Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἰ δέ ἐστι γράμματα θεοῦ, ὥσπερ ἔστιν, ἅπερ ἀναγινώσκοντες οἱ ἅγιοί φασιν ἀνεγνωκέναι τὰ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, τὰ στοιχεῖα ἐκεῖνα, ἴνα δι᾿ αὐτῶν τὰ οὐράνια ἀναγνωσθῇ, αἱ ἔννοιαι τυγχάνουσιν κατακερματιζόμεναι εἰς ἄλφα καὶ τὰ ἑξῆς μέχρι τοῦ Ω, τοῦ υἰοῦ τοῦ θεοῦ.

πάλιν δὲ ἀρχὴ καὶ τέλος ό αὐτός, ἀλλ’ οὐ κατὰ τὰς ἐπινοίας ὁ αὐτός. ἀρχὴ γάρ, ὡς ἐν ταῖς παροιμίαις μεμαθήκαμεν, καθ᾿ ὅ σοφία τυγχάνει, ἐστί· γέγραπται γοῦν· »Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ »εἰς ἔργα αὐτοῦ«· καθ’ ὅ δὲ λόγος ἐστίν, οὐκ ἔστιν ἀρχή· »Ἐν ἀρχῇ

»γὰρ ἦν ὁ λόγος.« οὐκοῦν αἱ ἐπίνοιαι αὐτοῦ ἔχουσιν ἀρχὴν καὶ δεύτερόν τι παρὰ τὴν ἀρχὴν καὶ τρίτον καὶ οὕτως μέχρι τέλους· ὡσεὶ ἔλεγεν ἀρχή εἰμι καθ’ ὅ σοφία , δεύτερον δέ, εἰ οὕτω τύχοι, καθ᾿ ὃ ἀόρατός , καὶ τρίτον καθ᾿ ὅ , ἐπεὶ »ὃ γέγονεν ἐν αὐτῷ »ζωὴ ἦν«. ἦν«.

καὶ εἴ τις ἱκανὸς βασανίζων τὸν νοῦν τῶν γραφῶν ὁρᾶν, τάχα εὑρήσει πολλὰ τῆς τάξεως καὶ τὸ τέλος· οὐκ οἶμαι γὰρ ὅτι πάντα. σαφέστερον δ’ ἡ ἀρχὴ καὶ > τέλος δοκεῖ κατὰ τὴν συνήθειαν ὡς ἐπὶ ἡνωμένου λέγεσθαι, οἷον ἀρχὴ οἱκίας ὁ θεμέλιος καὶ τέλος ἡ στεφάνη.

καὶ ἐφαρμοστέον γε διὰ τὸ »ἀκρογωνιαῖον« εἰναι [*](4 Exod. 3, 2. 6. — 6 Jes. 9, 6. — 7 Vgl. Apok. 22, 13. — 8 Vgl. Kol. 3, 11. — 12 Ps. 87, 5f. — 15 Ps. 15, 10; Act. 2, 27. — 16 Vgl. Apok. 22, 13. — 18 Vgl. Prec. Joseph, ap. Euseb., Praep. Ev. 292b. Test. Lev. 5. Aser 7. — 20 Vgl. Apok. 1, 8. — 23 Vgl. S. 22, 5. — 23 Prov. 8, 22. — 24 Joh. 1,1. — 28 Joh. 1,4. — 33 Vgl. Ephes. 2, 20; Jes. 28, 16.) [*](1 διστάζει] διστάζει Edd. Ι 2 viell. z. 1. ὅτε τις τῶν ἀγγέλων ἐν ἐξουσίᾳ φαίνεται Ι 13 viell. εἶχεν We Ι 19 αἱ str. We Ι 21 viell. πλὴν? | 30 ὅτι] εἰ, corr. We | 31 > + We, wie ἡ ἀρχή.)

40
»λίθον« τὸν χριστὸν τῷ ἡνωμένῳ παντὶ σώματι τῶν σωζομένων τὸ παράδειγμα τὸ »Πάντα« γὰρ καὶ »ἐν πᾶσι« Χριστὸς ὁ μονογενής, ὡς μὲν ἀρχὴ ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὡς δὲ τέλος ἐν τῷ τελευταίῳ τῶν ἁγίων δηλονότι τυγχάνων καὶ ἐν τοῖς μεταξύ, ἢ ὡς μὲν ἀρχὴ ἐν Ἀδάμ, ὡς δὲ τέλος ἐν τῇ ἐπιδημίᾳ, κατὰ τὸ εἰρημένον· »Ὀ ἔσχατος δ »Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν«. πλὴν τοῦτο τὸ ῥητὸν ἐφαρμόσει τῇ

ἀποδόσει τοῦ »πρῶτος καὶ ἔσχατος« τηρήσαντες μέντοι τὰ εἰρημένα περὶ »πρώτον καὶ ἐσχάτου« καὶ περὶ »ἀρχς καὶ τέλους«, ὅπου μὲν εἰς εἴδη λογικῶν ἀνηνέγκαμεν, ὅπου δὲ εἰς διαφόρους ἐπινοὶας νοίας τοῦ υἱοῦ τοῦ θεοῦ τὸν λόγον, καὶ ἔχομεν τὴν διαφορὰν »πρώτου« καὶ »ἀρχῆς«, καὶ »ἐσχάτου« καὶ »τέλους«, ἔτι δὲ καὶ τοῦ »Α« καὶ τοῦ »Ω«.

οὐκ ἄδηλον οὐόὲ τὸ »ζῶν« καὶ »νεκρός«, καὶ μετὰ τὸ νεκρὸς ζῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἐπεὶ γὰρ οὐκ ὠφελήμεθα ἀπὸ τῆς προηγουμένης ζωῆς αὐτοῦ γενόμενοι ἐν ἁμαρτίᾳ, κατέβη ἐπὶ τὴν νεκρότητα ἡμῶν, ἵνα ἀποθανόντος αὐτοῦ τῇ ἀμαρτίᾳ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, τὴν μετὰ τὴν ωεκρότητα ζωὴν αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἐν τάξει χωρῆσαι οἱ γὰρ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες καὶ τὴν ζωὴν τοῦ Ἰησοῦ ἕξουσιν ἐν τοῖς σώμασιν αὐτῶν φανερουμένην.

ΧΧΧΙΙ. Καὶ ταῦτα μὲν ἀπὸ τῶν τῆς καινῆς διαθήκης βιβλίων ἐλέγετο ὑπ᾿ αὐτοῦ περὶ ἐαυτοῦ. ἐν δὲ τῷ Ἡσαΐᾳ ἔφασκεν ὑπὸ τοῦ πατρὸς τεθεῖσθαι αὐτ·οῦ »τὸ στόμα ὡς μάχαιραν ὀξεῖαν« καὶ κεκρύφθαι ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ«, βέλει ἐκλεκτῷ ὡμοιωμένος »καὶ ἐν τῇ φαρέτρᾳ« τοῦ πατρὸς κεκρυμμένος, »δοῦλος« τοῦ θεοῦ τῶν ὅλων ὑπ᾿ αὐτοῦ καλούμενος καὶ »Ἰσραὴλ« καὶ »φῶς ἐθνῶν« μάχαιρα μὲν οὖν ὀξεῖά ἐστι τὸ στόμα τοῦ υἱοῦ τοῦ θεοῦ,

ἐπεὶ »ζῶν τυγχάνει ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ »πᾶσαν μάχαιραν δίστομον καὶ διἱκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ »πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ »ἐννοιῶν καρδίας«· ἄλλως τε καὶ ἐλθὼν οὐκ εἰρήνην ἐπὶ τὴν γῆν. τοῦτ᾿ ἔστιν ἐπὶ τὰ σωματικὰ καὶ αἰσθητά, βαλεῖν ἀλλὰ μάχαιραν, καὶ διακόπτων τήν, ἕν οὕτως ἐπιβλαβῆ ἐπιβλαβῆ φιλίαν ψυχῆς καὶ σώματος, ἕν ἡ ψυχὴ ἐπιδιδοῦσα αὑτὴν τῷ στρατευομένῳ κατὰ τῆς σαρκὸς [*](2 Vgl. Ι Kor. 15, 28. — 5 I Kor. 15, —11 Vgl. Apok. 22, 13. — 15 Vgl. öm. 6, 10. — II Kor. 4, 10. — 23 Jes. 49, 2f. — 26 Vgl. Jes. 49, 6. — 28 Hebr. 4, 12. — 31 Vgl. Matth. 10, 34. — 34 Vgl. Gal. 5, 17.) [*](2 τὸ] τοῦτο We Ι 9 εἴδη] nach εἴ 1 Buchst, ausr. Ι 14 κατέβη] nach 1 Buchst, ausr. Ι 17 ἐν + We; vgl. u. II, 17. Ι 24 ὁμοιωμένος] νο a.)

41
πνεύματι φιλιωθῇ τῷ θεῷ, μάχαιραν ἢ ὡς μάχαιραν ὀζεῖαν κατὰ τὸν προφητικὸν λόγον ἔσχε τὸ στόμα· ἀλλὰ καὶ βλέπων τοσούτους τετρωμένους τῇ θείᾳ ἀγἀπῃ ὁμοίως τῇ ὁμολογούσῃ τοῦτο πεπονθέναι ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διὰ τοῦ »Ὅτι τετρωμένη ἀγάπης »ἐγώ« τὸ τρῶσαν βέλος τὰς τῶν τοσούτων εἰς ἀγάπην θεοῦ ψυχὰς οὐκ ὄλλο τι εὑρήσει ἢ τὸν εἰπόντα· »Εθηκέ με ὡς βέλος ἐκλεκτόν.«

ἔτι δὲ πᾶς ὁ συνιεὶς πῶς τοῖς μαθητευομένοιο ὁ Ἰησοῦς γεγένηται οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ᾿ ὡς ὁ διακονῶν, μορφὴν δούλου ὁ τοῦ θεοῦ ὑπὲρ ἐλευθερίας τῶν δουλευσάντων τῇ ἁμαρτίᾳ λαβών. οὐκ ἀγνοήσει τίνα τρόπον ὁ πατήρ φησι πρὸς αὐτὸν τὸ »Δοῦλός μου »εἶ σύ« καὶ μετ᾿ ὀλίγα· »Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παίδά »μου.«

τολμητέον γὰρ εἰπεῖν πλείονα καὶ θειοτέραν καὶ ἀληθῶς καὶ᾿ εἰκόνα τοῦ πατρὸς τὴν ἀγαθότητα φαίνεσθαι τοῦ χριστοῦ, ὅτε »ἑαυτόν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ »σταυροῦ«, ἢ εἰ »ἁγπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«, καὶ μὴ βου- ληθεὶς ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ γενέσθαι δοῦλος.

διὰ τοῦτο διδάξαιἡμᾶς βουλόμενος μέγα δῶρον δἰληφέναι ἀπὸ τοῦ πατρὸς τὸ οὕτως δεδουλευκέναι φησί· »Καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς. καὶ »εἶπέ μοι >Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παίδά μου<.« μὴ γενόμενος γὰρ δοῦλος οὐκ ἂν ἔστησε »τὰς φυλὰς τοῦ Ἰακὼβ« οὐδὲ »τὴν »διασπορὰν τοῦ Ἰσραὴλ« ἐπέστρεψεν, ἀλλ᾿ οὐδὲ γεγόνει ἂν εἰς »φῶς »ἐθνῶν«, τοῦ »εἶτὸν εἰς σωτηρίαν ἕως ἐσχότου τῆς γῆς.«

καὶ μέτριόν γε τὸ δοῦλον αὐτὸν γενέσθαι, εἰ καὶ μέγα ὑπὸ τοῦ πατρὸς εἶναι τοῦτο λέγεται, συγκρίσει ἀρνίου ἀκάκου καὶ ἀμνοῦ. ὡς γὰρ ἀρνίον ἄκακον γεγένηται ἀγόμενον τοῦ θύεσθαι ὁ ἀμνὸς τοῦ θεοῦ, ἵνα ἄρῃ »τὴν ἁμαρτίαν τοῦ κόσμου«, ὁ πᾶσι τοῦ λόγου χορηγός, ὁμοιωθεὶς ἀμνὼ »ἐνώπιον τοῦ κείροντος« ἀφώνῳ, ὅπως τῷ θανάτῳ αὐτοῦ ἡμεῖς πάντες καθαρθῶμεν, ἀναδιδομένῳ τρόπον φαρμάκου ἐπὶ τὰς ἀντικειμένας ἐνεργείας καὶ τὴν τῶν βουλομένων ἀναδέξασθαι τὴν ἀληθειαν ἁμαρτίαν· ἀτονῆσαι γὰρ ὁ θάνατος τοῦ χριστοῦ τὰς πολεμούσας τῷ τῶν ἀνθρώπων γένει πεποίηκε δυνάμεις, καὶ † ἐξελεύσεσθαι τὴν ἐν ἑκάστῳ τῶν πιστευόντων ζωὴν τῇ ἁμαρτίᾳ ἀφάτῳ δυνάμει.

ἐπεὶ δὲ ἕως πᾶς ἐχθρὸς αὐτοῦ καταργηθῇ καὶ τελευταῖός γε ὁ θάνα- [*](2 Vgl. Jes. 49, 2 f. — 4 Hohel. 2, 5. — 6 Jes. 49, 2.— 8 Vgl. Luk. 22, 27. — Phil. 2, 7. — 11 Jes. 49, 3. 6. — 14 Phil. 2, 8. — 15 Phil. 2, 6. — 18 Jes. 49, 5 f. — 25 Vgl. Jes. 53, 7. — Vgl. Joh. 1, 29. — 27 Vgl. Jes. 53, 7. — 33 Vgl. I Kor. 15, 26.) [*](2 καὶ ὁ βλέπων We | 4 τοῦ] τοῦτο, corr. We | 5 ἐγὼ—βέλος a. Ras. | 21 γεγόνει] γεγον a. Ras, | 22 μέτριον] ν a. Ras. | 24 συγκρίνει | 31 ἐξελεύσεσθαι] ἐπεξελευσεσθαι V, ἐξελευσε, darüberABBREV», a, R. ABBREV ζήτ〈ει〉 Μ; so giebt der Satz keinen Sinn; viell. ἐξέλκεσθαι τὴν . . . ζωὴν τῆς ἁμαρτίας ,,er bewirkte, dass das . . . Leben der Sünde entrissen werde".)

42
τος, αἵρει τὴν ἁμαρτίαν, ἵνα ὁ πᾶς γένηται χωρὶς ἁμαρτίας κόσμος, διὰ τοῦτο ὁ Ἰωάννης δεικνὺς αὐτόν φησιν· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ »ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«· οὐχὶ ὁ μέλλων μὲν αἴρειν οὐχὶ δὲ καὶ αἴρων ἤδη, καὶ οὐχὶ ὁ ἄρας μὲν οὐχὶ δὲ καὶ αἴρων ἔτι·

τὸ γὰρ αἴρειν ἐνεργεῖ ἐπὶ ἑνὸς ἑκάστου τῶν ἐν τῷ κόσμῳ, ἕως ἀπὸ παντὸς τοῦ κόσμου ἀφαιρεθῇ ἡ ἁμαρτία καὶ παραδῷ ἕτοιμον βασιλείαν τῷ πατρὶ ὁ σωτήρ, τῷ μὴ εἷναι μηδὲ τὴν τυχοῦσαν ἁμαρτίαν χωροῦσαν τὸ ὑπὸ πατρὸς βασιλεύεσθαι καὶ πάλιν ἐπιδεχομένην τὰ πάντα τοῦ θεοῦ ἐν ὅλῃ ἑαυτῇ καὶ πάσῃ, ὅτε πληροῦται τὸ »Ἴνα »γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.«

ἀλλà καὶ >ἀνὴρ< ρ< πρὸς τούτοις λέγεται ὀπίσω Ἰωάννου ἐρχόμενος, ἔμπροσθεν αὐτοῦ γεγενημένος καὶ πρὸ αὐτοῦ ὤν, ἕνα διδαχθῶμεν καὶ τὸν ἄνθρωπον τοῦ υἱοῦ τοῦ θεοῦ τὸν τῇ θεότητι αὐτοῦ ἀνακεκραμένον πρεσβύτερον εἶναι τῆς ἐκ Μαρίας γενέσεως, ὅντινα ἄνθρωπόν φησιν ὁ βαπτιστὴς ὄτι »οὐκ »ᾔδει.«

πῶς δὲ οὐκ ᾔδει ὁ σκιρτήσας ἐν ἀγαλλιάσει ἔτι βρέφος τυγχάνων ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ, ὅτε »ἐγένετο ἡ φωνὴ τοῦ ἀσπα- »σμοῦ« τῆς Μαρίας »εἰς τὰ ὦτα« τῆς Ζαχαρίου γυναικός;

ἐπιστησον οῡν, εἰ δύναται τὸ »οὐκ ᾔδειν« κατὰ τὰ πρὸ σώματος λέγειν· εἰ δὲ καὶ οὐκ ᾔδει μὲν αὐτὸν πρὸ τοῦ τότε] ἥκειν εἰς σῶμα, σῶμα, δὲ ἔτι ὄντα ἐν τῇ κοιλίᾳ τῆς μητρός, τάχα μανθάνει τι περὶ αὐτοῦ αὐτοῦ παρ’ ὅ ἐγίνωσκεν, ὅτι ἑφ᾿ ὅν ἂν τὸ πνεῦμα καταβὰν ἐπ᾿ μείνῃ αὐτόν, ἐστιν ἐστιν ό βαπτίζων έν πνεύματι ἁγίῳ καὶ πυρί.«

καὶ γὰρ εἰ ᾔδει αὐτὸν ἔτι ἐκ κοιλίας μητρός, οὔτι γε ἐγίνωσκε πάντα τὰ περὶ αὐτοπῦ τάχα δὲ καὶ ἡγνόει, ὅτι »οὑτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι Οὑδὲω καὶ ὅτε ὅτε τεθέαται »τὸ πνεῦμα καταβαῖνον καὶ μένον »ἐπ᾿ πλὴν πυρίς »ἄνδρα« αὐτὸν τυγχάνοντα καὶ πρῶτον οὐκ ᾔδει ὁ Ἰωάννης.

Οὐδὲν δε τῶν προειρημένων ὀνομάτων τὴν περὶ ἡμῶν πρὸς τὸν πατέρα προστασίαν αὐτοῦ δηλοῖ παρακαλοῦντος ὑπὲρ τῆς ἀνθρώπων φύσεως καὶ ἱλασκομένου, ὡς »ὁ παράκλητος« καὶ > ἱλασμὸς« καὶ »τὸ ἱλαστήριον«· ὁ μὲν παράκλητος« ἐν τῇ Ἰωάννου λεγόμενος ἐπιστολῇ· »Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον »ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ οὑτος ἱλασμός [*](2 Job. 1, 29. — 6 Vgl. Ι Kor. 15, 24. — 9 Ι Kor. 15, 28. — 10 Vgl. Job. 1 30f. — 12 Vgl. de princ. II, 6, 3. — 14 Vgl. Job. 1, 31. — 15 Vgl. Luk. 1, 41. 44. — 18 Job. 1, 31. — 21 Vgl. Job. 1, 33. — 25 Vgl. Job. 1, 33. — 32 I Job. 2, 1.) [*](1 ἵνα auf dem linken Rand a. A. d. Z. | 4 ἔτι· τὁ γὰρ] ἐπὶ τὸ γὰρ, corr. We; ἔτι γὰρ τὸ Del Ι 5 ἐπὶ] ἀπὸ, corr. We Ι 11 ἐρχόμενος] ἐρ a. Ras. | 13 ἀνακεκραμμένον Ι 19 τότε] str. We Ι 21 μείνῃ] ει a. Ras. Ι 23 ἔτι] ὅτι, corr. Del Ι 25 ὅτε οὔπω? We Ι 26 οὐκ str. We Ι 31 ὁ)

43
»ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν«· καὶ »ὁ ἱλασμὸς« ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενος »ἱλασμὸς« εἶναι »περὶ τῶν ἁμαρτιῶν ἡμῶν«, ὁμοίως δὲ καὶ ἐν τῇ πρὸς Ῥωμαίους »ἱλαστήριον«· »Ὅν προέθετο »ὁ θεὸς ἱλαστήριον διὰ πίστεως«· οὑ ἱλαστηρίου εἰς τὰ ἐσώτατα καὶ ἁγίων τῶν σκιά σκιά τις ἐτύγχανεν τὸ χρυσοῦν ἱλαστήριον, ἐπικείμενον τοῖς δυσὶ Χερουβείμ.