Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Καὶ σὺ γὰρ σκόπησον παρὰ σαυτῷ, ποῖον παραδέξεται μᾶλλον ἦθος ὁ ἐπὶ πᾶσι θεὸς, καὶ δυνάμενος ὅσα ἄλλος οὐδεὶς πρὸς πάντα καὶ πρὸς εὐεργεσίαν ἀνθρώπων εἴτε περὶ ψυχὴν εἴτε περὶ σῶμα εἴτε περὶ τὰ ἐκτὸς, πότερον τὸν αὐτῷ περὶ πάντων ἀνακείμενον ἢ τὸν περιεργαζόμενον δαιμόνων ὀνόματα καὶ δυνάμεις καὶ πράξεις καὶ ἐπῳδὰς καὶ βοτάνας οἰκείας δαίμοσι καὶ

209
λίθους καὶ τὰς ἐν αὐτοῖς γλυφὰς, καταλλήλους ταῖς παραδιδομέναις εἴτε συμβολικαῖς εἴτε ὅπως ποτὲ μορφαῖς δαιμόνων. ἀλλὰ δῆλον τῷ καὶ ἐπ᾿ ὀλίγον παρακολουθεῖν δυναμένῳ ὅτι τὸ ἄπλαστον μὲν καὶ ἀπερίεργον ἦθος διὰ τοῦτο θεῷ τῷ ἐπὶ πᾶσιν ἀνακείμενον ἀποδεκτὸν ἔσται θεῷ καὶ πᾶσι τοῖς ἐκείνῳ οἰκειουμένοις· τὸ δὲ δι᾿ ὑγείαν σώματος καὶ φιλοσωματίαν καὶ τὴν ἐν μέσοις πράγμασιν εὐτυχίαν περιεργαζόμενον δαιμόνων ὀνόματα καὶ ζητοῦν. πῶς κηλήσει τισὶν ἐπῳδαῖς τοὺς δαίμονας, ὡς μοχθηρὸν καὶ ἀσεβὲς καὶ δαιμονικὸν μᾶλλον ἢ ἀνθρωπικὸν καταλείψει ὁ θεὸς οἷς εἵλετο ὁ τὰ τοιάδε λέγων δαίμοσι, διασπαραχθησόμενον ὑπὸ τῶν ὑφ᾿ ἑκάστου ὑποβαλλομένων λογισμῶν ἢ καὶ ἄλλων κακῶν. εἰκὸς γὰρ αὐτοὺς ἅτε φαύλους ὄντας καὶ, ὡς Κέλσος ὡμολόγησε, προσηλωμένους αἵματι καὶ κνίσσῃ καὶ μελῳδίαις καὶ ἄλλοις τισὶ τοιούτοις μηδὲ πρὸς τοὺς ταῦτα αὐτοῖς χαριζομένους πίστιν τηρεῖν καὶ οἱονεὶ δεξιάς. ἄλλων γὰρ αὐτοὺς καλούντων κατὰ τῶν θεραπευσάντων καὶ πλείονος αἵματος καὶ κνίσσης καὶ ἧς δέονται θεραπείας ὠνουμένων αὐτῶν τὴν δουλείαν, ἐπιβουλεύσαιεν ἂν τῷ χθὲς αὐτοὺς θεραπεύσαντι καὶ τῆς φίλης αὐτοῖς θοίνης μεταδιδόντι.

788
Πολλὰ δὲ Κέλσος ἐν τοῖς πρὸ τούτων εἰπὼν. μέχρι χρηστηρίων καὶ ἐπὶ τὰ μαντεῖα αὐτῶν ἀναπέμψας ἡμᾶς ὡς θεῶν. νῦν κρεῖττον πεποίηκεν ὁμολογήσας ὅτι οἱ μέλλουσαν τύχην ἀνθρώπῳ καὶ πόλει προλέγοντες καὶ ὅσοι περὶ τὰς θνητὰς πράξεις περίγειοι δαίμονές εἰσι, γενέσει συντετηκότες καὶ
v.2.p.278
προσηλωμένοι αἵματι καὶ κνίσσῃ καὶ μελῳδίαις καὶ ἄλλοις τισὶ τοιούτοις προσδεδεμένοι, κρεῖττον τούτων οὐδὲν δυνάμενοι. καὶ εἰκὸς ὅτι. ἡνίκα ἱστάμεθα πρὸς Κέλσον, θεολογοῦντα τὰ χρηστήρια καὶ τὰς παρὰ τοῖς νομιζομένοις θεοῖς θεραπείας, ἀσεβεῖς τις ἡμᾶς ὑπελάμβανε, τοὺς λέγοντας δαιμόνων εἶναι ταῦτ᾿ ἔργα. κατασπώντων εἰς τὰ γενέσεως πράγματα τὰς τῶν ἀνθρώπων ψυχάς· ἀλλὰ νῦν ὁ ἐκεῖνα περὶ ἡμῶν ὑπολαβὼν πειθέσθω καλῶς λεγομένοις τοῖς ὑπὸ Χριστιανῶν καταγγελλομένοις, ὁρῶν ὅτι καὶ ὁ κατὰ Χριστιανῶν γράφων ταῦτα νῦν ἐπὶ τέλει ὡσπερεὶ νικώμενος ὑπὸ τοῦ τῆς ἀληθείας πνεύματος ἀνέγραψε.

κἂν λέγῃ οὖν Κέλσος τούτοις ἀφοσιωτέον, ἐφ᾿ ὅσον συμφέρει, πάντῃ γὰρ τοῦτο ποιεῖν οὐχ αἱρεῖ λόγος· οὐκ ἀφοσιωτέον δαιμονίοις. συντετηκόσι κνίσσαις καὶ αἵμασιν, οὔτε τὸ θεῖον ὅσον ἐφ᾿ ἡμῖν μολυντέον, κατάγουσιν αὐτὸ ἐπὶ μοχθηροὺς δαίμονας. εἰ δ᾿ ἠκριβώκει Κέλσος τὴν τοῦ συμφέροντος ἔννοιαν καὶ ἑωράκει ὅτι τὸ κυρίως συμφέρον ἀρετή ἐστι καὶ ἡ κατ᾿ ἀρετὴν πρᾶξις, οὐκ ἂν τὸ ἐφ᾿ ὅσον συμφέρει ἔταξεν ἐπὶ τῶν τοιῶνδε

209
καὶ, ὡς αὐτὸς ὡμολόγησε, δαιμόνων. ἡμεῖς οὖν αἱρούμεθα. εἰ μέλλει διὰ θεραπείας τοιούτων δαιμόνων ἡ ὑγίεια ἡμῖν παραγίνεσθαι καὶ ἡ ἐν βιωτικοῖς εὐτυχία, νοσεῖν μᾶλλον καὶ ἐν βιωτικοῖς δυστυχεῖν μετὰ συνειδότος τοῦ πρὸς τὸν θεὸν τῶν ὅλων καθαρῶς εὐσεβοῦς, ἤπερ μετὰ τοῦ σχίζεσθαι καὶ ἀποπίπτειν τοῦ θεοῦ καὶ τὴν ψυχὴν ἐσχάτως νοσεῖν καὶ κακοδαιμονεῖν ὑγιαίνειν τῷ σώματι καὶ ἐν βιωτικοῖς ἀπαλλάσσειν εὐτυχέστερον· καὶ τῷ ἀπροσδεεῖ γε παντὸς οὑτινοσοῦν πλὴν τῆς ἀνθρώπων σωτηρίας καὶ παντὸς λογικοῦ προσελθετέον. ἢ τοῖς χρῄζουσι κνίσσης καὶ αἵματος.

Κέλσος μὲν ουν οἶμαι μετὰ τοσούτους, οὓς εἶπε περὶ δαιμόνων δεομένων κνίσσης καὶ αἵματος λόγους, ὡσπερεὶ ἐπὶ μοχθηρίαν ἐρχόμενος παλινῳδίαν φησὶν ὅτι μᾶλλον οἰητέον τοὺς δαίμονας μηδενὸς χρῄζειν μηδὲ δεῖσθαί τινος ἀλλὰ χαίρειν

v.2.p.279
τοῖς τὸ εὐσεβὲς δρῶσι πρὸς αὐτούς. ἐχρῆν δ᾿, εἰ τοῦτο ᾤετο εἶναι ἀληθὲς. ἐκεῖνα αὐτὸν μὴ τεθεικέναι, ταῦτα ἀπηλειφέναι. ἀλλὰ γὰρ οὐ πάντῃ ἡ ἀνθρωπίνη φύσις ὑπὸ τοῦ θεοῦ καὶ τῆς μονογενοῦς αὐτῷ ἀληθείας καταλείπεται.
789
διόπερ καὶ Κέλσος εἶπε μὲν ἐν τῷ περὶ κνίσσης καὶ αἵματος, ὧν χρῄζουσι δαίμονες. τἀληθῆ· πάλιν δ᾿ ὑπὸ τῆς ἰδίας κακίας κατώλισθεν ἐπὶ τὰ ψευδῆ καὶ ἐξομοιοῖ τοὺς δαίμονας ἀνθρώποις τοῖς τελέως δικαίως πράττουσι τὰ δίκαια. κἂν μηδεὶς αὐτοῖς γινώσκῃ χάριν. τὰ ἀγαθὰ δὲ ποιοῦσι τοῖς ἀμειβομένοις τὸ εὐχάριστον.

δοκεῖ δέ μοι συγχεῖσθαι κατὰ τὸν τόπον καὶ ὁτὲ μὲν τὸ ἡγεμονικὸν ὑπὸ τῶν δαιμόνων ταράττεσθαι, ἔσθ᾿ ὅτε δὲ καὶ ἀνανήφων ἀπὸ τῆς ὑπ᾿ ἐκείνοις ἀλογιστίας ἐπ᾿ ὀλίγον τι βλέπειν τοῦ ἀληθοῦς. πάλιν γὰρ ἐπιφέρει· θεοῦ δὲ οὐδαμῇ οὐδαμῶς ἀπολειπτέον οὔτε μεθ᾿ ἡμέραν οὔτε νύκτωρ οὔτ᾿ ἐς κοινὸν οὔτ᾿ ἰδίᾳ λόγῳ τε ἐν παντὶ καὶ ἔργῳ διηνεκῶς. ἀλλά γε καὶ μετὰ τῶνδε καὶ χωρὶς ἡ ψυχὴ ἀεὶ τετάσθω πρὸς τὸν θεόν. ἐγὼ δ᾿ ἀκούω τοῦ μετὰ τῶνδε τουτέστι μετὰ τοῦ κοινοῦ καὶ μετὰ παντὸς ἔργου καὶ μετὰ παντὸς λόγου.

εἶτα πάλιν ὡσπερεὶ παλαίων τῷ λογισμῷ πρὸς τὰς ἀπὸ τῶν δαιμόνων ἐκστάσεις καὶ τὰ πολλὰ νικώμενος ἐπιφέρει καὶ λέγει· εἰ ὧδε ἔχοιεν, τί τὸ δεινὸν τοὺς τῇδε ἄρχοντας εὐμενίζεσθαι, τούς τε ἄλλους καὶ τοὺς ἐν ἀνθρώποις δυνάστας καὶ βασιλέας, ὡς οὐδὲ τούτους ἄνευ δαιμονίας ἰσχύος τῶν τῇδε ἠξιωμένους; ἐν μὲν οὖν τοῖς ἀνωτέρω κατῆγεν ὅσον ἐφ᾿ ἑαυτῷ τὴν ψυχὴν ἡμῶν πρὸς τοὺς δαίμονας· νῦν δὲ βούλεται ἡμᾶς ἐξευμενίζεσθαι καὶ τοὺς ἐν ἀνθρώποις δυνάστας καὶ βασιλέας, ὧν ἐπεὶ μεστὸς ὁ βίος καὶ (αἱ) ἱστορίαι, νῦν οὐχ ἡγησάμην ἀναγκαῖον ἐκθέσθαι τὰ παραδείγματα.

v.2.p.280

Ἕνα οὖν τὸν ἐπὶ πᾶσι θεὸν ἡμῖν ἐξευμενιστέον καὶ τοῦτον ἵλεω εὐκτέον, ἐξευμενιζόμενον εὐσεβείᾳ

210
καὶ πάσῃ ἀρετῇ. εἰ δὲ καὶ ἄλλους τινὰς βούλεται μετὰ τὸν ἐπὶ πᾶσιν ἐξευμενίζεσθαι θεὸν, κατανοησάτω ὅτι ὥσπερ τῷ κινουμένῳ σώματι ἀκολουθεῖ ἡ τῆς σκιᾶς αὐτοῦ κίνησις, τὸν αὐτὸν τρόπον τῷ ἐξευμενίζεσθαι τὸν ἐπὶ πᾶσι θεὸν ἕπεται εὐμενεῖς ἔχειν πάντας τοὺς ἐκείνου φίλους ἀγγέλους καὶ ψυχὰς καὶ πνεύματα. συναίσθονται γὰρ τῶν ἀξίων τοῦ παρὰ τοῦ θεοῦ εὐμενισμοῦ, καὶ οὐ μόνον καὶ αὐτοὶ εὐμενεῖς τοῖς ἀξίοις γίνονται ἀλλὰ καὶ συμπράττουσι τοῖς βουλομένοις τὸν ἐπὶ πᾶσι θεὸν θεραπεύειν καὶ ἐξευμενίζονται καὶ συνεύχονται καὶ συναξιοῦσιν· ὥστε τολμᾶν ἡμᾶς λέγειν ὅτι ἀνθρώποις μετὰ προαιρέσεως προτιθεμένοις τὰ κρείττονα εὐχομένοις τῷ θεῷ μυρίαι ὅσαι ἄκλητοι συνεύχονται δυνάμεις ἱεραὶ, συμπαρέχουσαι τῷ ἐπικήρῳ ἡμῶν γένει καὶ, ἵν᾿ οὕτως εἴπω, συναγωνιῶσαι δι᾿ οὓς ὁρῶσιν ἀντιστρατευο
790
μένους καὶ ἀνταγωνιζομένους δαίμονας τῇ σωτηρίᾳ μάλιστα τῶν ἑαυτοὺς ἀνατιθέντων θεῷ καὶ μὴ φροντιζόντων τῆς τῶν δαιμόνων ἔχθρας, ἐὰν ἐκεῖνοι ἐξαγριαίνωσι πρὸς τὸν ἄνθρωπον, φεύγοντα μὲν αὐτῶν τὰς διὰ κνίσσης καὶ αἵματος θεραπείας παντὶ δὲ τρόπῳ λόγων καὶ πράξεων σπεύδοντα οἰκειοῦσθαι καὶ ἑνοῦσθαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ καταλύσαντος μυρίους δαίμονας Ἰησοῦ, ἡνίκα περιῄει „ἰώμενος“ καὶ ἐπιστρέφων „τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.“

Ἡμῖν μέντοι γε καταφρονητέον ἐξευμενισμοῦ ἀνθρώπων καὶ βασιλέων, οὐ μόνον ἐὰν διὰ μιαιφονιῶν καὶ ἀσελγειῶν καὶ ὠμοτάτων πράξεων ἐξευμενιζώμεθα αὐτοὺς, ἀλλὰ καὶ ἐὰν διὰ τῆς εἰς τὸν θεὸν τῶν ὅλων ἀσεβείας ἤ τινος μετὰ δουλοπρεπείας

v.2.p.281
καὶ ταπεινότητος φωνῆς, ἀλλοτρίας ἀνδρείων καὶ μεγαλοψύχων ἀνδρῶν καὶ τὴν καρτερίαν ὡς μεγίστην ἀρετὴν συναναλαβεῖν ταῖς ἄλλαις ἐθελόντων. ἔνθα μέντοι οὐδὲν ἐναντίον πράττομεν νόμῳ καὶ λόγῳ θεοῦ, οὐ μεμήναμεν οὐδ᾿ ὁρμῶμεν καθ᾿ ἑαυτῶν ἐγείρειν βασιλέως ἢ δυνάστου θυμὸν, ἐπὶ αἰκίας καὶ βασανιστήρια ἢ καὶ θανάτους ἡμᾶς φέροντα. ἀνέγνωμεν γὰρ καὶ τὸ „πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ θεοῦ τεταγμέναι εἰσίν· ὥστε οἱ ἀνθεστηκότες τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθίστανται.“ ἐν μέντοι γε τοῖς εἰς τὴν πρὸς Ῥωμαίους ἐξηγητικοῖς, ὡς δυνατὸν ἦν ἡμῖν, ἐπὶ πλεῖον καὶ ταῦτα τὰ ῥήματα ποικίλως ἐξητάσαμεν· νῦν δ᾿ αὐτὰ εἰς τὸ προκείμενον ἁπλούστερον κατὰ τὴν κοινοτέραν ἐκδοχὴν παρειλήφαμεν, ἐπείπερ φησὶν ὁ Κέλσος· οὐδὲ τούτους ἄνευ δαιμονίας ἰσχύος τῶν τῇδε εἶναι ἠξιωμένους.

καὶ ἐπεὶ πολὺς ἦν ὁ λόγος ὁ περὶ

210
τῆς τῶν βασιλευόντων καὶ δυναστῶν καταστάσεως, πολλῆς ζητήσεως οὔσης κατὰ τὸν τόπον διὰ τοὺς ὠμότερον καὶ τυραννικώτερον ἄρξαντας ἢ τοὺς ἐκ τοῦ ἄρχειν ἐπὶ θρύψιν καὶ τρυφὴν ἐξοκείλαντας, διὰ τοῦτο ἐπὶ τοῦ παρόντος τὸ πρόβλημα ἐξετάσαι ὑπερεθέμεθα. τύχην μέντοι βασιλέως οὐκ ὄμνυμεν ὡς οὐδ᾿ ἄλλον νομιζόμενον θεόν· εἴτε γὰρ, ὡς
791
ὠνόμασάν τινες, ἐκφορὰ μόνον ἐστὶν ἡ τύχη ὁμοίως δοκήσει καὶ διαστάσει, οὐκ ὄμνυμεν τὸ μηδαμῶς ὂν ὡς θεὸν ἢ ὅλως ὑφεστηκὸς καὶ δυνάμενόν τι ποιῆσαι, ἵνα μὴ τὴν ὀμοτικὴν δύναμιν εἰς ἃ μὴ δεῖ παραλαμβάνωμεν, εἴτε καὶ (ὥς τισιν ἔδοξεν εἰποῦσι· τοῦ Ῥωμαίων βασιλέως τὸν δαίμονα ὀμνῦσιν οἱ τὴν τύχην αὐτοῦ ὀμνύοντες)
v.2.p.282
δαίμων ἐστὶν ἡ ὀνομαζομένη τύχη τοῦ βασιλέως, καὶ οὕτως ἀποθανετέον ἐστὶ μᾶλλον ἡμῖν ὑπὲρ τοῦ μὴ ὀμόσαι μοχθηρὸν δαίμονα καὶ ἄπιστον, πολλάκις συνεξαμαρτάνοντα ᾧ ἔλαχεν ἀνθρώπῳ ἢ καὶ πλέον αὐτοῦ ἁμαρτάνοντα.

Εἶτα πάλιν ὁ Κέλσος ὁμοίως τοῖς ἀπὸ δαιμονισμοῦ ἔσθ᾿ ὅτε ἀναφέρουσιν εἶτα πάλιν καταπίπτουσιν ὥσπερ νήφων τοιαῦτά τινα λέγων· ἐὰν μέντοι γε κελεύῃ τις, εἰ τύχοι θρησκεύων θεὸν, ἢ ἀσεβεῖν ἢ ἄλλο τι αἰσχρὸν εἰπεῖν, οὐδαμῇ οὐδαμῶς πιστευτέον ἀλλὰ πρὸ τούτων πάσας βασάνους ἐγκαρτερητέον καὶ πάντας θανάτους ὑπομενετέον, πρίν τι ἀνόσιον περὶ θεοῦ μὴ ὅτι γε εἰπεῖν ἀλλὰ μελῆσαι· εἶτα πάλιν ἀπ᾿ ἀγνοίας τῆς περὶ τοῦ ἡμετέρου λόγου καὶ πρὸς ταύτῃ ἀπὸ τοῦ φύρειν τὰ πάντα τοιαῦτά φησιν· ἐὰν δὲ κελεύῃ τις εὐφημῆσαι τὸν Ἥλιον ἢ τὴν Ἀθηνᾶν προθυμότατα μετὰ καλοῦ παιᾶνος εὐφημεῖν, οὕτω τοι σέβειν μᾶλλον δόξεις τὸν μέγαν θεὸν, ἐὰν καὶ τούσδε ὑμνῇς· τὸ γὰρ θεοσεβὲς διὰ πάντων διεξιὸν τελεώτερον γίνεται.

φαμὲν οὖν ὅτι οὐ περιμένομεν εὐφημῆσαι τὸν Ἥλιον τὸν κελεύοντα, οἱ μαθόντες οὐ μόνον τοὺς τῇ διατάξει ὑποτεταγμένους εὐφημεῖν ἀλλὰ καὶ τοὺς ἐχθρούς. εὐφημοῦμεν οὖν Ἥλιον ὡς καλὸν θεοῦ δημιούργημα καὶ τοὺς νόμους φυλάσσον τοῦ θεοῦ καὶ ἀκοῦον τοῦ „αἰνεῖτε τὸν κύριον ἥλιος καὶ σελήνη,“ καὶ ὅση δύναμις ὑμνοῦντα τὸν πατέρα καὶ τὸν δημιουργὸν τοῦ παντός. Ἀθηνᾶν μέντοι μετὰ Ἡλίου τασσομένην ἐμυθοποίησαν οἱ Ἑλλήνων λόγοι, εἴτ᾿ ἐν ὑπονοίαις εἴτε χωρὶς ὑπονοιῶν φάσκοντες ἐκ τῆς τοῦ Διὸς γεγεννῆσθαι κεφαλῆς καθωπλισμένην·

211
καὶ διωκομένην
v.2.p.283
τότε ὑπὸ τοῦ Ἡφαίστου. βουλομένου αὐτῆς φθεῖραι τὴν παρθενίαν, ἐκπεφευγέναι μὲν αὐτὸν τὴν δ᾿ ἐκ τῆς ἐπιθυμίας πεσοῦσαν ἐπὶ τὴν γῆν θορὴν ἀγαπήσασαν ἐκθρέψαι, καλέσασαν Ἐριχθόνιον, τόν ποτε, φασὶν, Ἀθήνη θρέψε, Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα. καὶ ὁρῶμέν γε ὅτι τῷ προσιεμένῳ τὴν Ἀθηνᾶν, Διὸς θυγατέρα,
792
πολλοὺς μύθους καὶ πλάσματα παρεκδεκτέον, οὓς οὐκ ἂν παραδέχοιτο ὁ φεύγων μὲν μύθους ζητῶν δὲ ἀλήθειαν.

Ἵνα δὲ καὶ τροπολογῆται καὶ λέγηται φρόνησις εἶναι ἡ Ἀθηνᾶ, παραστησάτω τις αὐτῆς τὴν ὑπόστασιν καὶ τὴν οὐσίαν, ὡς ὑφεστηκυίας κατὰ τὴν τροπολογίαν ταύτην. εἰ δὲ καὶ ἀρχαία τις γενομένη ἄνθρωπος ἡ Ἀθηνᾶ τετίμηται, παραδόντων τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς τῶν βουληθέντων αὐτῆς τὸ ὄνομα παρὰ ἀνθρώποις ὡς θεοῦ ᾄδεσθαι, πολλῷ μᾶλλον οὐ χρὴ ὑμνῆσαι καὶ ὡς θεὸν δοξάσαι τὴν Ἀθηνᾶν, εἴ γε οὐδὲ τὸν τηλικοῦτον ἥλιον προσκυνεῖν ἡμῖν θέμις, κἂν εὐφημῶμεν αὐτόν.

Κέλσος μὲν οὖν φησι μᾶλλον ἡμᾶς σέβειν δοκεῖν τὸν μέγαν θεὸν, ἂν καὶ Ἥλιον καὶ Ἀθηνᾶν ὑμνῶμεν, ἡμεῖς δὲ τὸ ἐναντίον ἴσμεν. ὕμνους γὰρ εἰς μόνον τὸν ἐπὶ πᾶσι λέγομεν θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ θεὸν λόγον. καὶ ὑμνοῦμέν γε θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ ὡς καὶ „ἥλιος καὶ σελήνη“ καὶ „ἄστρα“ καὶ πᾶσα ἡ οὐρανία στρατιά. ὑμνοῦσι γὰρ πάντες οὗτοι, θεῖος ὄντες χορὸς, μετὰ τῶν ἐν ἀνθρώποις δικαίων τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ.

προείπομεν μὲν οὖν μὴ δεῖν ὀμνύναι τὸν ἐν ἀνθρώποις βασιλέα ἢ τὴν ὀνομαζομένην τύχην αὐτοῦ. διὸ οὐκ ἀναγκαῖον ἡμᾶς

v.2.p.284
πάλιν ἀπολογεῖσθαι πρὸς τὸ κἂν ἐν ἀνθρώποις βασιλέα κελεύῃ σέ τις ὁρκωμοτεῖν, οὐδὲ τοῦτο δεινόν. δέδοται γὰρ τούτῳ τὰ ἐπὶ γῆς, καὶ ὅ τι ἂν λαμβάνῃς ἐν τῷ βίῳ, παρὰ τούτου λαμβάνεις. ἡμεῖς δέ φαμεν ὅτι οὐ πάντως δέδοται τούτῳ τὰ ἐπὶ γῆς ὅλα, οὐδ᾿ ὅ τι ἂν λαμβάνωμεν ἐν τῷ βίῳ, παρὰ τούτου λαμβάνομεν. δικαίως γὰρ καὶ καλῶς λαμβάνοντες, ἀπὸ τοῦ θεοῦ καὶ τῆς προνοίας αὐτοῦ λαμβάνομεν, οἷον ἡμέρους καρποὺς καὶ ἄρτον, στηρίζοντα „καρδίαν ἀνθρώπου,“ καὶ τὴν προσηνῆ ἄμπελον καὶ οἶνον, εὐφραίνοντα „καρδίαν ἀνθρώπου.“ ἀλλὰ καὶ τοὺς τῆς ἐλαίας καρποὺς ἀπὸ τῆς προνοίας ἔχομεν τοῦ θεοῦ „τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ.“

Εἶθ᾿ ἑξῆς φησιν ὁ Κέλσος ὅτι οὐ χρὴ ἀπιστεῖν ἀνδρὶ ἀρχαίῳ, πάλαι προειπόντι τό· εἷς βασιλεὺς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω. καὶ ἐπιφέρει· ὡς, ἂν τοῦτο λύσῃς τὸ δόγμα, εἰκότως ἀμυνεῖταί σε ὁ βασιλεύς. εἰ γὰρ τὸ αὐτό σοι

211
ποιήσειαν ἅπαντες, οὐδὲν κωλύσει τὸν μὲν καταλειφθῆναι μόνον καὶ ἔρημον, τὰ δ᾿ ἐπὶ γῆς ἐπὶ τοῖς ἀνομωτάτοις τε καὶ ἀγριωτάτοις βαρβάροις γενέσθαι, καὶ μήτε τῆς σῆς θρησκείας μήτε τῆς ἀληθινῆς σοφίας ἐν ἀνθρώποις ἔτι καταλείπεσθαι κλέος. εἷς μὲν οὖν κοίρανος ἔστω, εἷς βασιλεὺς,
793
οὐχ ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω, ἀλλ᾿ ᾧ ἔδωκεν ὁ καθιστῶν „βασιλεῖς καὶ“ μεθιστῶν „καὶ τὸν χρήσιμον“ κατὰ καιρὸν ἐγείρων ἐπὶ τῆς γῆς· καὶ οὐχ ὁ τοῦ καταταρταρωθέντος, ὡς οἱ μῦθοι Ἑλλήνων λέγρυσι, Κρόνου υἱὸς ἀπελάσας
v.2.p.285
τοῦτον τῆς ἀρχῆς καθίστησι βασιλεῖς, οὐδ᾿ ἂν ἀλληγορῇ τις τὰ κατὰ τοὺς τόπους, ἀλλ᾿ ὁ διοικῶν τὰ σύμπαντα θεὸς οἶδεν ὅ τι ποτὲ ποιεῖ κατὰ τὸν τόπον τῆς τῶν βασιλέων καταστάσεως.

λύομεν οὖν τὸ δόγμα· ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω, οὐδὲν ἀγκύλον καὶ σκολιὸν βούλεσθαι πειθόμενοι θεὸν ἢ πατέρα θεοῦ. οὐ λύομεν δὲ τὸ δόγμα τὸ περὶ προνοίας καὶ τῶν εἴτε προηγουμένως ὑπ᾿ αὐτῆς γινομένων εἴτε καὶ ἔκ τινων ἐπακολουθούντων. ἀλλ᾿ οὐδ᾿ εἰκότως ἡμᾶς ἀμύνεται βασιλεὺς, φάσκοντας μὲν ὅτι οὐ Κρόνου παῖς ἀγκυλομήτεω ἔδωκεν αὐτῷ τὸ βασιλεύειν, ὁ δὲ μεθιστῶν „βασιλεῖς καὶ“ καθιστῶν. καὶ τὸ αὐτό γε ποιείτωσάν μοι ἅπαντες, τὸ μὲν Ὁμηρικὸν καταλύοντες δόγμα τὸ δὲ θεῖον περὶ βασιλέως τηροῦντες καὶ τὸ „τὸν βασιλέα τιμᾶτε“ φυλάττοντες· καὶ τὸ ὡς ἐν ὑποθέσει γε τοιαύτῃ οὔτε μόνος ὁ βασιλεὺς καταλειφθήσεται οὔτ᾿ ἔρημος ἔσται οὔτε τὰ ἐπὶ γῆς ἐπὶ τοῖς ἀνομωτάτοις καὶ ἀγριωτάτοις βαρβάροις ἔσται. εἰ γὰρ, ὡς λέγει Κέλσος, τὸ αὐτό μοι ποιήσειαν ἅπαντες, δηλονότι καὶ οἱ βάρβαροι τῷ λόγῳ τοῦ θεοῦ προσελθόντες νομιμώτατοι ἔσονται καὶ ἡμερώτατοι· καὶ πᾶσα μὲν θρησκεία καταλυθήσεται μόνη δὲ ἡ Χριστιανῶν κρατήσει, ἥτις καὶ μόνη ποτὲ κρατήσει, τοῦ λόγου ἀεὶ πλείονας νεμομένου ψυχάς.

Εἶτα ἑαυτοῦ μὴ ἀκούσας ὁ Κέλσος, τὰ ἀνακόλουθα εἰπόντος τῷ εἰ γὰρ τὸ αὐτό σοι ποιήσειαν ἅπαντες, φησίν· οὐ μὲν δὴ τοῦτο φήσεις. ὡς, ἂν πεισθέντες σοι Ῥωμαῖοι καὶ τῶν νενομισμένων αὐτοῖς πρὸς θεούς τε καὶ ἀνθρώπους ἀμελήσαντες τὸν σὸν Ὕψιστον, ἢ ὅντινα βούλει, προσκαλέσωνται.

v.2.p.286
καταβὰς ὑπερμαχεῖται αὐτῶν, καὶ οὐδεμιᾶς ἄλλης ἀλκῆς δεήσει. καὶ γὰρ πρότερον ὁ αὐτὸς θεὸς τοῖς προσέχουσιν αὐτῷ ταῦτά τε καὶ πολὺ μείζω τούτων, ὡς ὑμεῖς φατε, ὑπισχνούμενος ὁρᾶτε ὅσα ὠφέλησεν ἐκείνους τε καὶ ὑμᾶς· ὧν τοῖς μὲν ἀντὶ (τοῦ) γῆς ἁπάσης εἶναι δεσπόταις οὐδ᾿ ὁποία τις βῶλος οὐδ᾿ ἑστία λείπεται, ὑμῶν δὲ κἂν πλανᾶταί τις ἔτι λανθάνων, ἀλλὰ ζητεῖται πρὸς θανάτου
212
δίκην.

ἐπεὶ δὲ καθ᾿ ὑπόθεσιν ζητεῖ, εἰ πεισθέντες Ῥωμαῖοι τῷ Χριστιανῶν λόγῳ, τῶν πρὸς τοὺς νενομισμένους θεοὺς ἀμελήσαντες καὶ τῶν κατὰ τοὺς ἀνθρώπους προτέρων νόμων, τὸν Υψιστον σέβοιντο, τί ἂν ἀπαντήσαι· ἄκουε τί ἀρέσκει περὶ τούτων ἡμῖν. φαμὲν ὅτι, εἴπερ, „ἂν δύο συμφωνῶσιν“ ἐξ ἡμῶν „ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος,

794
οὗ ἐὰν αἰτήσωνται γενήσεται αὐτοῖς παρὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς“ τῶν δικαίων· χαίρει γὰρ συμφωνίᾳ τῶν λογικῶν ζῴων ὁ θεὸς καὶ ἐκτρέπεται τὴν διαφωνίαν· τί χρὴ νομίζειν, εἰ μὴ μόνον ὡς νῦν πάνυ ὀλίγοι συμφωνοῖεν ἀλλὰ πᾶσα ἡ ὑπὸ Ῥωμαίων ἀρχή; εὔξονται γὰρ τῷ καὶ πρότερον εἰπόντι πρὸς τοὺς Ἑβραίους καταδιωκομένους ὑπὸ Αἰγυπτίων λόγῳ· „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε,“ καὶ μετὰ πάσης συμφωνίας εὐξάμενοι πολλῷ πλείονας δυνήσονται καταλῦσαι ἐχθροὺς ἐπιδιώκοντας, ἢ οὓς καθεῖλεν ἡ Μωϋσέως πρὸς τὸν θεὸν βοῶντος καὶ τῶν σὺν αὐτῷ εὐχή. ἃ δ᾿ ὑπέσχετο ὁ θεὸς τοῖς τηροῦσι τὸν νόμον εἰ μὴ γεγένηται, οὐ τῷ ψεύδεσθαι τὸν θεὸν οὐ γεγένηται ἀλλὰ τῷ ἐπὶ συνθήκαις γεγονέναι τὰς ἐπαγγελίας, ταῖς περὶ τοῦ τηρεῖν τὸν νόμον καὶ τὸν κατὰ τὸν νόμον βίον. καὶ εἰ οὔτε βῶλος οὔθ᾿ ἑστία Ἰουδαίοις καταλείπεται τοῖς τὰς ἐπαγγελίας ἐπὶ συνθήκαις εἰληφόσιν, αἰτιατέον πᾶσαν μὲν αὐτῶν τὴν παρανομίαν ἐξαιρέτως δὲ τὴν κατὰ τοῦ Ἰησοῦ.

Ἀλλ᾿ οἱ καθ᾿ ὑπόθεσιν Κέλσου πάντες ἂν πεισθέντες Ῥωμαῖοι εὐχόμενοι περιέσονται τῶν πολεμίων ἢ οὐδὲ τὴν ἀρχὴν

v.2.p.287
πολεμήσονται. φρουρούμενοι ὑπὸ θείας δυνάμεως, τῆς διὰ πεντήκοντα δικαίους πέντε πόλεις ὅλας ἐπαγγειλαμένης διασῶσαι. ἅλες γὰρ εἰσι τηρητικοὶ τῶν ἐπὶ γῆς συστάσεων τοῦ κόσμου οἱ τοῦ θεοῦ ἄνθρωποι, καὶ συνέστηκε τὰ ἐπὶ γῆς, ὅσον οἱ ἅλες οὐ τρέπονται· „ἐὰν γὰρ τὸ ἅλας μωρανθῇ,“ „οὔτ᾿ εἰς γῆν οὔτ᾿ εἰς κόπρον“ „ἰσχύει ἔτι“ ἀλλὰ „βληθὲν ἔξω“ καταπατηθήσεται „ὑπὸ τῶν ἀνθρώπων.“ „ὁ δ᾿ ἔχων ὦτα ἀκουέτω,“ πῶς ταῦτα λέγεται. καὶ ἡμεῖς δὲ, ὅτε μὲν ἐπιτρέπει ὁ θεὸς τῷ πειράζοντι δοὺς ἐξουσίαν τὴν τοῦ διώκειν ἡμᾶς, διωκόμεθα· ὅτε δ᾿ ὁ θεὸς (οὐ) βούλεται τοῦθ᾿ ἡμᾶς πάσχειν, καὶ ἐν μισοῦντι ἡμᾶς τῷ κόσμῳ παραδόξως εἰρήνην ἄγομεν καὶ θαῤῥοῦμεν ἐπὶ τῷ εἰπόντι· „θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.“ καὶ ἀληθῶς νενίκηκε „τὸν κόσμον,“ διόπερ (ἰσχύει ὁ κόσμος) εἰς ὅσον νικήσας αὐτὸν βούλεται, λαβὼν ἀπὸ τοῦ πατρὸς τὸ νικᾶν „τὸν κόσμον·“ θαῤῥοῦμεν δὲ τῇ ἐκείνου νίκῃ.

εἰ δὲ βούλεται πάλιν ἡμᾶς ἀθλεῖν καὶ ἀγωνίζεσθαι περὶ εὐσεβείας, ἡκέτωσαν ἀνταγωνισταὶ, πρὸς οὓς ἐροῦμεν· „πάντα ἰσχύω ἐν

212
τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.“ καὶ γὰρ δύο στρουθίων πιπρασκομένων, ὡς ὠνόμασεν ἡ γραφὴ, „ἀσσαρίου,“ „ἓν εἰς παγίδα οὐ πίπτει ἄνευ τοῦ ἐν τοῖς οὐρανοῖς πατρός.“ καὶ ἐπὶ τοσοῦτον πάντα ἡ θεία περιείληφε πρόνοια, ὡς μηδὲ τὰς τρίχας „τῆς κεφαλῆς“ ἡμῶν ἐκπεφευγέναι τὸ ὑπ᾿ αὐτοῦ ἠριθμῆσθαι.

795
Εἶτα πάλιν, ὡς ἔθος τῷ Κέλσῳ. φύρει ἐν τοῖς ἑξῆς λέγων ἃ οὐδεὶς ἡμῶν ἀνέγραψε· φησὶ γὰρ τοιαῦτα· οὐ μὴν οὐδὲ ἐκεῖνο ἀνεκτόν σου λέγοντος, ὡς, ἂν οἱ νῦν βασιλεύοντες ἡμῶν σοι πεισθέντες ἁλῶσι. τοὺς αὖθις βασιλεύοντας
v.2.p.288
πείσεις εἶτ᾿ ἄλλους, ἂν κἀκεῖνοι ἁλῶσι, καὶ ἄλλους ἐπ᾿ ἄλλοις, μέχρι πάντων τῶν σοι πειθομένων ἁλισκομένων μία τις ἀρχὴ σωφρονήσασα καὶ προειδομένη τὸ συμβαῖνον πάντας ὑμᾶς, πρὶν αὐτὴν προαπολέσθαι, παγγενεὶ διολέσει. εἰπεῖν δὲ περὶ τούτων οὐχ αἱρεῖ λόγος, οὐ γὰρ λέγει τις ἡμῶν περὶ τῶν νῦν βασιλευόντων ὅτι, ἐὰν πεισθέντες ἁλῶσι, τοὺς μετ᾿ αὐτοὺς πάλιν πείσομεν, κἀκείνων ἁλόντων πάλιν τοὺς ἑξῆς πείσομεν. πόθεν δὲ καὶ ἀπέῤῥιψεν ὅτι κατὰ διαδοχὴν ἀεὶ τῶν ὑστέρων πειθομένων ἡμῖν καὶ ἁλισκομένων διὰ τὸ μὴ ἀμύνεσθαι τοὺς πολεμίους μία τις ἀρχὴ σωφρονήσασα καὶ προειδομένη τὸ συμβαῖνον παγγενεὶ ἡμᾶς διολέσει; ἀλλ᾿ ἔοικε φλυαρίας ἐν τούτοις ἑξῆς συνάπτων καὶ τοῦτ᾿ ἀφ᾿ ἑαυτοῦ ἀπεῤῥοιβδηκέναι.

Μετὰ δὲ ταῦτα εὐχήν τινα εἰπὼν τήν· εἰ γὰρ δὴ οἷόν τε εἰς ἕνα συμφρονῆσαι νόμον τοὺς τὴν Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην Ἕλληνάς τε καὶ βαρβάρους ἄχρι περάτων νενεμημένους, ἀδύνατον τοῦτο νομίσας εἶναι ἐπιφέρει ὅτι ὁ τοῦτο οἰόμενος οἶδεν οὐδέν. εἰ δὲ χρὴ καὶ τοῦτ᾿ εἰπεῖν, λελέξεται ὀλίγα εἰς τὸν τόπον, δεόμενον πολλῆς ἐξετάσεως καὶ κατασκευῆς, εἰς τὸ φανῆναι οὐ μόνον δυνατὸν ἀλλὰ καὶ ἀληθὲς τὸ λεγόμενον περὶ τοῦ εἰς ἕνα συμφρονῆσαι νόμον πᾶν τὸ λογικόν. οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς. ἐπικρατήσαντος ὡς οἷόν τε τοῦ ἰσχυροτέρου τῶν ἄλλων στοιχείου, τὴν ἐκπύρωσιν ἔσεσθαι πάντων εἰς πῦρ μεταβαλλόντων, ἡμεῖς δὲ τῆς λογικῆς φύσεώς φαμεν ὅλης κρατῆσαί ποτε τὸν λόγον καὶ μεταποιῆσαι πᾶσαν ψυχὴν εἰς τὴν ἑαυτοῦ τελειότητα, ἐπὰν

v.2.p.289
ἕκαστος ψιλῇ χρησάμενος τῇ ἐξουσίᾳ ἕληται ἃ βούλεται καὶ γένηται ἐν οἷς εἵλατο· καὶ φαμεν ὅτι οὐκ ἔστιν εἰκὸς, ὥσπερ ἐπὶ τῶν (ἐν) τοῖς σώμασι νοσημάτων καὶ τραυμάτων τινὰ τῶν συμβαινόντων ἰσχυρότερα εἶναι πάσης ἰατρικῆς τέχνης, οὕτως ἐπὶ τῶν ψυχῶν εἶναί τι
214
τῶν ἀπὸ κακίας ἀδύνατον ὑπὸ τοῦ ἐπὶ πᾶσι λογικοῦ καὶ θεοῦ θεραπευθῆναι. πάντων γὰρ τῶν ἐν ψυχῇ κακῶν δυνατώτερος ὢν ὁ λόγος καὶ ἡ ἐν αὐτῷ θεραπεία προσάγει κατὰ βούλησιν θεοῦ ἑκάστῳ αὐτὴν, καὶ τὸ τέλος τῶν πραγμάτων ἀναιρεθῆναί ἐστι τὴν κακίαν· πότερον δὲ ὥστε μηδαμῇ μηδαμῶς ἔτι αὐ
796
τὴν ἐπιτραπῆναι δύνασθαι ἢ μὴ, οὐ τοῦ παρόντος ἐστὶ λόγου διδάξαι.

πολλὰ μὲν ουν αἱ προφητεῖαι περὶ τῆς παντελοῦς ἀναιρέσεως τῶν κακῶν καὶ διορθώσεως πάσης ψυχῆς ἐν ἀποῤῥήτοις λέγουσιν, ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὴν ἀπὸ τοῦ Σοφονίου λέξιν, οὕτως ἔχουσαν· „ἑτοιμάζου, ὄρθρισον· διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. διὰ τοῦτο ὑπόμεινόν (με), λέγει κύριος, ἐν ἡμέρᾳ ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ ἐκδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ᾿ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου. ἐν γὰρ πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν (αὐτῷ) ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας θύσουσι θυσίας μοι. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.“

v.2.p.290
ὁ δυνάμενος δ᾿ εἰς ταῦτα ὅλα μὲν κατανοήσας τὴν σαφήνειαν τῆς προφητείας παραστησάτω, μάλιστα δ᾿ ἐξετασάτω, τί τὸ ἀναλουμένης πάσης τῆς γῆς μεταστραφῆναι „ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς,“ ἀνάλογον τοῖς πρὸ τῆς συγχύσεως πράγμασι· καὶ κατανοησάτω, τί τὸ „ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα,“ ὡς περιαιρεθῆναι „τὰ τῆς ὕβρεως φαυλίσματα,“ καὶ μηκέτι εἶναι „ἀδικίαν“ μηδὲ λόγους ματαίους μηδὲ γλῶσσαν δολίαν.

ταῦτα δ᾿ ἔδοξέ μοι μετρίως καὶ οὐ μετὰ τῆς ἀκριβοῦς διηγήσεως παραθέσθαι διὰ τὴν Κέλσου λέξιν, οἰομένου τὸ συμφρονῆσαι τοὺς τὴν Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην Ἕλληνάς τε καὶ βαρβάρους οἰκοῦντας ἀδύνατον εἶναι. καὶ τάχα ἀληθῶς ἀδύνατον μὲν τὸ τοιοῦτο τοῖς ἔτι ἐν σώμασι, οὐ μὴν ἀδύνατον καὶ ἀπολυθεῖσιν αὐτῶν.

Εἶθ᾿ ἑξῆς προτρέπεται ἡμᾶς ὁ Κέλσος ἀρήγειν τῷ

214
βασιλεῖ παντὶ σθένει καὶ συμπονεῖν αὐτῷ τὰ δίκαια καὶ ὑπερμαχεῖν αὐτοῦ καὶ συστρατεύειν αὐτῷ, ἂν ἐπείγῃ, καὶ συστρατηγεῖν. λεκτέον δὲ καὶ πρὸς ταῦτα ὅτι ἀρήγομεν κατὰ καιρὸν τοῖς βασιλεῦσι θείαν, ἵν᾿ οὕτως εἴπω, ἄρηξιν, καὶ „πανοπλίαν“ ἀναλαμβάνοντες „θεοῦ.“ καὶ ταῦτα ποιοῦμεν πειθόμενοι
797
ἀποστολικῇ φωνῇ λεγούσῃ· „παρακαλῶ οὖν ὑμᾶς πρῶτον ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων.“ καὶ ὅσῳ γε τὶς εὐσεβέστερός ἐστι, τοσούτῳ ἀνυτικώτερος ἐν τῷ ἀρήγειν τοῖς βασιλεύουσι παρὰ τοὺς εἰς τὰς παρατάξεις ἐξιόντας στρατιώτας καὶ ἀναιροῦντας οὓς ἂν δύνωνται τῶν πολεμίων.

εἶτα δὲ καὶ ταῦτ᾿ εἴποιμεν ἂν πρὸς τοὺς ἀλλοτρίους τῆς πίστεως καὶ ἀξιοῦντας ἡμᾶς στρατεύεσθαι ὑπὲρ τοῦ κοινοῦ καὶ ἀνθρώπους ἀναιρεῖν ὅτι καὶ οἱ καθ᾿ ὑμᾶς ἱερεῖς ἀγαλμάτων τινῶν καὶ νεωκόροι ὧν νομίζετε θεῶν τηροῦσιν ἑαυτῶν ἀμίαντον τὴν δεξιὰν διὰ τὰς θυσίας, ἵν᾿ ἀναιμάκτοις χερσὶ καὶ καθαραῖς ἀπὸ φόνων προσάγωσι τὰς νενομισμένας θυσίας οἷς φατε θεοῖς· καὶ οὐ δή που

v.2.p.291
πολέμου καταλαβόντος καὶ τοὺς ἱερεῖς στρατεύετε. εἰ ουν τοῦτ᾿ εὐλόγως γίνεται. πόσῳ μᾶλλον ἄλλων στρατευομένων καὶ οὗτοι στρατεύονται ὡς ἱερεῖς τοῦ θεοῦ καὶ θεραπευταὶ, καθαρὰς μὲν τηροῦντες τὰς δεξιὰς ἀγωνιζόμενοι δὲ διὰ τῶν πρὸς θεὸν εὐχῶν ὑπὲρ τῶν δικαίως στρατευομένων καὶ ὑπὲρ τοῦ δικαίως βασιλεύοντος, ἵνα τὰ ἐναντία πάντα καὶ ἐχθρὰ τοῖς δικαίως πράττουσι καθαιρεθῇ; ἡμεῖς δὲ καὶ ταῖς εὐχαῖς πάντας δαίμονας. τοὺς ἐγείροντας τὰ πολεμικὰ καὶ ὅρκους συγχέοντας καὶ τὴν εἰρήνην ταράσσοντας, καθαιροῦντες μᾶλλον βοηθοῦμεν τοῖς βασιλεύουσιν ἤπερ οἱ δοκοῦντες στρατεύεσθαι. συμπονοῦμεν δὲ τοῖς κοινοῖς πράγμασιν οἱ μετὰ δικαιοσύνης ἀναφέροντες προσευχὰς, σὺν ἀσκήσεσι καὶ μελέταις διδασκούσαις καταφρονεῖν ἡδονῶν καὶ μὴ ἄγεσθαι ὑπ᾿ αὐτῶν. ἡμεῖς καὶ μᾶλλον ὑπερμαχοῦμεν τοῦ βασιλέως· καὶ οὐ συστρατευόμεθα μὲν αὐτῷ, κἂν ἐπείγῃ, στρατευόμεθα δὲ ὑπὲρ αὐτοῦ ἴδιον στρατόπεδον εὐσεβείας συγκροτοῦντες διὰ τῶν πρὸς τὸ θεῖον ἐντεύξεων.

Εἰ δὲ βούλεται ἡμᾶς ὁ Κέλσος καὶ στρατηγεῖν (ὑπὲρ) πατρίδος. ἴστω ὅτι καὶ ταῦτα ποιοῦμεν, οὐ πρὸς τὸ

798
βλέπεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ κενοδοξεῖν ἐπ᾿ αὐτῶν ταῦτα πράττοντες· ἐν γὰρ τῷ κρυπτῷ ἡμῶν κατ᾿ αὐτὸ τὸ ἡγεμονικὸν εὐχαί εἰσιν, ἀναπεμπόμεναι ὡς ἀπὸ ἱερέων ὑπὲρ τῶν ἐν τῇ πατρίδι ἡμῶν. Χριστιανοὶ
216
δὲ μᾶλλον εὐεργετοῦσι τὰς πατρίδας ἢ οἱ λοιποὶ τῶν ἀνθρώπων, παιδεύοντες τοὺς πολίτας καὶ εὐσεβεῖν διδάσκοντες εἰς τὸν πολιέα θεὸν, ἀναλαμβάνοντες εἰς θείαν τινὰ καὶ ἐπουράνιον πόλιν τοὺς ἐν ταῖς ἐλαχίσταις πόλεσι καλῶς βιώσαντας· πρὸς οὓς λέγοιτο ἄν· (ἐν) ἐλαχίστῃ πόλει „πιστὸς ἐγένου,“ ἧκε καὶ ἐπὶ τὴν μεγάλην, ὅπου „θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει,“ καὶ σὲ συναριθμῶν αὐτοῖς, ἐὰν μηκέτι ὡς ἄνθρωπος ἀποθνῄσκῃς μηδ᾿ „ὡς εἷς τῶν ἀρχόντων“ πίπτῃς.

v.2.p.292

Προτρέπει δ᾿ ἡμᾶς Κέλσος καὶ ἐπὶ τὸ ἄρχειν τῆς πατρίδος, ἐὰν δέῃ καὶ τοῦτο ποιεῖν ἕνεκεν σωτηρίας νόμων καὶ εὐσεβείας. ἡμεῖς δὲ ἐν ἑκάστῃ πόλει ἄλλο σύστημα πατρίδος κτισθὲν λόγῳ θεοῦ ἐπιστάμενοι τοὺς δυνατοὺς λόγῳ καὶ βίῳ ὑγιεῖ χρωμένους ἄρχειν ἐπὶ τὸ ἄρχειν ἐκκλησιῶν παρακαλοῦμεν; οὐκ ἀποδεχόμενοι μὲν τοὺς φιλάρχους βιαζόμενοι δὲ τοὺς διὰ πολλὴν μετριότητα τὴν κοινὴν φροντίδα τῆς ἐκκλησίας τοῦ θεοῦ μὴ βουλομένους προπετῶς ἀναδέξασθαι· καὶ οἱ καλῶς ἄρχοντες ἡμῶν βιασθέντες ὑπάρχουσι. τοῦ μεγάλου βασιλέως ἀναγκάζοντος, ὃν πεπείσμεθα εἶναι υἱὸν θεοῦ λόγον θεόν. καὶ εἰ ἄρχουσιν οἱ καλῶς ἄρχοντες ἐν τῇ ἐκκλησίᾳ τῆς κατὰ θεὸν πατρίδος (λέγω δὲ τῆς ἐκκλησίας), λεγόμενοι ἢ (βιαζόμενοι), καὶ ἄρχουσι κατὰ τὰ ὑπὸ τοῦ θεοῦ προστεταγμένα, οὐδὲν παρὰ τοῦτο μολύνοντες τῶν θετῶν νόμων.

καὶ οὐ φεύγοντές γε τὰς κοινοτέρας τοῦ βίου λειτουργίας Χριστιανοὶ τὰ τοιαῦτα περιΐστανται ἀλλὰ τηροῦντες ἑαυτοὺς θειοτέρᾳ καὶ ἀναγκαιοτέρᾳ λειτουργίᾳ ἐκκλησίας θεοῦ ἐπὶ σωτηρίᾳ ἀνθρώπων καὶ ἀναγκαίως ἅμα καὶ δικαίως ἡγούμενοι καὶ πάντων πεφροντικότες, τῶν μὲν ἔνδον, ἵν᾿ ὁσημέραι βέλτιον βιῶσι, τῶν δὲ δοκούντων ἔξω, ἵνα γένωνται ἐν τοῖς σεμνοῖς τῆς θεοσεβείας λόγοις καὶ ἔργοις καὶ οὕτω θεὸν ἀληθῶς σέβοντες καὶ πολλοὺς ὅση δύναμις παιδεύοντες ἀνακραθῶσι τῷ τοῦ θεοῦ λόγῳ καὶ τῷ θείῳ νόμῳ καὶ οὕτως ἑνωθῶσι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἑνοῦντος αὐτῷ υἱοῦ θεοῦ λόγου καὶ σοφίας καὶ ἀληθείας καὶ δικαιοσύνης πάντα τὸν προτετραμμένον ἐπὶ τὸ κατὰ θεὸν ἐν πᾶσι ζῆν.

Ἔχεις δ᾿ ἐν τούτοις, ἱερὲ Ἀμβρόσιε, τὸ τέλος

799
κατὰ τὴν παροῦσαν ἡμῖν καὶ δοθεῖσαν δύναμιν τῶν προστεταγμένων ὑπὸ
v.2.p.293
σοῦ. καὶ περιεγράψαμεν ἐν ὀκτὼ βιβλίοις πάντα, ὅσα πρέπον εἶναι ἐνομίσαμεν ὑπαγορεῦσαι πρὸς τὸν ἐπιγεγραμμένον Κέλσου ἀληθῆ λόγον. τοῦ δ᾿ ἐντυγχάνοντός ἐστι τῷ ἐκείνου συγγράμματι καὶ οἷς
216
ἡμεῖς κατ᾿ αὐτοῦ ὑπηγορεύσαμεν κρῖναι, ὁπότερα μᾶλλον πνεῖ τοῦ ἀληθινοῦ θεοῦ καὶ τοῦ τρόπου τῆς εἰς αὐτὸν εὐσεβείας καὶ τῆς εἰς ἀνθρώπους φθανούσης ὑγιῶν δογμάτων προτρεπομένων ἐπὶ τὸν ἄριστον βίον ἀληθείας.

ἴσθι μέντοι ἐπαγγελλόμενον τὸν Κέλσον ἄλλο σύνταγμα μετὰ τοῦτο ποιήσειν, ἐν ᾧ διδάξειν ἐπηγγείλατο, ὅπῃ βιωτέον τοὺς βουλομένους αὐτῷ καὶ δυναμένους πείθεσθαι. εἰ μὲν οὖν οὐκ ἔγραψεν ὑποσχόμενος τὸν δεύτερον λόγον, εὖ ἂν ἔχοι ἀρκεῖσθαι ἡμᾶς τοῖς ὀκτὼ πρὸς τὸν λόγον αὐτοῦ ὑπαγορευθεῖσι βιβλίοις· εἰ δὲ κἀκεῖνον ἀρξάμενος συνετέλεσε, ζήτησον καὶ πέμψον τὸ σύγγραμμα. ἵνα καὶ πρὸς ἐκεῖνο ἅπερ ἂν ὁ τῆς ἀληθείας διδῷ ἡμῖν πατὴρ ὑπαγορεύσαντες καὶ τὴν ἐν ἐκείνῳ ψευδοδοξίαν ἀνατρέψωμεν, εἰ δέ που τι ἀληθὲς λέγεται, τούτῳ ἀφιλονείκως ὡς καλῶς εἰρημένῳ μαρτυρήσωμεν.

v.2.p.294
v.2.p.295
v.2.p.296