Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Εἶτα ὡς αἱ γρᾶες διαλοιδορούμενος ἡμῖν φησι· σὺ μὲν τὰ ἀγάλματα τούτων λοιδορῶν καταγελᾷς. ὡς αὐτόν γε τὸν Διόνυσον ἢ τὸν Ἡρακλέα παρόντα εἰ ἐλοιδόρησας, οὐκ ἂν ἴσως χαίρων ἀπήλλαξας· τὸν δὲ σὸν θεὸν παρόντα κατατείνοντες καὶ κολάζοντες οὐδὲν οἱ ταῦτα δράσαντες πεπόνθασιν ἀλλ᾿ οὐδὲ μετὰ ταῦτα ἐν τοσούτῳ βίῳ. τί καινὸν ἐξ ἐκείνου γέγονε τῷ πιστεύσαντι ἂν ὡς οὐκ ἦν ἐκεῖνος ἄνθρωπος γόης ἀλλὰ θεοῦ παῖς; καὶ ὁ πέμψας ἄρα τὸν υἱὸν ἀγγελμάτων τινῶν εἵνεκα οὕτως ὠμῶς κολασθέντα, ὡς συνδιαφθεῖραι καὶ τὰ ἀγγέλματα, περιεῖδε καὶ τοσούτου χρόνου διελθόντος οὐκ ἐπεστράφη. τίς οὕτως ἀνόσιος πατήρ; ἐκεῖνος μὲν οὖν τυχὸν ἐβούλετο, ὡς φῂς, διὰ τοῦτο περιϋβρίζετο. οἵδε δὲ, οὓς σὺ βλασφημεῖς, ἐνῆν μὲν εἰπεῖν ὅτι καὶ αὐτοὶ βούλονται καὶ διὰ τοῦτ᾿ ἀνέχονται βλασφημούμενοι· τὰ γὰρ ἴσα τοῖς ἴσοις παραβαλεῖν κράτιστον· ἀλλ᾿ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα,

772
ἤτοι φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον.

v.2.p.256

καὶ πρὸς ταῦτα δ᾿ εἴποιμ᾿ ἂν ὅτι ἡμεῖς οὐδενὶ λοιδορούμεθα, πειθόμενοι ὅτι „λοίδοροι“ „βασιλείαν θεοῦ“ οὐ „κληρονομήσουσι,“ καὶ ἀναγινώσκοντες τὸ „εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν“ (καὶ) „εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.“ εἰδότες δὲ καὶ τὸ „λοιδορούμενοι εὐλογοῦμεν.“ καὶ εἴπερ τὸ λοιδορεῖν λόγον τινὰ ἔχει ἀμυντικὸν τοῦ δοκοῦντος ἠδικῆσθαι, καὶ οὐδὲ τοῦτον ἐπιτρέπει ἡμῖν ὁ τοῦ θεοῦ λόγος· πόσῳ πλέον, ἔνθα πολλὴν ἠλιθιότητα ἐμφαίνει τὸ λοιδορεῖν, οὐ χρὴ λοιδορεῖν; ἐπ᾿ ἴσης δὲ ἠλίθιον τὸ λοιδορεῖσθαι λίθῳ ἢ χρυσῷ ἢ ἀργύρῳ, τοῖς μεμορφωμένοις εἰς τὴν νενομισμένην τοῖς μακρὰν θειότητος τυγχάνουσι θεῶν μορφήν. οὕτω δὲ οὐδὲ καταγελῶμεν τῶν ἀψύχων ξοάνων ἀλλ᾿ εἰ ἄρα τῶν προσκυνούντων αὐτοῖς. ἀλλ᾿ οὐδ᾿, ἂν ὦσί τινες δαίμονες ἐνιδρυμένοι τισὶν ἀγάλμασι, καὶ νομίζηται ὁ μέν τις αὐτῶν εἶναι Διόνυσος ὁ δ᾿ Ἡρακλῆς, οὐδὲ τούτοις λοιδορούμεθα·

203
μάταιον γὰρ τὸ τοιοῦτον καὶ οὐδαμῶς κατὰ τὸν πρᾷον καὶ εἰρηναῖον καὶ γαληνὸν τὴν ψυχὴν καὶ μαθόντα ὅτι οὐδὲ διὰ τὴν κακίαν δεῖ τινι λοιδορεῖσθαι, εἴτ᾿ ἀνθρώπῳ εἴτε δαίμονι.

Οὐκ οἶδα δ᾿ ὅπως ὁ Κέλσος ἄκων ἐνέπεσεν εἰς τὸ, οὓς πρὸ βραχέος ὕμνησε δαίμονας ἢ θεοὺς, νῦν τῷ ἔργῳ ἀποδεικνύναι φαυλοτάτους εἶναι καὶ τιμωρουμένους μᾶλλον ἀμυντικῶς ἤπερ κολάζοντας διορθωτικῶς, ἐπὰν αὐτοῖς λοιδορῆταί τις. φησὶ γάρ· ὡς αὐτόν γε τὸν Διόνυσον ἢ τὸν Ἡρακλέα παρόντα εἰ ἐλοιδόρησας, οὐκ ἂν ἴσως χαίρων ἀπήλλαξας. πῶς δὲ καὶ ἀκούει τι οὐ παρὼν, ὁ βουλόμενος παραστησάτω, καὶ διὰ τί ποτὲ μὲν πάρεστι ποτὲ δὲ οὐ πάρεστι, καὶ τίς ἡ πραγματεία τοῖς δαίμοσι τῆς μεταναστάσεως ἀπὸ τόπου εἰς τόπον.

ἑξῆς δὲ τούτοις λέγει, οἰόμενος τὸ κατατεινόμενον καὶ κολζόμενον σῶμα τοῦ Ἰησοῦ καὶ οὐ τὴν ἐν αὐτῷ θειότητα θεὸν ἡμᾶς λέγειν καὶ, ὅτε κατετείνετο καὶ ἐκολάζετο, θεὸν νενομίσθαι, ὅτι τὸν δὲ σὸν θεὸν παρόντα κατατείνοντες καὶ κολάζοντες οὐδὲν οἱ ταῦτα δράσαντες πεπόνθασι. πλείονα δὲ περὶ ὧν

v.2.p.257
πέπονθεν ἀνθρωπίνων ἐν τοῖς ἀνωτέρω εἰπόντες νῦν ἑκόντες παραπέμπομεν τὸν λόγον. ἵνα μὴ δοκῶμεν παλιλλογεῖν. ἐπεὶ δέ φησι μηδὲ μετὰ ταῦτα ἐν τοσούτῳ βίῳ πεπονθέναι τι τούτους τὸν Ἰησοῦν κολάσαντας, δείξομεν αὐτῷ καὶ πᾶσι τοῖς βουλομένοις μαθεῖν ὅτι ἡ πόλις. ἐν ᾗ ὁ τῶν Ἰουδαίων λεὼς ἠξίωσε τὸν Ἰησοῦν σταυρωθῆναι λέγων· „σταύρου. σταύρου αὐτὸν“ (προὐτιμήσαντο (γὰρ) τὸν λῃστὴν „διὰ στάσιν καὶ φόνον“ βληθέντα „εἰς φυλακὴν“ ἀπολυθῆναι τοῦτον. „τὸν δὲ Ἰησοῦν“ „διὰ φθόνον“ παραδοθέντα (σταυρωθῆναι)). μετ᾿ οὐ πολὺ ἐξεπολεμήθη καὶ ἐπὶ τοσοῦτον ἐπολιορκήθη
773
χρόνῳ πλείονι, ὥστ᾿ ἐκ βάθρων αὐτὴν ἀνάστατον γενέσθαι καὶ ἐρημωθῆναι. ἀναξίους κρίνοντος τοὺς τὸν τόπον ἐκεῖνον οἰκοῦντας τοῦ θεοῦ τῆς κοινοτέρας ζωῆς. καὶ φειδόμενός γε αὐτῶν, ἵνα παραδόξως εἴπω, καὶ ὁρῶν ἀνιάτως ἔχοντας πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ ὁσημέραι αὔξοντας ἐν τῇ τῆς κακίας χύσει παρέδωκεν αὐτοὺς τοῖς πολεμοῦσι. καὶ ταῦτα γέγονε διὰ τὸ ἐκχυθὲν αἷμα τοῦ Ἰησοῦ κατὰ τὴν ἐπιβουλὴν αὐτῶν ἐπὶ τὴν γῆν αὐτῶν, μηκέτι δυναμένην χωρεῖν τοὺς τὸ τηλικοῦτον ἄγος κατὰ τοῦ Ἰησοῦ τολμήσαντας.

Καινὸν οὖν γέγονεν, ἐξ οὗ πέπονθε χρόνου ὁ Ἰησοῦς, κἀκεῖνο, λέγω δὲ τὸ κατὰ τὴν πόλιν καὶ πᾶν τὸ κατὰ τὸ ἔθνος καὶ τὸ κατὰ τὴν ἀθρόαν γένεσιν ἔθνους Χριστιανῶν ὡσπερεὶ τεχθέντος εἰσάπαξ· καινὸν δὲ καὶ τὸ τοὺς ξένους „τῶν διαθηκῶν“ τοῦ θεοῦ καὶ ἀλλοτρίους τῶν ἐπαγγελιῶν τοὺς μακρὰν τῆς ἀληθείας

203
δυνάμει τινὶ θείᾳ παραδέχεσθαι αὐτήν. ταῦτα δὲ οὐκ ἀνθρώπου γόητος ἦν ἀλλ᾿ ἔργα θεοῦ, πέμψαντος τῶν αὑτοῦ ἀγγελμάτων ἕνεκα τὸν αὑτοῦ ἐν τῷ Ἰησοῦ λόγον, (οὕτως) ὠμῶς κολασθέντι, ὡς τὴν ὠμότητα κατηγορεῖσθαι τῶν ἀδίκως αὐτὸν κολασάντων, καὶ ἀνδρειότατα ὑπομείναντα καὶ μετὰ πάσης. πρᾳότητος· οὐ διέφθειρε
v.2.p.258
δὲ ἡ κόλασις αὐτοῦ τὰ τοῦ θεοῦ ἀγγέλματα ἀλλ᾿, εἰ δεῖ ουτως ὀνομάσαι, εἰς γνῶσιν αὐτὰ ἤγαγεν· ὡς καὶ αὐτὸς ἐδίδαξεν ὁ Ἰησοῦς λέγων· „ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.“ ἀποθανὼν οὖν „ὁ κόκκος τοῦ σίτου“ Ἰησοῦς „πολὺν καρπὸν“ ἤνεγκε, καὶ ἀεὶ ὁ πατὴρ προνοεῖ τῶν ἐκ τοῦ θανάτου τοῦ κόκκου „τοῦ σίτου“ γεγενημένων καὶ γινομένων ἔτι καὶ ἐσομένων καρπῶν. ὅσιος οὖν πατὴρ ὁ τοῦ Ἰησοῦ πατὴρ, „τοῦ ἰδίου“ μὴ φεισάμενος „υἱοῦ“ „ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων“ παραδοὺς „αὐτὸν“ ἀμνὸν ὄντα ἑαυτοῦ. ἵν᾿ ἄρῃ „τὴν ἁμαρτίαν τοῦ κόσμου“ ὁ ὑπὲρ παντὸς αὐτοῦ ἀποθνῄσκων „ἀμνὸς θεοῦ“· δι᾿ ὃν οὐκ ἀναγκαζόμενος ἀλλ᾿ ἑκὼν ὑπέμεινε τὰ ἀπὸ τῶν ὑβριστῶν αὐτῷ προσαγόμενα.

εἶτα μετὰ ταῦτα ὁ Κέλσος, ἐπαναλαμβάνων τὸν πρὸς τοὺς βλασφημοῦντας τὰ ἀγάλματα λόγον, φησίν· οἵδε δὲ, οὓς σὺ βλασφημεῖς, ἐνῆν μὲν εἰπεῖν ὅτι καὶ αὐτοὶ βούλονται (καὶ) διὰ τοῦτ᾿ ἀνέχονται βλασφημούμενοι· τὰ γὰρ ἴσα τοῖς ἴσοις παραβαλεῖν κράτιστον· ἀλλ᾿ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα, ἤτοι γε φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον. οὐ βλασφημοῦντας ουν ἀλλ᾿ ἀπελαύνοντας ἀπὸ τῶν ξοάνων καὶ τῶν ἀνθρωπίνων σωμάτων καὶ ψυχῶν Χριστιανοὺς ἀμύνεσθαι νομίζουσιν οἱ δαίμονες. μὴ νοῶν γὰρ τὸ γινόμενον ἀλη

774
θές τι κατὰ τὸν τόπον ὁ Κέλσος εἴρηκεν· ἀληθὲς γὰρ τὸ φαύλων δαιμόνων πληρουμένας τὰς τῶν καταδικαζόντων Χριστιανοὺς ψυχὰς καὶ τῶν προδιδόντων καὶ τῶν εὐδοκούντων Χριστιανοῖς προσπολεμεῖν.

Ἀλλ᾿ ἐπεὶ αἱ ψυχαὶ τῶν διὰ χριστιανισμὸν ἀποθνῃσκόντων δι᾿ εὐσέβειαν μετ᾿ εὐκλείας ἀπαλλαττόμεναι τοῦ σώματος καθῄρουν τὴν δύναμιν τῶν δαιμόνων καὶ ἀτονωτέραν αὐτῶν ἐποίουν τὴν κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴν, διὰ τοῦτο οἶμαι τῇ πείρᾳ μαθόντες οἱ δαίμονες ἑαυτοὺς ἡττωμένους καὶ κρατουμένους ὑπὸ τῶν μαρτύρων τῆς ἀληθείας ἐφοβήθησαν πάλιν ἥκειν ἐπὶ τὸ ἀμύνεσθαι· καὶ οὕτως, ἕως ἐπιλάθωνται ὧν πεπόνθασι πόνων, εἰκὸς εἶναι τὴν

v.2.p.259
τοῦ κόσμου πρὸς Χριστιανοὺς εἰρήνην. ἐπὰν δὲ συλλέξωνται τὴν δύναμιν καὶ ὑπὸ τῆς κακίας τυφλούμενοι πάλιν ἀμύνεσθαι θέλωσι
215
καὶ Χριστιανοὺς διώκειν, πάλιν καθαιρεθήσονται· καὶ τότε πάλιν αἱ ψυχαὶ τῶν εὐσεβούντων καὶ δι᾿ εὐσέβειαν ἀποδυομένων τὰ σώματα καθελοῦσι τὸ τοῦ πονηροῦ στρατόπεδον.

ἐγὼ δ᾿ οἶμαι ὅτι αἰσθόμενοι οἱ δαίμονες ὅτι οἱ μὲν νικῶντες καὶ δι᾿ εὐσέβειαν ἀποθνῄσκοντες καθαιροῦσιν αὐτῶν τὴν δυναστείαν οἱ δὲ διὰ τοὺς πόνους ἡττώμενοι καὶ τὴν θεοσέβειαν ἀρνούμενοι ὑποχείριοι ἐκείνοις γίνονται, ἔσθ᾿ ὅτε προσφιλονεικοῦσι τοῖς παραδιδομένοις Χριστιανοῖς, ὡς κολαζόμενοι μὲν ὑπὸ τῆς ὁμολογίας αὐτῶν ἀναπαυόμενοι δὲ ἐπὶ τῇ ἀρνήσει αὐτῶν. καὶ ἔστιν γε τούτων ἴχνη θεάσασθαι καὶ ἐν τοῖς δικασταῖς, κολαζομένοις μὲν ὑπὸ τοῖς ὑπομένουσι τὰς αἰκίας καὶ τὰς βασάνους γαυρουμένοις δὲ, ὅταν Χριστιανὸς ἡττηθῇ. καὶ γὰρ οὐδὲ διὰ δοκοῦσαν αὐτοῖς φιλανθρωπίαν ταῦτα ποιοῦσι, σαφῶς ὁρῶντες ὅτι „ἡ“ μὲν „γλῶσσα“ τῶν νικωμένων ὑπὸ πόνου ὀμώμοκεν, „ἡ δὲ φρήν“ ἐστιν „ἀνώμοτος“ καὶ ταῦτα δ᾿ εἰς τὸ ἀλλ᾿ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα, ἤτοι φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον. κἂν φεύγῃ δέ τις Χριστιανὸς, οὐ διὰ δειλίαν φεύγει. ἀλλὰ τηρῶν ἐντολὴν τοῦ διδασκάλου καὶ ἑαυτὸν φυλάττων καθαρὸν ἑτέρων ὠφεληθησομένων σωτηρίᾳ.

Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς οὕτως ἔχοντα· τί δεῖ καταλέγειν ὅσα ἐκ χρηστηρίων τοῦτο μὲν προφῆται καὶ προφήτιδες τοῦτο δὲ ἄλλοι κάτοχοι καὶ ἄνδρες καὶ γυναῖκες ἐνθέῳ φωνῇ προεῖπον; ὅσα δὲ ἐξ ἀδύτων αὐτῶν ἠκούσθησαν θαυμάσια; ὅσα δὲ ἐξ ἱερείων καὶ θυμάτων τοῖς χρωμένοις ἐδηλώθη, ὅσα δ᾿ ἐξ ἄλλων τεραστίων συμβόλων; τοῖς δ᾿ ἐναργῆ παρέστη φάσματα. μεστὸς τούτων ὁ πᾶς ἐστι βίος. πόσαι μὲν πόλεις ἐκ χρηστηρίων ὠρθώθησαν καὶ νόσους ἀπέθεντο καὶ λιμοὺς, πόσαι δ᾿ ἀμελήσασαι τούτων ἢ

775
ἐκλαθόμεναι
v.2.p.260
κακῶς ἐφθάρησαν; πόσαι δ᾿ εἰς ἀποικίαν ἐστάλησαν καὶ μετελθοῦσαι τὰ προσταχθέντα εὐδαιμόνησαν; πόσοι δυνάσται πόσοι δ᾿ ἰδιῶται παρὰ τοῦτο ἄμεινον ἢ χεῖρον ἀπήλλαξαν; πόσοι μὲν ἀπαιδίας δυσφοροῦντες ὧν ἐδεήθησαν σχόντες [πόσοι] δαιμόνων μῆνιν διέφυγον; πόσοι σωμάτων πηρώσεις ἰάθησαν; πόσοι δ᾿ αὖ πρὸς τοῖς ἱεροῖς ὑβρίσαντες αὐτίκα ἑάλωσαν, οἱ μὲν ἔκφρονες αὐτοῦ ταύτῃ κρατηθέντες οἱ δὲ καὶ ἐξαγγείλαντες (ἃ) ἔδρασαν οἱ δὲ σφᾶς αὐτοὺς διειργασμένοι οἱ δὲ νόσοις ἀνηκέστοις ἐνδεθέντες; ἤδη δὲ καὶ ἐξ αὐτῶν ἀδύτων φωνὴ βαρεῖα καθεῖλέν τινας. καὶ οὐκ οἶδ᾿ ὅπως ταῦτα ὡς ἐναργῆ ὁ Κέλσος προφέρεται καὶ τὰ παρ᾿ ἡμῖν ἀναγεγραμμένα τεράστια. εἴτ᾿ Ἰουδαϊκὰ εἴτε καὶ περὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ, μύθους εἶναι νενόμικε. τί γὰρ οὐχὶ τὰ μὲν ἡμέτερά ἐστιν ἀληθῆ, ἃ (δὲ) λέγει Κέλσος ἀναπλάσματα μυθικά; οἷς οὐδ᾿ Ἑλλήνων φιλόσοφοι αἱρέσεις πεπιστεύκασιν, ὥσπερ ἡ Δημοκρίτου καὶ ἡ Ἐπικούρου καὶ ἡ Ἀριστοτέλους, τάχα ἂν πεπιστευκυῖαι διὰ τὴν
215
ἐνάργειαν τοῖς ἡμετέροις, εἰ παρατετεύχεισαν Μωϋσεῖ ἤ τινι τῶν τὰ παράδοξα ποιησάντων προφητῶν ἢ καὶ αὐτῷ τῷ Ἰησοῦ.

v.2.p.261

Ἡ μὲν Πυθία ἱστόρηται ὅτι καὶ νοθευθεῖσα ἔχρησέ ποτε· οἱ δὲ παρ᾿ ἡμῖν προφῆται οὐ μόνον ὑπὸ τῶν κατ᾿ αὐτοὺς ἐθαυμάσθησαν διὰ τὴν ἐνάργειαν τῶν λεγομένων ὑπ᾿ αὐτῶν ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς χρόνοις. ἐκ γὰρ ὧν ἔχρησαν οἱ προφῆται καὶ πόλεις ὠρθώθησαν καὶ ἄνθρωποι ὑγιάσθησαν καὶ λιμοὶ ἐπαύσαντο. ἀλλὰ καὶ εἰς ἀποικίαν σαφῶς τὴν ἀπ᾿ Αἰγύπτου εἰς τὴν Παλαιστίνην κατὰ χρησμοὺς ἐλήλυθεν ὅλον τὸ Ἰουδαίων ἔθνος· ὅπερ μετελθὸν μὲν τὰ προσταχθέντα ὑπὸ τοῦ θεοῦ εὐδαιμόνησε σφαλὲν δὲ μετέγνω. τί δὲ δεῖ λέγειν ὅσοι δυνάσται καὶ ὅσοι ἰδιῶται κατὰ τὰς ἱστορίας τῆς γραφῆς ἄμεινον ἢ χεῖρον προσέχοντες ταῖς προφητείαις ἢ ἀμελήσαντες ἀπήλλαξαν;

εἰ δὲ καὶ περὶ ἀπαιδίας δεῖ λέγειν, ἐφ᾿ ᾗ δυσφοροῦντές τινες γεγόνασι πατέρες ἢ μητέρες, τὰς περὶ τούτου εὐχὰς ἀναπέμψαντες τῷ τῶν ὅλων δημιουργῷ, ἀναγνώτω τις τὰ περὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας, ἐξ ὧν γέγονεν Ἰσαὰκ ἤδη γεγηρακότων. ὁ παντὸς τοῦ Ἰουδαίων ἔθνους πατὴρ καὶ ἑτέρων παρὰ τούτους. ἀναγνώτω δὲ καὶ τὰ περὶ Ἰεζεκίου, οὐ μόνον ἀπαλλαγὴν νόσου λαβόντος κατὰ τὰς Ἡσαΐου προφητείας ἀλλὰ καὶ τεθαῤῥηκότως εἰπόντος τό· „ἀπὸ γὰρ τοῦ νῦν παιδία ποιήσω. ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου.“

776
καὶ ἐν τῇ τετάρτῃ δὲ τῶν Βασιλειῶν ἡ ὑποδεξαμένη τὸν Ἐλισσαῖον, χάριτι θεοῦ προφητεύσαντα περὶ γενέσεως παιδὸς, κατὰ τὰς εὐχὰς τοῦ Ἐλισσαίου γέγονε μήτηρ. ἀλλὰ καὶ πηρώσεις ἰάθησαν μυρίαι ὑπὸ τοῦ Ἰησοῦ. καὶ ἄλλοι πρὸς τῷ ἐν Ἱεροσολύμοις ἱερῷ τολμήσαντες ὑβρίσαι τὴν Ἰουδαϊκὴν θρησκείαν πεπόνθασι τὰ ἀναγεγραμμένα ἐν τοῖς Μακκαβαϊκοῖς.

Ἀλλ᾿ ἐροῦσιν Ἕλληνες ταῦτα μύθους. καίτοι γε μαρτυρούμενα ὡς ἀληθῆ ὑπὸ ὅλων δύο ἐθνῶν. τί δὲ οὐχὶ μᾶλλον τὰ

v.2.p.262
Ἑλλήνων μῦθοι η ταῦτα; εἰ δὲ καὶ ὁμόσε τις χωρήσας τῷ λόγῳ. ἵνα μὴ δόξῃ ἀποκληρωτικῶς τὰ μὲν σφέτερα παραδέχεσθαι τοῖς δ᾿ ἀλλοτρίοις ἀπιστεῖν, φήσαι καὶ τὰ Ἑλλήνων ὑπό τινων γεγονέναι δαιμόνων καὶ τὰ Ἰουδαίων ἤτοι ὑπὸ τοῦ θεοῦ διὰ τῶν προφητῶν ἢ ὑπὸ τῶν ἀγγέλων ἢ ὑπὸ τοῦ θεοῦ διὰ τῶν ἀγγέλων, καὶ τὰ Χριστιανῶν δὲ ὑπὸ τοῦ Ἰησοῦ καὶ τῆς ἐν τοῖς ἀποστόλοις δυνάμεως αὐτοῦ· φέρ᾿ ἅπαντα παραθῶμεν ἀλλήλοις καὶ τὸ τέλος ἴδωμεν τοῦ βουλήματος τῶν ἐνεργησάντων καὶ τὴν ἀπὸ τούτου ὠφέλειαν ἢ βλάβην ἢ οὐδέτερα τῶν τὰς νομιζομένας εὐεργεσίας πεπονθότων, εἰ μὴ φιλόσοφον μὲν ὄψεται τὸ πάλαι Ἰουδαίων ἔθνος, πρὶν ἐξυβρίσωσιν εἰς τὸ θεῖον, ὑφ᾿ οὗ διὰ τὴν πολλὴν κακίαν ἐγκατελείφθησαν, παραδόξως δὲ συστάντας Χριστιανοὺς κατὰ τὴν ἀρχὴν μάλιστα ὑπὸ τῶν τεραστίων ἤπερ τῶν προτρεπτικῶν λόγων προσαγομένους τῷ καταλιπεῖν μὲν τὰ πάτρια αἱρεῖσθαι δὲ τὰ τῶν πατρίων ἀλλότρια. καὶ γὰρ, εἰ χρὴ καὶ τῷ εἰκότι χρῆσθαι λόγῳ περὶ τῆς ἀρχῆθεν Χριστιανῶν συστάσεως, φήσομεν ὅτι οὐ πιθανὸν οὔτε τοὺς Ἰησοῦ ἀποστόλους, ἄνδρας ἀγραμμάτους καὶ ἰδιώτας, ἄλλῳ τινὶ τεθαῤῥηκέναι πρὸς τὸ καταγγεῖλαι τοῖς ἀνθρώποις χριστιανισμὸν ἢ τῇ δοθείσῃ αὐτοῖς δυνάμει καὶ τῇ ἐν τῷ λόγῳ εἰς τὰ δηλούμενα πράγματα χάριτι, ἀλλ᾿ οὐδὲ τοὺς ἀκροωμένους αὐτῶν
204
μετατεθεῖσθαι ἐκ πατρίων πολυχρονίων ἐθῶν, μὴ ἀξιολόγου τινὸς δυνάμεως αὐτοὺς καὶ τεραστίων πραγμάτων μετακινησάντων ἐπὶ τὰ οὕτως ξένα καὶ ἀλλότρια τῶν συντρόφων αὐτοῖς δογμάτων.

Εἶτ᾿ οὐκ οἶδ᾿ ὅπως ὁ Κέλσος τὴν προθυμίαν τῶν μέχρι θανάτου ἀγωνιζομένων ὑπὲρ τοῦ μὴ ἐξομόσασθαι χριστιανιασμὸν παρατιθέμενος ἐπιφέρει ὡσπερεὶ ἐξισῶν τὰ ἡμέτερα τοῖς ὑπὸ τῶν τελεστῶν καὶ μυσταγωγῶν λεγομένοις καί φησι· μάλιστα μὲν, ὦ βέλτιστε, ὥσπερ σὺ κολάσεις αἰωνίους νομίζεις, οὕτως καὶ

v.2.p.263
οἱ τῶν ἱερῶν ἐκείνων ἐξηγηταὶ τελεσταί τε καὶ
777
μυσταγωγοί· ἃς σὺ μὲν τοῖς ἄλλοις ἀπειλεῖς, ἐκεῖνοι δὲ σοί. πότερα γὰρ αὐτῶν ἀληθέστερα ἢ ἐπικρατέστερα, ἔξεστι σκοπεῖν. λόγῳ μὲν γὰρ ἐξ ἴσου περὶ τῶν σφετέρων σφίσιν ἑκάτεροι διαβεβαιοῦσθε· τεκμηρίων δὲ εἰ δέοι. πολλὰ ἐκεῖνοι καὶ ἐναργῆ δεικνύουσιν ἔργα τε δαιμονίων τινῶν δυνάμεων καὶ χρηστηρίων καὶ ἐκ παντοδαπῶν μαντείων προκομίζοντες.

οὐκοῦν διὰ τούτων τὰς αἰωνίους κολάσεις ἐπ᾿ ἴσης βούλεται καὶ ἡμᾶς λέγειν καὶ τοὺς τελεστὰς καὶ ἐξετάζειν, ὁπότεροι μᾶλλον ἀληθεύουσιν. εἴποιμι δ᾿ ἂν ἀληθεύειν τοὺς δυνηθέντας διαθεῖναι τοὺς ἀκροατὰς τῶν λεγομένων οὕτως βιοῦντας, ὡς τούτων οὕτως ἐχόντων. διατίθενται Ἰουδαῖοι καὶ Χριστιανοὶ περὶ τοῦ ὑπ᾿ αὐτῶν καλουμένου μέλλοντος αἰῶνος καὶ τῶν ἐν αὐτῷ γερῶν μὲν ἐπὶ τοὺς δικαίους κολάσεων δὲ ἐπὶ τοὺς ἁμαρτωλούς. δεικνύτω οὖν καὶ Κέλσος ἢ ὁ βουλόμενος, τίνες διετέθησαν περὶ αἰωνίων κολάσεων ὑπὸ τῶν τελεστῶν καὶ μυσταγωγῶν. εἰκὸς γάρ ἐστι τὸ βούλημα τοῦ πατρὸς τῶν λεγομένων εἶναι οὐ τὸ ἀφοσιοῦσθαι μόνον καὶ εἰπεῖν περὶ κολάσεων ἀλλὰ τὸ διαθεῖναι τοὺς ἀκούοντας πρὸς τὸ ὅση δύναμις φυλάξασθαι τὰ τῶν κολάσεων αἴτια αὐτοὺς ἐργάσασθαι. ἀλλὰ καὶ αἱ προφητεῖαι τοῖς μὴ παρέργως ἐντυγχάνουσι τῇ ἐν αὐταῖς προγνώσει ἱκαναί μοι εἶναι δοκοῦσι πρὸς τὸ πεῖσαι τὸν συνετῶς ἅμα καὶ εὐγνωμόνως ἀναγινώσκοντα ὅτι θεοῦ πνεῦμα ἦν ἐν τοῖς ἀνδράσιν ἐκείνοις· αἷς οὐδὲν τῶν δεικνυμένων ἔργων δαιμονίων οὐδὲ τῶν ἐκ χρηστηρίων δυνάμεων οὐδὲ τῶν μαντειῶν κἂν ἐπὶ ποσὸν παραβάλλεσθαι δύναται.

Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς οὕτως λεγόμενα ὑπὸ τοῦ Κέλσου πρὸς ἡμᾶς· ἔτι δὲ πῶς οὐκ ἄτοπα ὑμῶν ταῦτα, τὸ μὲν σῶμα ποθεῖν καὶ ἐλπίζειν ὅτι αὐτὸ τοῦτο ἀναστήσεται ὡς οὐδὲν

v.2.p.264
ἡμῖν τούτου κρεῖττον οὐδὲ τιμιώτερον, πάλιν δ᾿ αὐτὸ ῥίπτειν εἰς κολάσεις ὡς ἄτιμον; ἀλλὰ τοῖς μὲν τοῦτο πειθομένοις καὶ τῷ σώματι συντετηκόσιν οὐκ ἄξιον τοῦτο διαλέγεσθαι· οὗτοι γάρ εἰσιν οἱ καὶ τὰ ἄλλα ἄγροικοι καὶ ἀκάθαρτοι καὶ χωρὶς λόγου τῇ στάσει συννοσοῦντες· τοῖς μήν γε τὴν ψυχὴν ἢ τὸν νοῦν (εἴτε πνευματικὸν τοῦτον ἐθέλουσι καλεῖν εἴτε πνεῦμα νοερὸν ἅγιον καὶ μακάριον εἴτε ψυχὴν ζῶσαν εἴτε θείας καὶ ἀσωμάτου φύσεως ἔκγονον ὑπερουράνιόν τε καὶ ἄφθαρτον εἴθ᾿ ὅ τι καὶ ὅ τι χαίρουσιν ὀνομάζοντες), τοῖς τοῦτο ἐλπίζουσιν ἕξειν αἰώνιον σὺν θεῷ, τούτοις διαλέξομαι. τοῦτο μέν γε ὀρθῶς νομίζουσιν, ὡς οἱ
778
μὲν εὖ βιώσαντες εὐδαιμονήσουσιν, οἱ δὲ ἄδικοι πάμπαν αἰωνίοις κακοῖς συνέξονται· καὶ τούτου δὲ τοῦ δόγματος μή
204
θ᾿ οὗτοι μήτ᾿ ἄλλος ἀνθρώπων μηδείς ποτε ἀποστῇ † ἀποτείνοντες.

περὶ ἀναστάσεως δὴ εἰ καὶ αὐτὸς ἤδη πολλάκις ὀνειδίζει, ἀλλ᾿ ἡμεῖς τὸ κατὰ τὸν τόπον ἡμῖν φανὲν εὔλογον, (ὡς) οἷόν τ᾿ ἦν, παραστήσαντες οὐ μέλλομεν πρὸς ἓν ἔγκλημα πολλάκις λεγόμενον πολλάκις ἀπολογεῖσθαι. συκοφαντεῖ δ᾿ ἡμᾶς ὁ Κέλσος ὡς οὐδὲν τοῦ

v.2.p.265
σώματος κρεῖττον οὐδὲ τιμιώτερον ἐν τῇ συστάσει ἡμῶν ἡγουμένους· ψυχὴν γὰρ παντὸς σώματος καὶ μάλιστα τὴν λογικήν φαμεν εἶναι πρᾶγμα τιμιώτερον, εἰ καὶ τὸ „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ ψυχὴ μὲν χωρεῖ οὐδαμῶς δὲ τὸ σῶμα. οὐδὲ γὰρ καθ᾿ ἡμᾶς σῶμα ὁ θεός· ἵνα μὴ περιπέσωμεν οἷς περιπίπτουσιν ἀτόποις οἱ τὰ Ζήνωνος καὶ Χρυσίππου φιλοσοφοῦντες.

Ἐπεὶ δ᾿ ὀνειδίζει ἡμῖν καὶ ὡς ποθοῦσι τὸ σῶμα, ἴστω ὅτι, εἰ μὲν ὁ πόθος φαῦλόν ἐστιν, οὐδὲν ποθοῦμεν, εἰ δὲ μέσον, ποθοῦμεν πάντα ὅσα θεὸς τοῖς δικαίοις ἐπαγγέλλεται. οὕτως οὖν καὶ τὴν τῶν δικαίων ἀνάστασιν ποθοῦμεν καὶ ἐλπίζομεν. νομίζει δὲ Κέλσος καὶ ἀνομολογούμενα ἡμᾶς ἑαυτοῖς ποιεῖν, ὅπου μὲν ἐλπίζουσι τὴν τοῦ σώματος ἀνάστασιν, ὡς τῆς παρὰ θεοῦ τιμῆς ἀξίου. ὅπου δὲ ῥίπτουσιν αὐτὸ εἰς κολάσεις ὡς ἄτιμον. οὐδὲν οὖν ἄτιμον τὸ δι᾿ εὐσέβειαν πάσχον καὶ δι᾿ ἀρετὴν περιστάσεις αἱρούμενον. ἀλλὰ καὶ πᾶν ἄτιμον τὸ μετὰ κακίας ἐν ἡδοναῖς καταναλισκόμενον. φησὶ γοῦν καὶ ὁ θεῖος λόγος· „σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου· σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου.“

εἶτ᾿ οἴεται μὴ διαλέγεσθαι δεῖν τοῖς τὰ περὶ τοῦ σώματος ἐλπίζουσιν ὁ Κέλσος ὡς συντετηκόσιν ἀλόγως πράγματι ἀδυνάτῳ τυχεῖν τῶν ἐλπιζομένων ὑπ᾿ αὐτῶν, ἀγροίκους καὶ ἀκαθάρτους αὐτοὺς καλῶν καὶ χωρὶς λόγου συνόντας τῇ στάσει(??) δέον ὡς φιλάνθρωπον καὶ τοῖς ἀγροικοτέροις βοηθεῖν. οὐδὲ γὰρ τὸ κοινωνικὸν περιγέγραπται ὥσπερ ἀπὸ τῶν ἀλόγων ζῴων οὕτω καὶ ἀπὸ τῶν ἀγροικοτέρων ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἴσης ὁ ποιήσας ἡμᾶς πρὸς πάντας ἀνθρώπους πεποίηκε κοινωνικούς. ἄξιον οὖν διαλέγεσθαι καὶ ἀγροίκοις καὶ ὅση δύναμις μετάγειν αὐτοὺς ἐπὶ τὸ ἀστειότερον καὶ ἀκαθάρτοις καὶ ποιεῖν αὐτοὺς, ὡς οἷόν τε ἐστὶ, καθαρωτέρους καὶ τοῖς χωρὶς λόγου ὅ τι(??)ποτ᾿ οὖν φρονοῦσι καὶ τὴν ψυχὴν νοσοῦσιν, ἵνα μηκέτι χωρὶς λόγου τι πράττωσι μηδὲ τὴν ψυχὴν νοσήσωσι.

v.2.p.266

Μετὰ δὲ ταῦτα ἀποδέχεται τοὺς τὴν ψυχὴν (??) τὸν νοῦν ἢ τὸ καλούμενον παρ᾿ αὐτοῖς πνευματικὸν

779
ἢ λογικὸν πνεῦμα νοερὸν ἄγιον καὶ μακάριον ἢ ψυχὴν ζῶσαν ἐλπίζοντας ἕξειν αἰώνιον, καὶ σὺν θεῷ αὐτὸ ἔσεσθαι, προσίεται δὲ ὀρθῶς νομιζόμενον καὶ τὸ μὲν περὶ τῶν εὖ βιωσάντων ὡς εὐδαιμονησόντων δόγμα περὶ δὲ τῶν ἀδίκων ὡς πάμπαν αἰωνίοις κακοῖς συσχεθησομένων. καὶ τεθαύμακά γε τοῦ Κέλσου παρὰ πάντα τὰ λεγόμενα παρ᾿ αὐτῷ τὸ οὕτως ἐπιφερόμενον τοῖς προειρημένοις, ἐν ᾧ φησι· καὶ τούτου δὲ τοῦ δόγματος μήθ᾿ οὗτοι μήτ᾿ ἄλλος ἀνθρώπων μηδείς ποτε ἀποστῇ. καὶ ἐχρῆν γε αὐτὸν ὁρᾶν κατὰ Χριστιανῶν γράφοντα, οἷς ἡ πᾶσα ὑπόθεσίς ἐστι τῆς πίστεως ὁ θεὸς καὶ αἱ διὰ τοῦ Χριστοῦ περὶ τῶν δικαίων ἐπαγγελίαι καὶ περὶ τῶν ἀδίκων αἱ περὶ κολάσεως διδασκαλίαι, ὅτι τὸν ἀνατραπέντα
205
Χριστιανὸν ἐκ τοῦ παραδέξασθαι τοὺς κατὰ Χριστιανῶν τοῦ Κέλσου λόγους εἰκός ἐστιν ἀποβαλόντα τὸν λόγον συναποβαλεῖν καὶ τὸ δόγμα, (οὗ), φησὶ. μήτε Χριστιανοὶ ἀποσταῖεν μήτε μηδεὶς ἄλλος ἀνθρώπων.

ἀλλὰ φιλανθρωπότερον οἶμαι Κέλσου Χρύσιππον πεποιηκέναι ἐν τῷ περὶ παθῶν θεραπευτικῷ, βουλόμενον θεραπεῦσαι τὰ πάθη ὡς κατεπείγοντα καὶ ἐνοχλοῦντα τὴν ἀνθρωπίνην ψυχὴν προηγουμένως μὲν τοῖς δοκοῦσιν αὐτῷ ὑγιέσι λόγοις δευτέρως δὲ καὶ τρίτως κἂν τοῖς μὴ ἀρέσκουσι τῶν δογμάτων· „κἂν γὰρ τρία,“ φησὶν, „ᾖ γένη τῶν ἀγαθῶν, καὶ οὕτω θεραπευτέον τὰ πάθη, οὐ περιεργαζόμενον ἐν τῷ καιρῷ τῆς φλεγμονῆς τῶν παθῶν τὸ προκαταλαβὸν δόγμα τὸν ὑπὸ τοῦ πάθους ἐνοχλούμενον, μή πως τῇ ἀκαίρῳ περὶ τὴν ἀνατροπὴν τῶν προκαταλαβόντων τὴν ψυχὴν δογμάτων σχολῇ ἡ ἐγχωροῦσα θεραπεία παραπόληται.“ φησὶ δὲ ὅτι, „κἂν ἡδονὴ ᾖ τὸ ἀγαθὸν, καὶ τοῦτο φρονῇ ὁ ὑπὸ τοῦ πάθους κρατούμενος, οὐδὲν ἧττον αὐτῷ βοηθητέον καὶ παραδεικτέον ὅτι καὶ τοῖς ἡδονὴν τἀγαθὸν καὶ τέλος τιθεμένοις ἀνομολογούμενόν ἐστι πᾶν πάθος.“

ἐχρῆν τοίνυν καὶ τὸν Κέλσον, ἅπαξ παραδέξασθαι λέγοντα τὰ περὶ τῶν εὖ βιωσάντων δόγματα ὡς εὐδαιμονησόντων καὶ περὶ τῶν ἀδίκων ὡς πάμπαν αἰωνίοις κακοῖς συσχεθησομένων, ἀκολούθως ἑαυτῷ ποιεῖν καὶ, εἰ οἷόν τ᾿ ἦν, μετὰ τὸν φαινόμενον

v.2.p.267
αὐτῷ προηγούμενον λόγον ἐπικατασκευάσαι καὶ διὰ πλειόνων ἀποδεῖξαι ὅτι ἀληθῶς οἱ ἄδικοι πάμπαν αἰωνίοις κακοῖς συσχεθήσονται καὶ οἱ εὖ βιώσαντες εὐδαιμονήσουσι.

Καὶ γὰρ ἡμεῖς προηγουμένως μὲν διὰ τὰ πείσαντα ἡμᾶς πολλὰ καὶ μυρία κατὰ χριστιανισμὸν βιοῦν πάντας ἀνθρώπους ὅση δύναμις ὅλοις τοῖς Χριστιανῶν λόγοις οἰκειοῦν βουλόμεθα· ὅπου δὲ προκαταλαμβανομένους εὑρίσκομεν τῇ πρὸς

780
Χριστιανοὺς διαβολῇ, ὡς μηδὲ παρέχειν τὰ ὦτα φαντασίᾳ τοῦ μηδὲ εὐσεβεῖς εἶναι Χριστιανοὺς τοῖς τὰ τοῦ θείου λόγου διδάσκειν ἐπαγγελλομένοις τινὰς, ἐκεῖ κατὰ τὸ φιλάνθρωπον ὅση δύναμις ἱστάμεθα, ἵνα κἂν τὰ περὶ αἰωνίου κολάσεως ἐπὶ τοὺς ἀσεβοῦντας δόγματα κατασκευάσαντες παραδέξασθαι ποιήσωμεν τὸν λόγον καὶ τοὺς μὴ θέλοντας χριστιανίζειν. οὕτω δὲ καὶ περὶ τῶν εὖ βιωσάντων πεῖσμα ἐμποιεῖν θέλομεν, ὁρῶντες ὅτι πολλὰ τῶν κατὰ τὸν ὑγιῆ βίον καὶ οἱ τῆς πίστεως ἀλλότριοι ὁμοίως ἡμῖν λέγουσιν· οὐδὲ γὰρ τὰς κοινὰς ἐννοίας περὶ καλῶν καὶ αἰσχρῶν καὶ δικαίων (καὶ ἀδίκων) εὕροι τις ἂν πάντως ἀπολωλεκότα.

πάντες οὖν ἄνθρωποι, ὁρῶντες τὸν κόσμον καὶ τὴν ἐν αὐτῷ τεταγμένην οὐρανοῦ καὶ τῶν ἐν τῇ ἀπλανεῖ κίνησιν τῶν τε φερομένων ἐναντίως τῇ τοῦ κόσμου κινήσει λεγομένων πλανήτων τάξιν, ὁρῶντες δὲ καὶ τὴν τῶν ἀέρων καὶ πρὸς τὸ χρήσιμον ζῴοις καὶ μάλιστα ἀνθρώποις κρᾶσιν καὶ τὴν ἀφθονίαν τῶν δι᾿ ἀνθρώπους δεδημιουργημένων.

205
εὐλαβείσθωσαν δυσάρεστόν τι ποιῆσαι τῷ δημιουργῷ τοῦ παντὸς καὶ τῶν ψυχῶν αὐτῶν καὶ τοῦ ἐν αὐταῖς νοῦ αὐτῶν, καὶ πεπείσθωσαν κολασθήσεσθαι μὲν ἐπὶ τοῖς ἁμαρτανομένοις ἀχθήσεσθαι δὲ ἀνάλογον τοῖς κατορθωθεῖσιν ἢ τοῖς καθηκόντως ἀποδοθεῖσιν ὑπὸ τοῦ κατ᾿ ἀξίαν ἕκαστον οἰκονομοῦντος ἐπὶ τὰ
v.2.p.268
ἀνάλογον τοῖς κατορθωθεῖσιν ἢ καθηκόντως ἀποδοθεῖσιν ἔργοις (γέρα)· καὶ πεπείσθωσαν πάντες ἄνθρωποι εὖ μὲν ἐπὶ τοῖς βελτίοσιν ἀπαλλάξοντες κακοὶ δὲ κακῶς πόνοις καὶ βασάνοις παραδοθησόμενοι ἐπὶ τοῖς ἀδικήμασι καὶ ταῖς ἀσελγείαις καὶ ἀκολασίαις ἔτι δὲ ἐπὶ τῇ (ἀν)ανδρίᾳ καὶ δειλίᾳ καὶ ἐπὶ πάσῃ τῇ ἀφροσύνῃ.

Τοσαῦτα δὲ καὶ εἰς τοῦτον εἰπόντες τὸν τόπον ἴδωμεν τοῦ Κέλσου καὶ ἄλλην λέξιν, οὕτως ἔχουσαν· ἐπειδὴ δὲ σώματι συνδεθέντες ἄνθρωποι γεγόνασιν, εἴτ᾿ οἰκονομίας τῶν ὅλων ἕνεκεν εἴτε ποινὰς ἁμαρτίας ἀποτίνοντες, εἴθ᾿ ὑπὸ (πα)θημάτων τινῶν τῆς ψυχῆς βαρυνθείσης, μέχρι ἂν ταῖς τεταγμέναις περιόδοις ἐκκαθαρθῇ· δεῖ γὰρ κατὰ τὸν Ἐμπεδοκλέα τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι, γινομένην παντοίαν διὰ χρόνου ἰδέαν θνητῶν· πειστέον οὖν ὅτι παραδέδονταί τισιν ἐπιμεληταῖς τοῦδε τοῦ δεσμωτηρίου.

ὅρα δὴ καὶ ἐν τούτοις περὶ πόσων ἀνθρωπίνως ἀμφιβάλλων καὶ παραθέμενος πλειόνων δόγματα περὶ τῆς αἰτίας τῆς γενέσεως ἡμῶν ἐμφαίνει τινὰ εὐλάβειαν, μὴ τολμῶν ἀποφήνασθαί τι τούτων ψεῦδος εἶναι. ἆρ᾿ οὖν οὐκ ἦν κατὰ τὸν τοιοῦτον, καὶ ἅπαξ κρίναντα μήτε ὡς ἔτυχε συγκαταθέσθαι μήτε τολμηρῶς

781
ἀθετῆσαι τὰ
v.2.p.269
δόξαντα τοῖς ἀρχαίοις. καὶ περὶ τοῦ Ἰουδαίων λόγου δηλουμένου παρὰ τοῖς ἐκείνων προφήταις καὶ περὶ τοῦ Ἰησοῦ, εἰ μὴ ἐβούλετο πιστεῦσαι, κἂν ἀμφιβάλλειν καὶ σκοπῆσαι ὅτι εἰκὸς ἦν καὶ τοὺς θεραπεύσαντας τὸν τῶν ὅλων θεὸν καὶ ἕνεκεν τῆς εἰς τοῦτον τιμῆς καὶ εἰς τὰ πεπιστευμένα ὑπ᾿ αὐτοῦ νενομοθετῆσθαι πολλάκις μυρίους κινδύνους καὶ θανάτους ἀναδεξαμένους μὴ ὑπερεωρᾶσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοῖς τινα ἐπιφάνειαν γεγονέναι, τὰ μὲν τῆς ἀνθρωπίνης περὶ τὰ ἀγάλματα τέχνης ὑπερηφανήσασιν ἀναβαίνειν δὲ πειραθεῖσι τῷ λογισμῷ ἐπ᾿ αὐτὸν τὸν ἐπὶ πᾶσι θεόν; ἐχρῆν δ᾿ αὐτὸν σκοπῆσαι ὅτι πάντ᾿ ἐφορῶν καὶ πάντ᾿ ἐπακούων ὁ κοινὸς πάντων πατὴρ καὶ δημιουργὸς τὴν ἑκάστου προαίρεσιν, ζητοῦσαν αὐτὸν καὶ εὐσεβεῖν βουλομένην, κατ᾿ ἀξίαν κρίνων καὶ τούτοις τινὰ ἀπονέμει καρπὸν τῆς προστασίας αὐτοῦ, ἵνα μᾶλλον αὔξωσιν ἣν ἅπαξ παρειλήφασι περὶ αὐτοῦ ἔννοιαν. ταῦτα γὰρ εἰ ἐλογίσατο Κέλσος καὶ οἱ μισοῦντες Μωϋσέα καὶ τοὺς ἐν Ἰουδαίοις προφήτας καὶ Ἰησοῦν καὶ τοὺς καμόντας διὰ τὸν λόγον αὐτοῦ γνησίους μαθητὰς αὐτοῦ. οὐκ ἂν οὕτως διελοιδορήσαντο
206
Μωϋσεῖ καὶ τοῖς προφήταις καὶ Ἰησοῦ καὶ τοῖς ἀποστόλοις αὐτοῦ· οὐδὲ μόνους παρὰ πάντα τὰ ἐπὶ γῆς ἔθνη Ἰουδαίους ἀπεδοκίμαζον, λέγοντες αὐτοὺς εἶναι καὶ Αἰγυπτίων χείρονας, τῶν μέχρι ἀλόγων ζῴων εἴτε κατὰ δεισιδαιμονίαν εἴτε κατὰ οἱανδήποτ᾿ αἰτίαν ἢ πλάνην καταγαγόντων τὸ ὅσον ἐπ᾿ αὐτοῖς τὴν πρὸς τὸ θεῖον τιμήν.

ταῦτα δ᾿ εἰρήκαμεν οὐκ ἐπὶ τὸ ἀμφιβάλλειν προτρεπόμενοί τινας περὶ τοῦ κατὰ χριστιανισμὸν λόγου ἀλλὰ παριστάντες ὅτι τοῖς πάντῃ διαλοιδορουμένοις τῷ Χριστιανῶν λόγῳ αἱρετώτερόν ἐστι κἂν ἀμφιβάλλειν περὶ αὐτῶν καὶ μὴ οὕτω θρασέως λέγειν περὶ τοῦ Ἰησοῦ ἢ τῶν μαθητῶν αὐτοῦ, ἃ μὴ ἐπίστανται καὶ ἀποφαίνονται οὐ μετὰ τῆς καλουμένης παρὰ τοῖς ἀπὸ τῆς Στοᾶς „καταληπτικῆς φαντασίας“ οὐδ᾿ ἀπ᾿ ἄλλου τινὸς κριτηρίου, περὶ οὗ ἑκάστη τῶν φιλοσόφων αἵρεσις τὸ φαινόμενον, ὡς ἔδοξε, κατεσκεύασεν.

v.2.p.270

Εἶτ᾿ ἐπεί φησιν ὁ Κέλσος· πειστέον οὖν ὅτι παραδίδονταί τισιν ἐπιμεληταῖς τοῦδε τοῦ δεσμωτηρίου, λεκτέον πρὸς αὐτὸν ὅτι σπουδαία ψυχὴ καὶ λυθεῖσα ἀπὸ τῶν τῆς κακίας δεσμῶν καὶ ἐν τῷ βίῳ τῶν, ὡς ὠνόμασεν ὁ Ἱερεμίας, δεσμίων „γῆς“ διὰ τὸν εἰπόντα Ἰησοῦν, ὡς πρὸ πολλοῦ χρόνου τῆς ἐπιδημίας αὐτοῦ προεῖπεν ὁ προφήτης Ἡσαΐας·

782
τί δὲ προειπόντα ἢ „τοῖς δεσμίοις ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότῳ ἀνακαλυφθῆναι“; καὶ οὗτός γε ὁ Ἰησοῦς. ὡς ὁ αὐτὸς Ἡσαΐας περὶ αὐτοῦ προεῖπε, „καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου ἀνέτειλε φῶς,“ ὡς διὰ τοῦθ᾿ ἡμᾶς λέγειν· „διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.“

εἰ δ᾿ ἐδύνατο ἀκοῦσαι τῆς βαθύτητος τῶν εὐαγγελίων ὁ Κέλσος καὶ οἱ παραπλησίως ἐκείνῳ καθ᾿ ἡμῶν διακείμενοι, οὐκ ἂν ἡμῖν συνεβούλευσεν οἷς ὠνόμασεν ἐπιμεληταῖς τοῦ δεσμωτηρίου πείθεσθαι. γέγραπται δὲ ἐν τῷ εὐαγγελίῳ ὅτι „γυνή“ τις „ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελὲς.“ ἥντινα ὁ Ἰησοῦς ἰδὼν καὶ ὁρῶν παρὰ τίνα αἰτίαν συγκύπτει, οὐκ ἐπιτρεπομένη ἀνακύπτειν „εἰς τὸ παντελὲς,“ εἶπε· „ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἐκ τοῦ δεσμοῦ τούτου ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου;“ πόσοι δὲ καὶ ἄλλοι νῦν δεδεμένοι ὑπὸ τοῦ σατανᾶ συγκύπτουσιν, οὐ δυνάμενοι δι᾿ ἐκεῖνον „ἀνακύψαι εἰς τὸ παντελὲς,“ θέλοντα ἡμᾶς κάτω βλέπειν; καὶ οὐδείς γε αὐτοὺς ἀνορθοῖ εἰ μὴ ὁ ἐν τῷ Ἰησοῦ ἐπιδημήσας λόγος, καὶ πρότερον δὲ θεοφορήσας. καὶ ἦλθέ γε ὁ Ἰησοῦς ἐλευθερῶσαι „πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.“ καὶ περὶ ἐκείνου εἰπὼν μετά τινος πρεπούσης αὐτῷ βαθύτητος τό· „νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.“

206
οὐ λοιδορούμεθα οὖν τοῖς τῇδε δαί μοσιν ἀλλ᾿ ἐλέγχομεν τὰς ἐπ᾿ ὀλέθρῳ τοῦ γένους τῶν ἀνθρώπων ἐνεργείας αὐτῶν, προφάσει
v.2.p.271
χρησμῶν καὶ θεραπείας σωμάτων καὶ ἄλλων τινῶν χωρίσαι τοῦ θεοῦ βουλομένων τὴν ἐμπεσοῦσαν ψυχὴν εἰς „τὸ σῶμα τῆς ταπεινώσεως“· ἥντινα οἱ νοήσαντες ἀναφθέγγονται τό· „ταλαίπωρος ἐγὼ ἄνθρωπος. τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;“ ἀλλ᾿ οὐδ᾿ εἰκῇ παρέχομεν τὸ σῶμα στρεβλοῦν καὶ ἀποτυμπανίζειν· οὐ γὰρ εἰκῇ παρέχει τούτοις τὸ σῶμα (ὁ) ὑπὲρ τοῦ μὴ τοὺς περιγείους δαίμονας ἀναγορεύεσθαι θεοὺς ἐπιβουλευόμενος ὑπ᾿ αὐτῶν καὶ τῶν σεβόντων αὐτούς. καὶ θεοφιλές γε τὸ διὰ τὴν ἀρετὴν ἀποτυμπανίζεσθαι καὶ δι᾿ εὐσέβειαν στρεβλοῦσθαι καὶ δι᾿ ὁσιότητα ἀποθνῄσκειν εὐλόγως εἶναι νενομίκαμεν. „τίμιος“ γὰρ „ἐνώπιον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ“· ἀγαθὸν δ᾿ εἶναί φαμεν καὶ τὸ μὴ φιλοζωεῖν. κακούργοις δὲ, εὐλόγως ὑπομένουσιν ἃ διὰ λῃστείαν πάσχουσιν, ἐξομοιῶν ἡμᾶς ὁ Κέλσος καὶ μὴ αἰδούμενος τὴν τηλικαύτην πρόθεσιν παραπλησίαν ἀποφαίνει τῇ τῶν
783
λῃστῶν διαθέσει, ἀδελφὸν ἑαυτὸν ἐν τούτοις ποιῶν τῶν „μετὰ ἀνόμων“ λογισαμένων τὸν Ἰησοῦν. ἐφ᾿ οἷς πεπλήρωται ἡ λέγουσα γραφὴ τό· „μετὰ ἀνόμων ἐλογίσθη.“

Ἑξῆς δὲ τούτοις φησὶν ὁ Κέλσος· δυοῖν θάτερον αἱρεῖ λόγος. εἰ μὲν ἀπαξιοῦσι θεραπεύειν τὰ εἰκότα τούτων δὲ ἐπιστάτας, μήτ᾿ εἰς ἀνδρὸς ἰέναι μήτ᾿ ἄγεσθαι γυναῖκα μήτ᾿ ἀναιρεῖσθαι τέκνα μήτ᾿ ἄλλο πράττειν μηδὲν ἐν τῷ βίῳ. χωρεῖν δ᾿ ἔνθεν πασσυδὶ μηδὲν σπέρμα ἐλλειπομένους. ὡς αν ἐρημωθείη πάμπαν ἐπὶ γῆς τὸ τοιοῦτον γένος· εἰ δὲ καὶ γυναῖκας ἄξονται καὶ παῖδας ποιήσονται καὶ καρπῶν γεύσονται καὶ τῶν ἐν τῷ βίῳ μεθέξουσι καὶ κακῶν τῶν ἐπιτεταγμένων ἀνέξονται (φύσις μὲν γὰρ αὕτη πάντας ἀνθρώπους πειρᾶσθαι κακῶν· εἶναι μὲν γὰρ ἀνάγκη κακὰ,

v.2.p.272
χώραν δ᾿ ἄλλην οὐκ ἔχει), ἀποδοτέον δὴ τὰς προσηκούσας τοῖς ταῦτ᾿ ἐπιτετραμμένοις τιμὰς καὶ τῷ βίῳ λειτουργητέον τὰ πρέποντα. μέχρι ἂν τῶν δεσμῶν ἀπολυθῶσι, μὴ καὶ ἀχάριστοι πρὸς τούσδε εἶναι δοκῶσι. καὶ γὰρ ἄδικον μετέχοντας ὧν οἵδε ἔχουσι μηδὲν αὐτοῖς συντελεῖν.

φαμὲν δὲ καὶ πρὸς ταῦτα ὅτι εὔλογος ἐξαγωγὴ οὐδεμία ἡμῖν εἶναι δοκεῖ εἰ μὴ ἡ δι᾿ εὐσέβειαν καὶ ἀρετὴν μόνη. ἐπὰν ὑπὸ τῶν δικάζειν νομιζομένων ἢ ἐξουσίαν τοῦ ζῆν ἡμῶν ἔχειν δοκούντων τὸ ἕτερον προτείνηται, ἢ τὸ ζῆν μετὰ τοῦ παρὰ τὰ διατεταγμένα ὑπὸ τοῦ Ἰησοῦ πράττειν ἢ τὸ ἀποθνῄσκειν μετὰ τοῦ πείθεσθαι

207
τοῖς λόγοις αὐτοῦ. ἀλλὰ καὶ ἄγεσθαι γυναῖκα ἐπέτρεψεν ἡμῖν ὁ θεὸς, ὡς οὐ πάντων χωρούντων τὸ διαφέρον τουτέστι τὸ πάντῃ καθαρὸν, καὶ ἀγομένοις γυναῖκας τὰ γεννώμενα πάντως τρέφειν καὶ μὴ ἀναιρεῖν τὰ ὑπὸ τῆς προνοίας διδόμενα τέκνα. καὶ οὐ μάχεται ταῦτα τῷ μὴ πείθεσθαι ἡμᾶς τοῖς νεμομένοις τὴν γῆν δαιμονίοις· ὁπλισάμενοι γὰρ τῇ πανοπλίᾳ τοῦ θεοῦ ἱστάμεθα ὡς ἀθληταὶ εὐσεβείας πρὸς τὸ τῶν ἐπιβουλευόντων ἡμῖν δαιμόνων γένος.

Κἂν τῷ ἑαυτοῦ οὖν λόγῳ πασσυδὶ ἡμᾶς ἀποπέμπῃ τοῦ βίου ὁ Κέλσος, ἵν᾿, ὡς νομίζει, ἐρημωθῇ πάμπαν ἐπὶ γῆς τὸ τοιοῦτον ἡμῶν γένος, ἀλλ᾿ ἡμεῖς ἐν τοῖς τοῦ κτίσαντος ἡμᾶς κατὰ τοὺς τοῦ θεοῦ βιώσομεν νόμους, οὐδαμῶς δουλεύειν θέλοντες τοῖς τῆς ἁμαρτίας νόμοις. καὶ γυναῖκας. ἐὰν βουλώμεθα, ἀξόμεθα καὶ παῖδας διδομένους ἡμῖν ἐν τοῖς γάμοις ἡμῶν ληψόμεθα. ἐὰν δὲ δέῃ, καὶ τῶν ἐν τῷ βίῳ μεθέξομεν, ἀνεχόμενοι τῶν ἐπιτεταγμένων κακῶν· ὡς πειρασμῶν τῆς ψυχῆς. οὕτως γὰρ ἔθος τοῖς θείοις ὀνομάζειν λόγοις τὰ συμβαίνοντα ἐν ἀνθρώποις· ἐν οἷς ὡς χρυσὸς ἐν πυρὶ ἡ τοῦ ἀνθρώπου βασανιζομένη ψυχὴ ἤτοι ἐλέγχεται ἢ θαυμαστὴ εἶναι ἀναφαίνεται. καὶ οὕτως γε πρὸς ἃ

784
λέγει κακὰ Κέλσος παρεσκευάσμεθα, ὥστε καὶ λέγειν ἡμᾶς· „δοκίμασόν
v.2.p.273
με. κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.“ καὶ γὰρ οὐδεὶς „στεφανοῦται, ἐὰν μὴ νομίμως“ ἐνταῦθα καὶ ἐπὶ γῆς μετὰ σώματος τοῦ „τῆς ταπεινώσεως“ „ἀθλήσῃ.“

πρὸς δὲ τούτοις οὐδὲ ἀποδίδομεν τὰς νομιζομένας προσήκειν τιμὰς οἷς λέγει Κέλσος τὰ τῇδε ἐπιτετράφθαι. „κύριον“ γὰρ „τὸν θεὸν“ ἡμῶν προσκυνοῦμεν „καὶ αὐτῷ μόνῳ“ λατρεύομεν, εὐχόμενοι μιμηταὶ Χριστοῦ γίνεσθαι. ὃς τῷ εἰπόντι αὐτῷ διαβόλῳ· „ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι“ εἶπε τό· „κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.“ καὶ διὸ τοῦτό γε τὰς νομιζομένας προσήκειν τιμὰς οἷς φησι Κέλσος τὰ τῇδε ἐπιτετράφθαι οὐκ ἀποδίδομεν, ἐπεὶ „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν“ καὶ οὐ δυνάμεθα ἅμα „θεῷ δουλεύειν καὶ μαμωνᾷ,“ εἴθ᾿ ὅ τι ποτὲ ἓν ἢ πλείονα καλουμένῳ. ἀλλὰ καὶ εἰ „διὰ τῆς παραβάσεως τοῦ νόμου“ ἀτιμάζει τις τὸν νομοθετοῦντα, σαφὲς ἡμῖν φαίνεται ὅτι δύο νόμων ἐναντιότητα πρὸς ἀλλήλους ἐχόντων. τοῦ νόμου τοῦ θεοῦ καὶ τοῦ νόμου τοῦ μαμωνᾶ. αἱρετώτερον ἡμᾶς „διὰ τῆς παραβάσεως τοῦ νόμου“ τοῦ μαμωνᾶ τὸν μαμωνᾶν ἀτιμάζειν, ἵνα διὰ τῆς τηρήσεως τοῦ νόμου τοῦ θεοῦ τὸν θεὸν τιμήσωμεν, ἢ „διὰ τῆς παραβάσεως τοῦ νόμου“ τοῦ θεοῦ τὸν θεὸν ἀτιμάζειν, ἵνα τηρήσει τοῦ νόμου τοῦ μαμωνᾶ τὸν μαμωνᾶν τιμήσωμεν.

Κέλσος

207
μὲν οὖν οἴεται τῷ βίῳ λειτουργεῖν τὰ πρέποντα. μέχρι ἂν τῶν δεσμῶν ἀπολυθῶσιν ἄνθρωποι, ἐπὰν κατὰ τὰ νενομισμένα τοῖς πολλοῖς τὰς θυσίας τις ἀποδιδῷ ἑκάστῳ τῶν κατὰ πόλιν νομιζομένων θεῶν, οὐ νοήσας τὸ ἀληθῶς πρέπον ὑπὸ τῆς ἀκριβοῦς εὐσεβείας ὑπολαμβανόμενον· ἡμεῖς δέ φαμεν τῷ βίῳ λειτουργεῖν μετὰ τῶν πρεπόντων τὸν μεμνημένον, τίς τε ὁ δημιουργήσας καὶ τίνα τὰ ἐκείνῳ φίλα, καὶ πάντα πράττοντα πρὸς τὸ φίλον τῷ θεῷ.

καὶ πάλιν Κέλσος μὲν οὐ θέλει ἡμᾶς ἀχαρίστους εἶναι πρὸς τοὺς τῇδε δαίμονας, οἰόμενος ἡμᾶς ὀφείλειν αὐτοῖς χαριστήρια· καὶ ἡμεῖς δὲ τρανοῦντες τὸν περὶ εὐχαριστίας λόγον φαμὲν πρὸς

v.2.p.274
τοὺς μηδὲν εὐεργετοῦντας ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ἱσταμένους μηδὲν ἀχάριστον ἡμᾶς ποιεῖν, ὅταν αὐτοῖς μὴ θύωμεν ἀλλὰ μηδὲ θεραπεύωμεν αὐτούς. ἀλλὰ τὸ ἀχάριστοι εἶναι πρὸς τὸν θεὸν περιϊστάμεθα, οὗ τῶν εὐεργεσιῶν πλήρεις ἐσμὲν, καὶ δημιουργήματα ὄντες αὐτοῦ καὶ προνοούμενοι ὑπ᾿ αὐτοῦ κριθέντες ὅπως ποτὲ εἶναι καὶ ἔξω τοῦ βίου τὰς παρ᾿ αὐτοῦ ἐλπίδας ἐκδεχόμενοι. ἔστι δὲ καὶ σύμβολον ἡμῖν τῆς πρὸς θεὸν εὐχαριστίας ἄρτος „εὐχαριστία“ καλούμενος.

ἀλλ᾿ οὐδὲ δαίμονες ἔχουσιν, ὡς καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὴν οἰκονομίαν

785
τῶν πρὸς τὰς ἡμετέρας χρείας δεδημιουργημένων· διὸ οὐδ᾿ ἄδικόν τι πράττομεν μετέχοντες τῶν δημιουργημάτων καὶ τοῖς μὴ προσήκουσιν αὐτοῖς μὴ θύοντες. κἂν ἴδωμεν δὲ μὴ δαίμονάς τινας ἀγγέλους δὲ τεταγμένους ἐπὶ τῶν τῆς γῆς καρπῶν καὶ ἐπὶ τῆς τῶν ζῴων γενέσεως, εὐφημοῦμεν αὐτοὺς καὶ μακαρίζομεν, ἐγχειρισθέντας ὑπὸ τοῦ θεοῦ τὰ χρήσιμα τῷ γένει ἡμῶν· οὐ μὴν τὴν ὀφειλομένην πρὸς θεὸν τιμὴν τούτοις ἀπονέμομεν, οὔτε γὰρ ὁ θεὸς τοῦτο βούλεται οὔτ᾿ αὐτοὶ οἱ τὰ τοιάδε ἐγκεχειρισμένοι. καὶ ἀποδέχονταί γε ἡμᾶς φυλασσομένους αὐτοῖς θύειν ἢ θύοντας· οὐδὲ γὰρ χρῄζουσιν ἐκεῖνοι τῶν ἀπὸ γῆς ἀναθυμιωμένων.

Μετὰ ταῦτά φησιν ὁ Κέλσος τοιαῦτα· ὅτι μὴν ἐν τοῖσδε μέχρι τῶν ἐλαχίστων ἔστιν ὅτῳ δέδοται ἐξουσία. μάθοι τις ἂν ἐξ ὧν Αἰγύπτιοι λέγουσιν. ὅτι ἄρα τοῦ ἀνθρώπου τὸ σῶμα ἓξ καὶ τριάκοντα διειληφότες δαίμονες ἢ θεοί τινες αἰθέριοι εἰς τοσαῦτα μέρη νενεμημένον (οἱ δὲ καὶ πολὺ πλείους λέγουσιν) ἄλλος ἄλλο τι αὐτοῦ νέμειν ἐπιτέτακται. καὶ τῶν δαιμόνων ἴσασι τὰ ὀνόματα ἐπιχωρίῳ φωνῇ, ὥσπερ Χνουμὴν καὶ Χναχουμὴν καὶ Κνὰτ καὶ Σικὰτ καὶ Βιοὺ καὶ Ἐροὺ καὶ Ἐρεβίου καὶ Ῥαμανὸρ καὶ Ῥειανοὸρ ὅσα τε ἄλλα τῇ ἑαυτῶν γλώσσῃ ὀνομάζουσι· καὶ δὴ ἐπικα

208
λοῦντες αὐτοὺς ἰῶνται τῶν μερῶν τὰ παθήματα.
v.2.p.275
τί ουν κωλύει τούτους τε καὶ τοὺς ἄλλους δεξιούμενον, ἂν χρῄζῃ τις, ὑγιαίνειν μᾶλλον ἢ νοσεῖν καὶ εὐτυχεῖν μᾶλλον ἢ δυστυχεῖν καὶ βασανιστηρίων καὶ κολαστηρίων ὡς οἷόν τε ἀπηλλάχθαι;

καὶ διὰ τούτων δὴ κατάγειν ἡμῶν πειρώμενος τὴν ψυχὴν ὁ Κέλσος ἐπὶ τοὺς δαίμονας, ὡς λαχόντας ἡμῶν τὰ σώματα, καὶ ἕνα ἕκαστον ἐπιστατεῖν ἀποφαινόμενος μέρους τοῦ σώματος ἡμῶν θέλει ἡμᾶς πιστεύειν μὲν οἷς λέγει δαιμονίοις καὶ θεραπεύειν αὐτὰ, ἵνα ὑγιαίνωμεν μᾶλλον ἢ νοσῶμεν καὶ εὐτυχῶμεν μᾶλλον ἢ δυστυχῶμεν καὶ ὅση δύναμις βασανιστηρίων, ὡς οἷόν τε ἐστὶν, ἀπαλλαγῶμεν, τοσοῦτον δ᾿ ἄρα κατέγνωκε τῆς εἰς τὸν θεὸν τῶν ολων ἀσχίστου καὶ ἀδιαιρέτου τιμῆς, ὡς μὴ αὐτάρκη πιστεύων τὸν θεὸν μόνον προσκυνούμενον καὶ

786
μεγαλοφώνως τιμώμενον παρέχειν τῷ τιμῶντι ἀπ᾿ αὐτοῦ τοῦ σέβειν αὐτὸν δύναμιν κωλυτικὴν τῆς τῶν δαιμόνων κατὰ τοῦ ὁσίου ἐπιβουλῆς· οὐ γὰρ ἑώρακε. τίνα τρόπον τὸ ἐν ὀνόματι τοῦ Ἰησοῦ ὑπὸ τῶν γνησίως πιστευόντων καλούμενον οὐκ ὀλίγους ἀπὸ νόσων καὶ δαιμονισμῶν καὶ ἄλλων περιστάσεων ἰάσατο.

Εἰκὸς δ᾿ ὅτι γελάσεται μὲν ὁ τὰ Κέλσου ἀσπαζόμενος, λεγόντων ἡμῶν ὅτι „ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ὑπάγεται τῷ ἐξομολογεῖσθαι ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός“· γελάσας δὲ ἐνεργεστέρας ἀποδείξεις λήψεται ταῦθ᾿ οὕτως ἔχειν ἢ περὶ ἇν ὀνομάτων ἱστορεῖ τοῦ Χνουμὴν καὶ τοῦ Χναχουμὴν καὶ τοῦ Κνὰτ καὶ τοῦ Σικὰτ καὶ τῶν λοιπῶν τοῦ Αἰγυπτιακοῦ καταλόγου, ὡς καλουμένων καὶ ἰωμένων τὰ τῶν μερῶν παθήματα. καὶ ὅρα γε, τίνα τρόπον ἡμᾶς ἀποτρέπων πιστεύειν ἐπὶ τὸν τῶν ὅλων θεὸν διὰ Ἰησοῦ τοῦ Χριστοῦ, ἐπὶ πίστιν διὰ τὴν τοῦ σώματος ἡμῶν θεραπείαν καλεῖ ἓξ καὶ τριάκοντα βαρβαρικῶν δαιμόνων. οὓς μόνοι Αἰγυπτίων μάγοι κα-

v.2.p.276
λοῦντες οὐκ οἶδ᾿ ὅπως ἐπαγγέλλονται ἡμῖν τὰ κρείττονα. ὥρα δ᾿ ἡμῖν κατὰ τὸν Κέλσον μαγγανεύειν μᾶλλον καὶ γοητεύειν ἤπερ χριστιανίζειν, καὶ ἀπείρῳ τινὶ ἀριθμῷ δαιμόνων μᾶλλον πιστεύειν ἢ τῷ αὐτόθεν ἐμφανεῖ καὶ ζῶντι καὶ ἐναργεῖ θεῷ τῷ ἐπὶ πᾶσι διὰ τοῦ πολλῇ δυνάμει ἐπισπείραντος τὸν καθαρὸν τῆς θεοσεβείας λόγον
208
τῇ πάσῃ τῶν ἀνθρώπων οἰκουμένῃ, οὐ ψεύσομαι δὲ προστιθεὶς καὶ λέγων ὅτι καὶ τῶν ἄλλων λογικῶν καὶ δεομένων διορθώσεως καὶ θεραπείας καὶ μεταβολῆς τῆς ἀπὸ τῆς κακίας.

Ὑπιδόμενος γοῦν ὁ Κέλσος τὸν εἰς μαγείαν ὄλισθον τῶν τὰ τοιαῦτα μεμαθηκότων καὶ συναισθηθείς πως βλάβης περὶ τοὺς ἀκούοντας ἐσομένης φησίν· ἐκεῖνο μέντοι φυλακτέον, ὅπως μή τις συνὼν τούτοις τῇ θεραπείᾳ τῇ περὶ αὐτὰ συντακῇ, φιλοσωματήσας τε καὶ τῶν κρειττόνων ἀποστραφεὶς λήθῃ κατασχεθῇ. χρὴ γὰρ ἴσως οὐκ ἀπιστεῖν ἀνδράσι σοφοῖς. οἳ δή φασι διότι τῶν μὲν περιγείων δαιμόνων τὸ πλεῖστον γενέσει συντετηκὸς καὶ προσηλωμένον αἵματι καὶ κνίσσῃ καὶ μελῳδίαις καὶ ἄλλοις τισὶ τοιούτοις προσδεδεμένον κρεῖττον οὐδὲν δύναιτ᾿ ἂν τοῦ θεραπεῦσαι σῶμα καὶ μέλλουσαν τύχην ἀνθρώπῳ καὶ πόλει προειπεῖν, καὶ ὅσα περὶ τὰς θνητὰς πράξεις ταῦτα ἴσασί τε καὶ δύνανται.

τηλικούτου οὖν ὀλίσθου περὶ τὸν τόπον ὄντος, ὡς καὶ ὁ ἐχθρὸς τῇ τοῦ θεοῦ ἀληθείᾳ μαρτυρεῖ. πόσῳ βέλτιον χωρὶς πάσης ὑφοράσεως ὑπὲρ τοῦ συντακῆναι τοιούτοις δαίμοσιν ἢ φιλοσωματῆσαι καὶ τὰ κρείττονα ἀποστραφῆναι καὶ ὑπὸ λήθης τῆς τῶν κρειττόνων

787
κατασχεθῆναι τὸ ἑαυτὸν ἐμπιστεῦσαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ τὴν τοιαύτην ἡμῖν διδασκαλίαν ὑποθεμένου Ἰησοῦ Χριστοῦ καὶ ἀπ᾿ ἐκείνου αἰτεῖν πᾶσαν βοήθειαν καὶ φρουρὰν τὴν ἀπὸ ἁγίων ἀγγέλων καὶ δικαίων, ἵν᾿ ἡμᾶς ῥύσωνται ἀπὸ τῶν περιγείων δαιμόνων καὶ γενέσει συντετηκότων καὶ αἵματι καὶ κνίσσῃ προσηλωμένων καὶ ἀλλοκότοις μελῳδίαις ἀγομένων καὶ ἄλλοις τοιούτοις προσδεδεμένων, ὁμολογουμένως μὲν καὶ κατὰ τὸν Κέλσον κρεῖττον οὐδὲν δυναμένων τοῦ θεραπεῦσαι τὸ σῶμα. ἐγὼ δ᾿ εἴποιμ᾿ ἂν ὅτι οὐδ᾿ ἐναργές ἐστι τὸ τοὺς δαίμονας τούτους ὅπως ποτὲ θεραπευομένους δύνασθαι θεραπεύειν τὰ σώματα· ἀλλὰ χρὴ τὴν θεραπείαν τῶν σωμάτων, εἰ μὲν ἁπλούστερον βούλοιτό τις ζῆν καὶ κοινότερον, ἐφόδῳ ἰατρικῇ θεραπεύειν,
v.2.p.277
εἰ δὲ βέλτιον παρὰ τοὺς πολλοὺς. εὐσεβείᾳ τῇ εἰς τὸν ἐπὶ πᾶσι θεὸν καὶ ταῖς πρὸς ἐκεῖνον εὐχαῖς.