ἄλλοις πολλοῖς λέγεται τῶν γραφῶν τόποις, οὐχ ἧττον καὶ ἐν τῷ Ἑζεκιὴλ διὰ τούτων ἀπαγγέλλεται· »Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου κοὶ ἐξήγαγέν με ἐν πνεύ »ματι κυρίου καὶ ἔθηκέν με έν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἠν μεστὸν »ὀστῶν ἀνθρωπίνων. καὶ περιήγαγέν με ἐπ' αὐτὰ κύκλοθεν κύκλῳ, »καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, ξηρὰ »σφόδρα. καὶ εἶπεν πρὸς μέ· Γἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ » ταῦτα; καὶ εἶπα· Κύριε, κύριε σὺ ἐπίστῃ ταῦτα. καὶ εἶπεν πρὸς μέ· »Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, »ἀκούσατε λόγον κυρίου«· καὶ μετ' ὀλίγα·

» Καὶ ἐλάλησεν κύριος πρὸς μὲ »λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν. καὶ »αὐτοὶ λέγουσιν· Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, »διαπεφωνήκαμεν«.

ποίοις γὰρ ὀστοῖς λέγεται· »Ἀκούσατε λόγον »κυρίου«, ὡς αἰσθανομένοις λόγου κυρίου, ἅτε οὖσιν οἴκῳ Ἰσραὴλ ἢ τώ Χριστοῦ σώματι, περὶ οὗ ὲ́λεγεν ὁ κύριος· » Διεσκορπίσθη πάντα »τὰ ὀστᾶ μου« τῶν σωματικῶν ὀστέων αὐτοῦ μὴ διασκεδασθέντων, ἀλλὰ μηδὲ συντριβέντος τινὸς ἐζ αὐτῶν;

ὅτε δὲ γίνεται αὐτὴ ἡ ἀνάστασις τοῦ ἀληθινοῦ καὶ τελειοτέρου Χριστοῦ σώματος, τότε τὰ μέλη τοῦ χριστοῦ τὰ νῦν, ὡς πρὸς τὸ μέλλον, ξηρὰ ὀστᾶ συναχθήσεται, ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονία πρὸς ἁρμονίαν, οὐδενὸς τῶν ἐστε [*](3 Vgl. Gal. 2, 20. — 4 Vgl. Gal. 6, 14. — 7 öm. 0, 4. — 9 Vgl. öm. 6, 5. — 17 Ez. 37, –4. — 24 Ez. 37, 11. — 27 Ez, 37,4. — 29 Ps. 21, 15. — 31 Vgl. Joh. 19, 36. — 33 Vgl. Ez. 37, 7.) [*](8 ὡσπερεὶ] ὥσπερ οἱ, corr. V Ι 12 x003E; add. Pr Ι καὶ ist zu str. Ι 18 κυρίου mit Q Ι ἔθηκεν] εθ a. Ras. Ι 19 ἀστῶν mit Q Ι nach κύκλοθεν + ἦν, corr. V Ι 20 καὶ ἰδοὺ mit AQ Ι 22 doppeltes κύριε mit AQ Ι 23 ἐρεῖ, corr. V | 27 ποίοις] ποῖος corr. V | 28 λόγου] λόγον, corr. Hu.)

211
ρημένων ἁρμονίας καταντήσοντος εἰς τὸν τἐλειον ἄνδρα, »εἰς τὸ μέ »τρον τῆς ἡλικίας τοῦ πληρώματος‘ τοῦ σώματος τοῦ χριστοῦ‘.

καὶ τότε τὰ πολλὰ μέλη τὸ ἓν ἔσται σῶμαι πάντων τῶν τοῦ σώματος μελῶν πολλῶν ὸ́ντων γινομένων ἑνὸς σώματος· τὴν δὲ κρίσιν ποδὸς καὶ χειρὸς καὶ ὀφθαλμοῦ καὶ ἀκοῆς καὶ ὀσφρήσεως τῶν συνπληρούντων ἰδίᾳ μὲν τὴν κεφαλήν, κεφαλήν, δὲ τοὺς πόδας, καὶ τὰ λοιπὰ τῶν μελῶν τά τε ἀσθενέστερα καὶ ταπεινότερα κοὶ ἀσχήμονα καὶ εὐσχήμονα μόνου θεοῦ ἔστιν ποιήσασθαι, ὃς συγκεράσει τὸ σῶμα,

καὶ τότε μᾶλλον τοῦ νῦν τῷ ὑστεροῦντι περισσοτέραν διδοὺς τιμήν, ἵνα μηδαμῶς ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων με- »ριμνῶσιν τὰ μέλη«, καὶ εἴ τινα εὐπάθειαν ἔχει μέλος, συνευπαθήσῃ πάντα τὰ μέλη, εἴτε δοξάζεται, συγχαίρῃ τά πάντα.

ταῦτά μοι οὐκ ἀλλοτρίως τοῦ ἱεροῦ καὶ τῶν ἀπ’ αὐτοῦ ἐξελαυνο μένων , περὶ οὗ λέγει ὁ σωτήρ· »Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με«, εἴρηται, τῶν τε αἰτούντων σημεῖον Ἰουδαίων αὐτοῖς δειχθῆναι, καὶ τῆς τοῦ κυρίου πρὸς αὐτοὺς ἀποκρίσεως, συνάπτοντος τὸν τοῦ ναοῦ λόγον τῷ τοῦ ἰδίου σώματος, καὶ φάσκοντος·

Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν‘. ἀπὸ γὰρ τούτου τοῦ ναοῦ ὄντος σώματος Χριστοῦ δεῖ ἀπελαύνεσθαι ταῦτα τά ἄλογα καὶ ἐμπορικά, ἕνα μηκέτι οἶκος ἐμπορίου ᾖ.