Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Πάνυ δὲ καὶ τοῖς τυχοῦσιν σοφές, πῶς ἐστι διδάσκαλος καὶ σαφηνιστὴς τῶν εἰς εὐσέβειαν συντεινόντων Ι ὁ κύριος ἡμῶν καὶ κύριος δούλων τῶν ἐχόντων »πνεῦμα δουλείας εἰς φόβον‘. προ- κοπτόντων δὲ καὶ ἐπὶ τὴν σοφίαν σπευδόντων καὶ ταύτης ἀξιουμένων — ἐπεὶ »ὁ δοῦλος οὐκ οἶδε τί θέλει ὁ κύριος αὐτοῦ‘ — οὐ μένει κύριος, γινόμενος αὐτῶν »φίλος«.

καὶ αὐτὸς τοῦτο διδάσκει ὅπου μὲν ὅτε ἔτι δοῦλοι ὑπῆρχον οἱ ἀκροώμενοι φάσκων· »φωνεῖτέ με Ὁ διδἄσκαλος< καὶ Ὁ κύριος<, καὶ καλῶς »γάρ«· ὅπου δέ· »Οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε, [*](4 Vgl. Κοί. 1, 15. — 10 Vgl. Ephes. 2, 14. — 15 Vgl. S. 26, 22ff. — 20 Vgl. Kol. 1, 16; Rom. 1,20; II Kor. 4, 18. — 29 Rom. 8, 15. — 31 Job. 15, 15. — 33 Jok 13, 13. — 35 Vgl. Joh. 15, 15.) [*](6 καί) + V Ι 7 προάγομαι We Ι 11 ἀπαρχὴν ändlich, verderbt aus? I nacb ἀμφοτέρων + ἓν Del, ἓν ἑαυτὸν Hu Ι 16 βασιλευόμενοι Edd., λευόμενον MV Ι τὸ + Hu Ι 30 δὲ + Br Ι 33 ὅτε+ We.)

37
«τί τὸ θέλημα τοῦ κυρίου αὐτοῦ· ἀλλὰ λέγω ὑμᾶς φίλους«, ὅτι διαμεμενήκατε »μετ’ ἐμοῦ ἐν πᾶσι τοῖς πειρασμοῖς μου«,

οἱ οὖν κατὰ φόβον βιοῦντες, ὃν ἀπαιτεῖ ἀπὸ τῶν οὐ καλῶν δούλων ὁ θεὸς ὡς ἀνέγνωμεν ἐν τῷ Μαλαχίᾳ· »Εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος »μου;«), δοῦλοι τυγχάνουσι κυρίου τοῦ σωτῆρος αὐτῶν καλουμένου.

ἀλλὰ διὰ τούτων πάντων οὐ σαφῶς ἡ εὐγένεια παρίσταται τοῦ υἱοῦ, ὅτε δὲ τὸ »Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε« λέγεται πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ, ᾡ ἀεί ἐστι τὸ »σήμερον«, — οὐκ ἔνι γὰρ ἐσπέρα Μοῦ, ἐγὼ δὲ ἡγοῦμαι, ὅτι οὐδὲ πρωία, ἀλλὰ ὁ συμπαρεκτείνων τῇ ἀγενήτῳ καὶ ἀϊδίῳ αὐτοῦ ζωῇ, ἵν οὕτως εἴπω, χρόνος ἡμέρα ἐστὶν αὐτῷ σήμερον, ἐν ᾑ γεγέννηται ο υἱός — , ἀρχῆς γενέσεως αὐτοῦ οὕτως οὐχ εὑρισκομένης ὡς οὐδὲ τῆς ἡμἐρας.

Προσθετέον τοῖς εἰρημένοις πῶς ἐστιν ὁ υἱὸς »ἀλη- »θινὴ ἄμπελος«. τοῦτο δὲ δῆλον ἔσται τοῖς συνιεῖσιν ἀξίως χάριτος προφητικῆς τὸ »Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου«.

εἰ γὰρ ἡ καρδία τὸ διανοητικόν ἐστι, τὸ δὲ εὐφραῖνον αὐτὸ ὁ ποτιμώτατός ἐστι λόγος, ἐξιστῶν ἀπὸ τῶν ἀνθρωπικῶν καὶ ἐνθουσιᾶν ποιῶν καὶ μεθύειν μέθην οὐκ ἀλόγιστον ἀλλὰ θείαν, ἣν οἴμαι καὶ Ἰωσὴφ τοὺς ἀδελφοὺς μεθύειν ποιεῖ, εὐλόγως ὁ τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου οἶνον φέρων »ἄμπελός« έστιν «ἀληθινή«· διὰ τοῦτο »ἀληθινή«, ἐπεὶ βότρυς ἔχει τὴν ἀλήθειαν καὶ κλήματα τοὺς μαθητάς, μιμητὰς αὐτοῦ καὶ αὐτοὺς καρποφοροῦντας τὴν ἀλήθειαν.

Ἐργον δὲ διαφορὰν παραστῆσαι ἄρτου καὶ ἀμπέλου ἐπεὶ οὐ μόνον »ἄμπελος« ἀλλὰ καὶ »ἄτος ζωῆς« εἶναί φησιν.

ὄρα δὲ μήποτε, ὥσπερ ὁ ἄρτος τρέφει καὶ ἰσχυροποιεῖ καὶ στηρίζειν λέγεται καρδίαν ἀνθρώπου, ὁ δὲ οἶνος ἥδει καὶ εὐφραίνει καὶ διαχεῖ, οὕτως τὰ μὲν ἠθικὰ μαθήματα, ζωὴν περιποιοῦντα τῷ μανθάνοντι καὶ πράττοντι, ἄρτος ἐστὶ τῆς ζωῆς οὐκ ἂν ταῦτα γεννήματα λέγοιτο τῆς ἀμπέλου), τὰ δὲ εὐφραίνοντα καὶ ἐνθουσιᾶν ποιοῦντα ἀπόρρητα καὶ μυστικὰ θεωρήματα, τοῖς κατατρυφῶσι τοῦ κυρίου ἐγγινόμενα καὶ οὐ μόνον τρέ- φεσθαι ἀλλὰ καὶ τρυφᾶν ποθοῦσιν, ἔστιν ἀπὸ τῆς »ἁληθινῆς ἀμπέλου« ἐρχόμενα, »οἶνος« καλούμενα.

[*](1 Vgl. Luk. 22, 28. — 4 Mal. 1, 6. — 7 Ps. 2, 7 (Hebr. 1, 5). Luk. 3, 22 (nach D, Justin, Clemens, Methodius etc.) Usener, Relig. Unters. I, 40 ff. — 13 Vgl. in Genes, hom. XVII. — Vgl. Joh. 15, 1. — 15 Ps. 103, 15. — 18 Vgl. Gen. 43, 34. — 20 Vgl. Joh. 15, 5. — 24 Vgl. Joh. 6, 48.)[*](1 λέγω aus ἐγὼ corr. Ι 2 οἱ| ἱ a. Ras. Μ Ι 10 ἵν’] später v. I. H. zugesetzt Ι γεγέννηται] ενν a. Ras. Ι 12 ὡς οὐδὲ] ω halb, σ ου a. Ras. Ι τῆς] η a. Ras. Ι 28 οὐκ ἂν — ἀμπέλου sind vielleicht Glossem eines Lesers Ι γενήματα, corr. Hu.)
38

Πρὸς τούτοις δὲ * * τῷ πῶς »πρῶτος ἔσχατος« ἐν τῇ Ἀποκαλύφει ἀναγέγραπται, ἕτερος κατὰ τὸ πρῶτος εἶναι τυγ- χάνων τοῦ ἄλφα καὶ τῆς ἀρχῆς, καὶ κατὰ τὸ ἔσχατός οὐχ ὁ αὐτὸς τῷ Ω καὶ τώ τέλει.

Ι ἡγοῦμαι τοίνυν τῶν λογικῶν ζῲων ἐν πολλοῖς εἴδεσι χαρακτηριζομένων, εἶναί πρῶτον αὐτῶν καὶ δεύτερον καὶ τρίτον καὶ τὰ καθεξῆς ἕως ἐσχάτου.

καὶ τὸ μὲν ἀκριβὲς εἰπεῖν τί πρῶτον καὶ ποῖον τὸ δεύτερον καὶ ἐπὶ τίνος ἀληθὲς τὸ τρίτον καὶ οὕτως μέχρι τοῦ τελευταίου φθάσαι οὐ πάνυ τι ἀνθρώπινον, ἀλλὰ ὑπὲρ τὴν ἡμετέραν ἐστὶ φύσιν. στῆναι δὲ καὶ περιλαλῆσαι τὰ εἰς τὸν τόπον ὡς οἷοί τέ ἐσμεν πειρασόμεθα.

Εἰσί τινες θεοὶ ὧν ὁ θεὸς θεός ἐστιν, ὡς αἱ προφητεῖαί φασιν· »Ἐξομολογεῖσθε τώ θεῷ τῶν θεῶν« καὶ »Θεὸς θεῶν ἐλάλησε κύριος, καὶ ἐκάλεσε τὴν γῆν«· θεὸς δὲ κατὰ τὸ εὐαγγέλιον »οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων ζῶντες ἄρα εἰσὶ καὶ οἱ θεοί, ὧν ὁ θεὸς θεός ἐστι.

καὶ ὁ ἀπόστολος δὲ γράφων ἐν τῇ πρὸς Κορινθίους· »Ὥσπερ εἰσὶ »θεοὶ πολλοὶ καὶ κύριοι πολλοί« κατὰ τὰ προφητικὰ τὸ τῶν θεῶν ἐξείληφεν ὄνομά ὡς τυγχανόντων.

εἰσὶ δὲ παρὰ τοὺς θεούς, ὧν ὁ θεὸς θεός έστιν, ἕτεροί τινες οἳ καλοῦνται »θρόνοι« καὶ ἄλλοι λεγόμενοι »ἀρχαί, κυριότητές τε καὶ ἐξουσία παρὰ τούτους ἄλλοι.

διὰ δὲ τὸ » Ὑπὲρ πᾶν ὄνομα ὀνομαζόμενον οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι« καὶ ἄλλα παρὰ ταῦτα οὐ πάνυ συνήθως ἡμῖν ὀνομαζόμενα δεῖ πιστεύειν εἶναι λογικά, ὧν ἓν τι γένος ἐκάλει Σαβαὶ > Ἑβραῖος, παρ’ ὃ ἐσχηματίσθαι τὸν Σαβαώθ, ἄρχοντα ἐκείνων τυγχάνοντα, οὐχ ἕτερον τοῦ θεοῦ. καὶ ἐπὶ πᾶσι θνητὸν λογικὸν ὁ ἄνθρωπος.

Ὁ τοίνυν τῶν ὅλων θεὸς πρῶτόν τι τῇ τιμῇ γένος λογικὸν πεποίηκεν, ὅπερ οἶμαι τοὺς καλουμένους θεούς, καὶ δεύτερον ἐπὶ τοῦ παρόντος καλείσθωσαν »θρόνοι«, καὶ τρίτον χωρὶς διαστάσεως »ἀρχαί« οὕτω δὲ τῷ λογικῷ καταβατέον ἐπὶ ἔσχατον λογικόν, τάχα οὐκ ἄλλο τι τοῦ ἀνθρώπου τυγχάνον.

ὀ τοίνυν σωτὴρ θειότερον πολλῷ ἢ Παῦλος γέγονε »τοῖς πᾶσι πάντα«, ἵνα »πάντα« ἢ »κερδήσῃ« ἢ τε- λειώσῃ, καὶ σαφῶς γέγονεν ἀνθρώποις ἄνθρωπος καὶ ἀγγέλοις ἄγγελος.

καὶ περὶ μὲν τοῦ ἄνθρωπον αὐτὸν γεγονέναι οὐδεὶς τῶν πεπι- [*](1 Apok. 22, 13. — 12 Ps. 135, 2. — Ps. 49, 1. — 13 MattK 22, 32. — 15 Ι Kor. 8, 5. — 18 Vgl. Kol. 1, 16. — 20 Ephes. 1, 21. — 21 Vgl. Origenes, de princ. I, 5, 1. — 31 Vgl. I Kor. 9, 22.) [*](1 δὲ undeutl., vielleicht γὰρ? Μ, ἐν V Ι τῷ ändlich; vielleicht vorher ein ἐπιστατέον ausgefallen; von We gestr. Ι 14 ἄρα] a 1 a. Ras. Μ Ι 17 ἐξείληφεν] ἐξειλήφαμεν corr. Br, ἐξείληφε μὲν Lommatzsch Ι ὄνομά α a. Eas. Μ Ι 23 ὁ V Ι ἐσχηματίσθαι] ἐσχημάτισται corr. Hu Ι 28 διστάσεως] διαστάσεως ÷, σ 1 scheint nachträgl. zugefügt;)

39
στευκότων διστάξι· περὶ δὲ τοῦ ἄγγελον πειθώμεθα τηροῦντες τῶν ἀγγέλων ἐπιφανείας καὶ λόγους, ὅτε τῆς τῶν ἀγγέλων ἐξουσίας φαίνεται ἔν τισι τόποις τῆς γραφῆς ἀγγέλων λεγόντων, ὥσπερ ἐπὶ τοῦ »Ὤφθη ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου. καὶ εἶπεν· »θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ«. ἀλλὰ καὶ ὁ Ἡσαΐας φησί· » Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.«

Πρῶτος οὖν καὶ ἔσχατος ὁ σωτήρ, οὐχ ὅτι οὐ τὰ μεταξύ, ἀλλὰ τῶν ἄκρων, ἵνα δηλωθῇ, ὅτι »τὰ πάντα« γέγονεν αὐτός. ἐπίστησον δὲ πότερον ἄνθρωπός ἐστι τὸ »ἔσχατον« ἢ τὰ καλούμενα καταχθόνια, ὧν εἰσι καὶ οἱ δαίμονες, ἤτοι πάντες ἤ τινες.

ζητητέον τὰ εἰς ἅ καὶ αὐτὰ γενόμενος ὁ σωτὴρ διὰ τοῦ προφήτου Δαβίδ φησι· »Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος«, ὥσπερ πλέον ἔχων παρὰ ἀνθρώπους κατὰ τὴν ἐκ παρθένου γένεσιν καὶ κατà τὸν λοιπὸν ἐν παραδόξοις βίον, οὕτως ἐν νεκροῖς κατὰ τὸ μόνος ἐκεῖ εἶναι ἐλεύθερος· οὐκ ἐγκαταλέλειπται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾄδην. οὕτως μὲν οὑν »πρῶτος καὶ ἔσχατος«.