Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

πλὴν οὗτος ὑπ' αὐτοῦ φησι τοῦ Ἰησοῦ εὑρίσκεσθαι τὸ ὀνάριον, ἐφ’ ὅ καθέζεται ὁ χριστός, πλέον τι περὶ τοῦ τροπικώτερον δηλουμένου ὀναρίου παριστὰς μείζονα εὐεργεσίαν χωρήσαντος τὴν οὐκ ἀπὸ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ«.

οὐδὲ Ἰωάννης δὲ αὐτολεξεὶ τὸ προφητικὸν ἐξέθετο, ἀλλ’ ἀντ' αὐτοῦ τὸ »Μὴ φοβοῦ, »θύγατερ Σιόν· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος« · * * * ἀντὶ τοῦ· » Ἐπιβεβηκὼν * * ἐπὶ πῶλον ὄνου * * ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον‘. τὸ δὲ »Μὴ φοβοῦ, ἡ θυγάτηρ Σιὼν« οὐδ' ὅλως εἴρηται.

Πλὴν ἴδωμεν ὑπὸ πάντων ἐκτεθέντος τοῦ προφητικοῦ λόγου, εἰ μὴ χαίρειν σφόδρα θυγατέρα Σιὼν ἀναγκαῖον, τὴν δὲ κρείττονα ταύτης θυγατέρα Ἱερουσαλὴμ οὐ μόνον χαίρειν σφόδρα ἀλλὰ καὶ κηρύσσειν δεῖ, τοῦ βασιλέως αὐτῆς ἐρχομένου τοῦ δικαίου καὶ σώζοντος καὶ πράου, διὰ τοῦ ἐπιβεβηκέναι τῷ ὑποζυγίῳ καὶ τῷ νέῳ πώλῳ.

πᾶς γοῦν ὁ δεξάμενος αὐτὸν αὐτὸν οὐκέτι φοβηθήσεται τοὺς τῶν ἑτεροδόξων ὡπλισμένους τοῖς πιθανοῖς λόγοις, ἅρματα Ἐφραΐμ λεγόμενα ὑπὸ τοῦ [*](4 Vgl. Job. 2, 15. — 14 Vgl. Matth. 21, 8. — 15 Vgl. Mark. 11, 8. — 16 Joh. 12, 12f. — 19 Vgl. Joh. 12, 14. — 21 Gal. 1, 1. — 23 Vgl. Joh. 12, 15; Sach. 9, 9. — 28 Vgl. Sach. 9, 9. — 33 Vgl. Sach. 9, 10.) [*](3 τοῦ] τοὺς Ι 6 ὡς] ἐστι? We | 16 εἰληφότα? We | 19 ἀνάριον | 20 περὶ τοῦτο, corr. We | 25 Der Text ist durch Ausfall ümmelt. Zu änzen etwa: καθήμενος ἐπὶ πῶλον ὄνου· τὸ x003E; ἀντὶ τοῦ »ἐπιβεβηκὼς« καὶ τὸ »ἐπὶ πῶλον ὄνου« θέμενος ἀντὶ x003E; »ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον(( | 26 ἡ fehlt ο. S. 194, 10 in dem ängeren Citat | 32 αὐ[τὸν — ἑτεροδόξων a. Ras. | 33 λόγους We.)

206
κυρίου ἐξολοθρευόμενα, οὐδὲ τὸν ψευδῆ ἵππον εἰς σωτηρίαν, θηλυμανῆ ἐπιθυμίαν τοῖς αἰσθητοῖς ᾠκειωμένην, καὶ πολλοὺς τῶν ἐν Ἱερουσαλὴμ οἰκεῖν θελόντων καὶ τῷ ὑγιεῖ λόγῳ προσέχειν βλάπτοντα.

ἔστι δὲ χαίρειν ἄξιον ἐπὶ τῷ ἐξολοθρεύεσθαι ὑπὸ τοῦ ὀχουμένου τῷ ὑποζυγίῶ καὶ τῷ νέῳ πώλῳ πᾶν »τόξον πολεμικόν((, οὐκέτι τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ κατισχυόντων τοῦ παραδεξαμένου τὸν Ἰησοῦν εἰς τὸ ἑαυτοῦ ἱερόν.

ἔσται δὲ καὶ »πλῆθος« μετὰ »εἰρήνης« ἀπὸ τῶν ἐθνῶν ἐν τῇ x003E; Ἱερουσαλὴμ τοῦ σωτῆρος ἐπιόημίᾳ, ἄρχοντος τῶν ὑδάτων , ἵνα συντρίψῃ τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ πατήσωμεν τὰ κύματα τῆς θαλάσης, φθάνοντες ἕως τῶν διεκβολῶν πάντων τῶν ἐπὶ γῆς ποταμῶν.

ὁ μέντοι γε Μάρκος περὶ τῆς ὄνου γράφων εἰρῆσθαι ὑπὸ τοῦ κυρίου· »Ἐφ' ὃν οὐδεὶς οὔπω »ἀνθρώπων ἐκάθισεν« δοκεῖ μοι αἰνίττεσθαι τὸ μηδέπω ποτὲ λόγῳ ὑποτεταχέναι ἑαυτοὺς πρὸ τῆς Ἰησοῦ έν αὐτοῖς ἐπιδημίας τοὺς ὕστερον πεπιστευκότας.

τάχα γὰρ ἀνθρώπων μὲν οὐδείς πω καθίσας ἐπὶ τὸν πῶλον ἠν, θηρίων δὲ ἢ τῶν ἀλλοτρίων τοῦ λόγου δυνάμεών τινες έπεκάθισαν , ἐπεὶ ὁ πλοῦτος τῶν ἀντικειμένων δυνάμεων καὶ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ ἐπὶ ὄνων φέρεσθαι κα καμήλων λέrεται διὰ τούτων· »Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος, »ἐκεῖθεν καὶ x003E; ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ »καμήλων τὸν πλοῦτον αὐτῶν«.

πευστέον δὲ πάλιν τῶν ψιλῇ τῇ λέξει προσεχόντων εἰ μὴ κατ' αὐτοὺς ματαίως ἂν δόξαι γεγράφθαι τὸ »Ἐφ' ὃν οὐδεὶς οὔπω ἀπανθρώπων ἐκάθισεν«. τίς γὰρ παρὰ ἄνθρωπον καθέζεται ἐπὶ πῶλον; καὶ ταῦτα μὲν τὰ ἡμέτερα.

Ἴδωμεν δὲ καὶ τὰ Ἡρακλέωνος, ὅς φησι τὴν x003E; Ἱεροσόλυμα ἄνοδον σημαίνειν τὴν ἀπὸ τῶν ὑλικῶν εἰς τὸν ψυχικὸν τόπον τυγχάνοντα εἰκόνα τῆς Ἱερουσαλήμ, ἀνάβασιν τοῦ κυρίου.

τὸ δὲ »Εὗρεν ἐν τῷ ἱερῷ« καὶ οὐχὶ »τῷ ναῷ«, οἴεται εἰρῆσθαι ὑπὲρ τοῦ μὴ τὴν κλῆσιν μόνην νοηθῆναι τὴν χωρὶς πνεύματος βοηθεῖσθαι ὑπὸ τοῦ κυρίου· ἡγεῖται γὰρ τὰ μὲν ἅγια τῶν ἁγίων εἶναι τὸ ἱερόν, εἰς ἃ μόνος ὁ ἀρχιερεὺς εἰσῄει, ἔνθα οἴομαι αὐτὸν λέγειν τοὺς π.νευματικοὺς χωρεῖν· τὰ δὲ τοῦ προνάου, ὅπου καὶ οἱ Λευῖται, σύμβολον εἶναι τῶν ἔξω τοῦ πλη [*](1 Vgl. Jer. 5, 8. — 5 Vgl. Eph. 6, 16. — Vgl. Sach. 9, 10. — 7 Vgl. Sach. — 9 Ps. 73, 13. 9, 10. — 10 Vgl. Sach. 9, 10. — 11 Mark. 11, 2. — 19 Jes. 30, 6. — 23 Mark. 11, 2. — 28 Joh. 2, 14. — 32 Vgl. Hebr. 9, 7.) [*](2 οἰκειωμένην corr. We, οἰκειουμένην Lommatzsch Ι 3 τὸν ὑγιὴ λόγον, corr. Hu | ἔστι] ἔτι V Ι 8 x003E; + We | 20 πετόμενα ὥν, corr. Hu | 26 > + Hu vgl. zu S. 173, 23 | σημαίνει, corr. V | 29 τῷ ναῷ] τῶν ἄνω aus τωναω verlesen; corr. Neander προνάῳ Br | 32 εἰσίει] εἰοίει, corr. V.)

207
ρώματος ψυχικῶν εὑρισκομένων ἐν σωτηρίᾳ.

πρὸς τούτοις τοὺς εὑρισκομένους ἐν τῷ ἱερῶ̣ πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς καθημένους Ι κερματιστὰς ἐξεδέξατο λέγεσθαι ἀντὶ τῶν μη δὲν χάριτι διδόντων , ἀλλ’ ἐμπορίαν καὶ κέρδος τὴν τῶν ξένων εἰς τὸ ἱερὸν εἴσοδον νομιζόντων, τοῦ ἰδίου κέρδους καὶ φιλαργυρίας ἕνεκεν τὰς εἰς τὴν λατρείαν τοῦ θεοῦ θυσίας χορηγούντων.

καὶ τὸ φραγέλλιον δὲ πεποιῆσθαι ἐκ σχοινίων ὑπὸ τοῦ Ἰησοῦ, οὐχὶ παρ’ ἄλλου λαβόντος ἰδιοτρόπως ἀπαγγέλλει, λέγων τὸ φραγέλλιον εἰκόνα τυγχάνειν τῆς δυνάμεως καὶ ἐνεργείας τοῦ ἁγίου πνεύματος ἐκφυσῶντος τοὺς χείρονας, καί φησι τὸ φραγέλλιον καὶ τὸ λίνον καὶ τὴν σινδόνα, καὶ ὅσα τοιαῦτα, εἰκόνα τῆς δυνάμεως καὶ τῆς ἐνεργείας εἶναι τοῦ ἁγίου πνεύματος.

ἔπειτα ἑαυτῷ προσείληφεν τὸ μὴ γεγραμμένον, ὡς ἄρα εἰς ξύλον εδέδετο τὸ φραγέλλιον· ὅπερ ξύλον τύπον ἐκλαβὼν εἶναι τοῦ σταυροῦ φησι Τούτῳ τῷ ξύλῳ ἀνηλῶσαι καὶ ἠφανίσθαι τοὺς κυβευτὰς ἐμπόρους καὶ πᾶσαν τὴν κακίαν.

καὶ οὐκ οἶδ' ὅπως φλυαρῶν φησιν ἐκ δύο τούτων πραγμάτων φραγέλλιον κατασκευάζεσθαι, ζητῶν τὸ ὑπὸ τοῦ Ἰησοῦ γενόμενον· Οὐ γὰρ ἐκ δέρματος, φησί, νεκροῦ ἐποίησεν αὐτό, ἴνα τὴν ἐκκλησίαν κατασκευάσῃ οὐκέτι λῃστῶν καὶ ἐμπόρων σπήλαιον, ἀλλὰ οἶκον τοῦ πατρὸς αὐτοῦ.

λεκτέον δὲ τὸ ἀναγκαιότατον περὶ τῆς θεότητος καὶ ἐκ τῶν ῥητῶν τούτων πρὸς αὐτόν. εἰ γὰρ τὸ ἐν Ἱεροσολύμοις ἱερὸν οἶκον τοῦ ἰδίου πατρός φησιν εἶναι ὁ Ἰησοῦς, τοῦτο δὲ τὸ ἱερὸν εἰς δόξαν τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν γέγονεν, πῶς οὐκ ἄντικρυς διδασκόμεθα μὴ ἑτέρου τινὸς νομίζειν υἱὸν εἶναι παρὰ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς τὸν υἱὸν τοῦ θεοῦ;

Εἰς τοῦτον οὖν τὸν οἶκον τοῦ πατρὸς Ἰησοῦ, ὡς οἶκον τυγχάνοντα τῆς προσευχῆς, καὶ οἱ τοῦ χριστοῦ ἀπόστολοι (ὠς ἐν Πράξεσιν αὐτῶν εὕρομεν) ὑπὸ τοῦ ἀγγέλου κελεύονται πορευθέντες στῆναι καὶ λαλεῖν »τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης«.

ἀλλὰ καὶδιὰ τῆς ὡραίας πύλης ἐκεῖσε προσεύξασθαι ὡς εἰς »οἶκον προσευχῆς« προσέρχονται, οὐκ ἂν τοῦτο ποιήσαντες, εἰ μὴ τὸν αὐτὸν ᾔόεσαν θεὸν τῷ ὑπὸ τῶν ἐκθειαζόντων τὸν ναὸν ἐκεῖνον προσκυνουμένῳ.

διόπερ [*](2 Vgl. Joh. 2, 14. — 8 Vgl. Joh. 2, 15. — 22 Vgl. Matth. 21, 13. — 27 Vgl. Apok. 10, 6. — 31 Act. 5, 20. — 33 Vgl. Act. 3, 2. — 31 Vgl. Matth. 21, 13.) [*](6 τοῦ] τῶν Grabe | 16 ἐκλαβὼν] λαβ a. Ras. Ι 22 σπήλαιον] σπ a. Ras. Ι 27 πῶς a. Ras. Ι 30 τοῦτον οῦν] τονουν, corr. V Ι 36 ἐκθιαζόντων.)

208
καὶ λέγουσιν οἱ πειθαρχοῦντες θεῷ μᾶλλον ἢ ἀνθρώποις Πέτρος καὶ οἱ ἀπόστολοι· »Ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς »διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου« οὐ γὰρ ὑπ' ἄλλου ἴσασιν ἐκ νεκρῶν ἐγηγερμένον Ἰησοῦν θεοῦ ἢ τοῦ τῶν πατέρων, ὃν καὶ ὁ χριστὸς δοξάζων θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ φησιν εἶναί, οὐκ ὄντων »νεκρῶν ἀλλὰ ζώντων«.

πῶς δὲ καὶ οἱ μαθηταί, εἰ μὴ τοῦ αὐτοῦ θεοῦ θεοῦ τοῦ χριστοῦ ὁ οἶκος ἠν, ἐμέμνηντο ἂν τοῦ ἐν ξη΄ εἰρημένου ψαλμῷ· »Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με;« οὕτω γὰρ κεῖται ἐν τῷ προφήτῃ καὶ οὐχί »Καταφάγεταί με«.