Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἑπτὰ δὲ οὐρανοὺς ἢ ὅλως περιωρισμένον ἀριθμὸν αὐτῶν αἱ φερόμεναι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ οὐκ ἀπαγγέλλουσι γραφαὶ, ἀλλ᾿ οὐρανοὺς, εἴτε τὰς σφαίρας τῶν παρ᾿ Ἕλλησι λεγομένων πλανήτων εἴτε καὶ ἄλλο τι ἀποῤῥητότερον ἐοίκασι διδάσκειν οἱ λόγοι. καὶ τὸ ὁδὸν

646
δὲ εἶναι ταῖς ψυχαῖς ἐς γῆν
145
καὶ ἀπὸ γῆς Κέλσος μὲν κατὰ Πλάτωνά φησι γίνεσθαι διὰ τῶν πλανήτων· Μωϋσῆς δὲ, ὁ ἀρχαιότατος ἡμῶν προφήτης. ἐν ὄψει τοῦ πατριάρχου ἡμῶν Ἰακώβ φησιν ἑωρᾶσθαι θεῖον ἐνύπνιον, κλίμακα „εἰς οὐρανὸν“ φθάνουσαν καὶ ἀγγέλους „τοῦ θεοῦ“ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ᾿ αὐτῆς, τὸν δὲ κύριον ἐπεστηριγμένον ἐπὶ τοῖς ἄκροις αὐτῆς, εἴτε ταῦτα εἴτε τινὰ μείζονα τούτων αἰνιττόμενος ἐν τῷ περὶ τῆς κλίμακος λόγῳ· περὶ ἧς καὶ τῷ Φίλωνι συντέτακται βιβλίον, ἄξιον φρονίμου καὶ συνετῆς παρὰ τοῖς φιλαλήθεσιν ἐξετάσεως.

Ἑξῆς δὲ τούτοις βουλόμενος ὁ Κέλσος πολυμάθειαν ἑαυτοῦ ἐπιδείξασθαι ἐν τῷ καθ᾿ ἡμῶν λόγῳ ἐκτίθεταί τινα καὶ Περσικὰ

v.2.p.92
μυστήρια ἐν οἷς φησιν· αἰνίττεται ταῦτα καὶ ὁ Περσῶν λόγος, καὶ ἡ τοῦ Μίθρου τελετὴ, (ἣ) παρ᾿ αὐτοῖς ἐστιν. ἔστι γάρ τι ἐν αὐτῇ σύμβολον τῶν δύο τῶν ἐν οὐρανῷ περιόδων, τῆς τε ἀπλανοῦς καὶ τῆς εἰς τοὺς πλανήτας αὖ νενεμημένης, καὶ τῆς δι᾿ αὐτῶν τῆς ψυχῆς διεξόδου. τοιόνδε τὸ σύμβολον· κλῖμαξ ἑπτάπυλος, ἐπὶ δ᾿ αὐτῇ πύλη ὀγδόη. ἡ πρώτη τῶν πυλῶν μολίβδου, ἡ δευτέρα κασσιτέρου, ἡ τρίτη χαλκοῦ, ἡ τετάρτη σιδήρου, ἡ πέμπτη κεραστοῦ νομίσματος, ἡ ἕκτη ἀργύρου, χρυσοῦ δὲ ἡ ἑβδόμη. τὴν πρώτην τίθενται Κρόνου, τῷ μολίβδῳ τεκμηριούμενοι τὴν βραδυτῆτα τοῦ ἀστέρος, τὴν δευτέραν Ἀφροδίτης, παραβάλλοντες αὐτῇ τὸ φαιδρόν τε καὶ μαλακὸν τοῦ κασσιτέρου, τὴν τρίτην τοὺ Διὸς, τὴν χαλκοβατῆ καὶ στεῤῥὰν, τὴν τετάρτην Ἑρμοῦ, τλήμονα γὰρ ἔργων ἁπάντων καὶ χρηματιστὴν καὶ πολύκμητον εἶναι τόν τε σίδηρον καὶ τὸν Ἑρμῆν, τὴν πέμπτην Ἄρεος, τὴν ἐκ τοῦ κράματος ἀνώμαλόν τε καὶ ποικίλην, ἕκτην Σελήνης
647
τὴν ἀργυρᾶν, ἑβδόμην Ἡλίου τὴν χρυσῆν, μιμούμενοι τὰς χρόας αὐτῶν.

ἑξῆς ἐξετάζει τὴν αἰτίαν τῆς οὕτω κατειλεγμένης τάξεως τῶν ἀστέρων, δηλουμένης διὰ συμβόλων ἐν τοῖς ὀνόμασι τῆς λοιπῆς ὕλης, καὶ μουσικοὺς λόγους προσάπτει ᾗ ἐκτίθεται Περσῶν θεολογίᾳ· προσφιλοτιμεῖται δὲ τούτοις καὶ δευτέραν ἐκθέσθαι διήγησιν, πάλιν ἐχομένην μουσικῶν θεωρημάτων. ἔδοξε δέ μοι τὸ ἐκθέσθαι τὴν λέξιν ἐν τούτοις τοῦ Κέλσου ἄτοπον εἶναι καὶ ὅμοιον ᾧ αὐτὸς πεποίηκεν, εἰς τὴν περὶ Χριστιανῶν καὶ Ἰουδαίων

v.2.p.93
κατηγορίαν ἀκαίρως παραλαβὼν οὐ μόνον τὰ Πλάτωνος, ὡς ἐκείνοις ἀρκεῖσθαι, ἀλλὰ καὶ τὰ, ὥς φησι, Περσῶν τοῦ Μίθρου μυστήρια καὶ τὴν διήγησιν αὐτῶν. ὅπως ποτὲ γὰρ ἐχέτω ταῦτα, εἴτε ψευδῶς εἴτ᾿ ἀληθῶς, τοῖς τὰ τοῦ Μίθρου πρεσβεύουσι καὶ Πέρσαις· τί δὴ οὖν μᾶλλον ταῦτ᾿ ἐξέθετο ἤ τι τῶν λοιπῶν μυστηρίων μετὰ τῆς διηγήσεως αὐτῶν; οὐ γὰρ δοκεῖ παρ᾿ Ἕλλησιν εἶναι ἐξαίρετα τὰ τοῦ Μίθρου παρὰ τὰ Ἐλευσίνια ἢ τὰ παραδιδόμενα τοῖς ἐν Αἰγίνῃ μυουμένοις τὰ τῆς Ἑκάτης. τί δὲ μᾶλλον εἴπερ
146
βαρβαρικὰ ἐβούλετο μυστήρια ἐκτίθεσθαι μετὰ τῆς διηγήσεως αὐτῶν, οὐ μᾶλλον τὰ Αἰγυπτίων, ἐν οἷς πολλοὶ σεμνύνονται, ἢ τὰ Καππαδοκῶν περὶ τῆς ἐν Κομάνοις Ἀρτέμιδος ἢ τὰ Θρᾳκῶν ἢ καὶ τὰ Ῥωμαίων αὐτῶν, τελούντων τοὺς εὐγενεστάτους τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς; ἀλλ᾿ εἰ ἄκαιρον αὐτῷ ἔδοξεν ἐκείνων τι παραβαλεῖν ὡς μηδαμῶς συμβαλλόμενον εἰς τὴν Ἰουδαίων ἢ Χριστιανῶν κατηγορίαν, πῶς οὐχὶ τὸ αὐτὸ ἄκαιρον καὶ ἐπὶ τῆς ἐκθέσεως τῶν Μιθραϊκῶν αὐτῷ ἐφαίνετο;

Εἰ δέ τις βούλοιτο μὴ ἀφ᾿ ἧς παρέθετο αἱρέσεως ἀσημοτάτης ἀλλὰ ἀπὸ βιβλίων πῇ μὲν Ἰουδαϊκῶν καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν ἀναγινωσκομένων, ἅπερ Χριστιανοὶ προσίενται, πῇ δὲ Χριστιανῶν μόνων λαβεῖν ἀφορμὰς τῆς μυστικωτέρας περὶ εἰσόδου ψυχῶν εἰς τὰ θεῖα θεωρίας, ἀναγνώτω τὰ ἐπὶ τέλει τῆς τοῦ Ἰεζεκιὴλ προφητείας ἑωραμένα τῷ προφήτῃ, ἐν οἷς διάφοροι πύλαι καταγεγραμμέναι εἰσὶν, αἰνισσόμεναί τινα περὶ τῆς διαφόρου εἰσόδου τῶν θειοτέρων ψυχῶν ἐπὶ τὰ κρείττονα· ἀναγνώτω δὲ καὶ ἐκ τῆς Ἰωάννου Ἀποκαλύψεως τὰ περὶ τῆς πόλεως τοῦ θεοῦ Ἱερουσαλὴμ ἐπουρανίον καὶ τῶν θεμελίων καὶ τῶν πυλῶν αὐτῆς. εἰ δὲ δύναται διὰ συμβόλων καὶ τὴν ὁδὸν δεδηλωμένην τῶν ὁδευσόντων ἐπὶ τὰ θεῖα μαθεῖν, ἀναγνώτω τοὺς ἐπιγεγραμμένους Ἀριθμοὺς Μωϋσέως καὶ ζητησάτω τὸν δυνάμενον αὐτὸν μυσταγωγῆσαι

648
ἐπὶ τὰ περὶ τῶν παρεμβολῶν τῶν υἱῶν Ἰσραὴλ ἀναγεγραμμένα, ποῖαι μὲν κατὰ τὰ
v.2.p.94
ἀνατολικὰ τεταγμέναι εἰσὶ μέρη ὡς πρῶται, ποῖαι δὲ ἐπὶ τὰ κατὰ λίβα (ἢ) κατὰ νότον, καὶ τίνες αἱ κατὰ θάλασσαν, καὶ τίνες αἱ τελευταῖαι κατὰ βοῤῥᾶν. ὄψεται γὰρ θεωρήματα οὐκ εὐκαταφρόνητα ἐν τοῖς τόποις οὐδ᾿, ὡς Κέλσος οἴεται, μωρῶν τινων ἀκροατῶν καὶ ἀνδραπόδων δεόμενα· διαλήψεται γὰρ, τίνες ἐν αὐτοῖς, καὶ (τίνα) τὰ περὶ τῆς φύσεως τῶν κατειλεγμένων ἐν αὐτοῖς ἀριθμῶν καὶ ἐφαρμοσθέντων ἑκάστῃ φυλῇ, περὶ ὧν νῦν ἡμῖν ἐκθέσθαι ἔδοξεν οὐκ εὔκαιρον εἶναι.

ἴστω δὲ Κέλσος καὶ οἱ ἐντυγχάνοντες αὐτοῦ τῷ βιβλίῳ ὅτι οὐδαμοῦ τῶν γνησίων καὶ θείων πεπιστευμένων γραφῶν ἑπτὰ εἴρηνται οὐρανοί· οὔτ᾿ ἀπὸ Περσῶν ἢ Καβείρων λαβόντες ἡμῶν οἱ προφῆται λέγουσί τινα οὐδ᾿ οἱ τοῦ Ἰησοῦ ἀπόστολοι οὐδ᾿ αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ.

Ἑξῆς δὲ τῷ ἀπὸ τῶν Μιθραϊκῶν ληφθέντι λόγῳ ἐπαγγέλλεται ὁ Κέλσος τελετήν τινα Χριστιανῶν τελετῇ προειρημένῃ Περσῶν τὸν βουλόμενον συνεξετάσαι, ταῦτα ἀλλήλοις παραβαλόντα καὶ γυμνώσαντα καὶ τὰ Χριστιανῶν, οὕτω θεάσασθαι τὴν διαφορὰν αὐτῶν. καὶ ὅπου μὲν ᾔδει ὀνόματα εἰπεῖν αἱρέσεων, οὐκ ὤκνησεν ἐκθέσθαι ἃς ἐδόκει εἰδέναι· ὅπου δὲ μᾶλλον ἐχρῆν, εἴπερ ἠπίστατο, τοῦτο ποιῆσαι καὶ διδάξαι, ποία αἵρεσις χρῆται τῷ διατυπωθέντι διαγράμματι, τοῦτ᾿ οὐ πεποίηκε.

δοκεῖ

146
δέ μοι καὶ ἐκ τούτων ἐκ παρακουσμάτων ἀσημοτάτης αἱρέσεως Ὀφιανῶν οἶμαι ἐκτεθεῖσθαι τὰ τοῦ διαγράμματος ἀπὸ μέρους. τούτῳ δ᾿ ἡμεῖς κατὰ τὸ φιλομαθὲς ἡμῶν περιτετεύχαμεν, ἐν ᾧ εὕρομεν πλάσματα ἀνθρώπων, ὡς ὁ Παῦλος ὠνόμασεν, ἐνδυνόντων „εἰς τὰς οἰκίας καὶ“ αἰχμαλωτιζόντων „γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.“ οὕτω δὲ πᾶσαν ἀπιθανότητα εἶχε τὸ διάγραμμα, ὡς μηδὲ τὰ εὐεξαπάτητα „γυναικάρια“ μηδὲ τοὺς ἀγροικοτάτους καὶ ὑφ᾿ οὑτινοσοῦν πιθανοῦ ἑτοίμως ἔχοντας ἄγεσθαι συγκατατεθεῖσθαι τῷ διαγράμματι. οὐδενὶ γοῦν, καίτοι γε πολλοὺς ἐκπεριελθόντες τόπους τῆς γῆς καὶ
v.2.p.95
τοὺς πανταχοῦ ἐπαγγελλομένους τι εἰδέναι ζητήσαντες, περιτετεύχαμεν πρεσβεύοντι τὰ τοῦ διαγράμματος.

649
Ἐν ᾧ ἦν διαγραφὴ κύκλων, ἀπολελυμένων μὲν ἀπ᾿ ἀλλήλων δέκα συνδουμένων δὲ ὑφ᾿ ἑνὸς κύκλου, ὃς ἐλέγετο εἶναι ἡ τῶν ὅλων ψυχὴ καὶ ὠνομάζετο Λευϊαθὰν, ὅντινα αἱ Ἰουδαίων γραφαὶ ὅ τι ποτ᾿ οὖν αἰνισσόμεναι ἔλεγον πεπλάσθαι ὑπὸ τοῦ θεοῦ παίγνιον. ἐν γὰρ ψαλμοῖς εὕρομεν· „πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ πλοῖα διαπορεύονται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.“ ἀντὶ δὲ τοῦ „δράκων“ Λευϊαθὰν ἦν ἐν τῷ Ἑβραϊκῷ. τὸ τοίνυν ἀσεβὲς διάγραμμα τὸν σαφῶς οὕτως κατηγορηθέντα ἐν τῷ προφήτῃ Λευϊαθὰν ἔλεγεν εἶναι τὴν διὰ τῶν ὅλων πεφοιτηκυῖαν ψυχήν. εὕρομεν δ᾿ ἐν αὐτῷ καὶ τὸν Βεημὼν ὀνομαζόμενον ὡσπερεὶ τεταγμένον τινὰ μετὰ τὸν κατωτάτω κύκλον. τοῦτον δὲ τὸν Λευϊαθὰν ὁ τὸ μιαρὸν ἐκεῖνο διάγραμμα ἀναπλάσας ἐπὶ τοῦ κύκλου καὶ τοῦ κέντρου αὐτοῦ κατέγραψε, δὶς ἐκθέμενος αὐτοῦ τὸ ὄνομα.

ἔτι δὲ ὁ Κέλσος μελαίνῃ γραμμῇ παχείᾳ φησὶ διειλημμένον εἶναι τὸ διάγραμμα, καὶ ταύτην ἔφασκεν εἰρῆσθαι αὐτῷ τὴν Γέενναν, οὖσαν καὶ Τάρταρον. τὴν δὲ Γέενναν ἡμεῖς ἐν τῷ εὐαγγελίῳ γεγραμμένην ὡς κολαστήριον εὑρόντες, ἐζητήσαμεν, εἴ που τῶν παλαιῶν γραμμάτων ὠνομάσθη, καὶ μάλιστα ἐπείπερ καὶ Ἰουδαῖοι χρῶνται τῷ ὀνόματι. εὕρομεν δὲ ὅπου μὲν Φάραγξ „υἱοῦ Ἐννὸμ“ ὀνομαζομένην ἐν τῇ γραφῇ, ἐν δὲ τῷ Ἑβραϊκῷ ἀντὶ τοῦ Φάραγξ μεμαθήκαμεν ὅτι κατὰ τοῦ αὐτοῦ ὑποκειμένου ἐλέγετο ἡ

147
Φάραγξ Ἐννὸμ καὶ ἡ Γέεννα. ἐπιτηροῦντες δὲ τὰ ἀναγνώσματα εὑρίσκομεν καὶ ἐν τῷ κλήρῳ τῆς φυλῆς Βενιαμὶν τὴν Γέενναν ἢ Φάραγγα Ἐννὸμ κατειλεγμένην, οὗ ἦν καὶ Ἱερουσαλήμ. καὶ ἐξετάζοντες
v.2.p.96
τὴν ἀκολουθίαν τοῦ εἶναι ἐπουράνιον Ἰερουσαλὴμ ἀπὸ τοῦ κλήρου Βενιαμὶν καὶ τῆς Φάραγγος Ἐννὸμ εὑρίσκομέν τι εἰς τὸν περὶ κολάσεων τόπον, μεταλαμβα
650
νομένων εἰς τὴν μετὰ βασάνου κάθαρσιν τῶν τοιωνδὶ ψυχῶν κατὰ τὸ „ἰδοὺ κύριος εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς ποία πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων (ὡς) τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον“

καὶ κατὰ τὸ περὶ τὴν Ἱερουσαλὴμ γίνεσθαι κολάσεις χωνευομένων, τῶν ἀναλαβόντων εἰς τὴν ἑαυτῶν τῆς ψυχῆς ὑπόστασιν τὰ ἀπὸ κακίας, τροπικῶς που ὀνομαζομένης μολίβδου· διὸ ἡ ἀνομία παρὰ τῷ Ζαχαρίᾳ ἐπὶ „τάλαντον μολίβδου“ ἐκαθέζετο.

Ὅσα δ᾿ εἰς τὸν τόπον λεχθείη ἂν, οὔτε πᾶσιν οὔτε τοῦ παρόντος καιροῦ ἐστι διηγήσασθαι· ἀλλ᾿ οὐδ᾿ ἀκίνδυνον τὴν τῶν τοιούτων σαφήνειαν πιστεῦσαι γραφῇ. ἅτε τῶν πολῶν οὐ χρῃζόντων πλείονος διδασκαλίας παρὰ τὴν περὶ τῆς κατὰ τῶν ἁμαρτανόντων κολάσεως. εἰς γὰρ τὰ ὑπερέκεινα αὐτῆς οὐ χρήσιμον ἀναβαίνειν διὰ τοὺς μόγις φόβῳ τῆς αἰωνίου κολάσεως κἂν συστέλλοντας ἐπὶ ποσὸν τῆς κακίας καὶ τῶν ἀπ᾿ αὐτῆς ἁμαρτανομένων χύσιν.

οὔτ᾿ οὖν τὸ διάγραμμα οὔτε Κέλσος οἶδε τὸν περὶ Γεέννης λόγον· ἐπεὶ οὔτ᾿ ἂν ἐκεῖνοι ζωγραφίας καὶ διαγράμματα ἐσεμνοποίουν ὡς δι᾿ αὐτῶν παριστάντες τὸ ἀληθὲς. οὔτ᾿ ἂν ὁ Κέλσος ἐν τῷ κατὰ Χριστιανῶν συγγράμματι τὰ μηδαμῶς ὑπὸ Χριστιανῶν λεγόμενα ἀλλά τινων, τάχα οὐδ᾿ ἔτι ὄντων ἀλλὰ πάντῃ ἐκλελοιπότων καὶ εἰς πάνυ ὀλίγους καὶ εὐαριθμήτους καταστάντων, ἐνετίθει ταῖς κατὰ Χριστιανῶν κατηγορίαις. καὶ ὥσπερ οὐ καθήκει τοῖς τὰ Πλάτωνος φιλοσοφοῦσιν ἀπολογεῖσθαι περὶ Ἐπικούρου καὶ τῶν ἀσεβῶν αὐτοῦ δογμάτων, οὕτως οὐδ᾿ ἡμῖν περὶ τῶν ἐν τῷ διαγράμματι καὶ τῶν κατ᾿ αὐτοῦ λεγομένων ὑπὸ Κέλσου. διόπερ ὡς περισσὰ καὶ μάτην ἐκκείμενα ἐῶμεν τὰ ὑπὸ Κέλσου εἰς ταῦτα λελεγμένα· μᾶλλον γὰρ Κέλσου ἡμεῖς αὐτῶν παρὰ τοῖς κεκρατημένοις ὑπὸ τοιούτων λόγων κατηγορήσομεν.

Ἑξῆς δὲ τοῖς περὶ τοῦ διαγράμματος μηδὲ παρακούσας

v.2.p.97
τῶν περὶ τῆς καλουμένης παρὰ τοῖς ἐκκλησιαστικοῖς σφραγῖδος ἑαυτῷ τινα ἐκτίθεται ἀλλόκοτα καὶ ἀμοιβαίας φωνὰς, ὡς τοῦ μὲν τὴν σφραγῖδα περιτιθέντος καλουμένου πατρὸς, τοῦ δὲ σφραγιζομένου λεγομένου νέου καὶ υἱοῦ καὶ ἀποκρινομένου· κέχρισμαι χρίσματι λευκῷ ἐκ ξύλου ζωῆς,
651
ὅπερ οὐδ᾿ ἐν τοῖς ἀπὸ τῶν αἱρέσεων ἠκούσαμεν γίνεσθαι. εἶτα καὶ ἀριθμὸν ὁρίζει λεγόμενον ὑπὸ τῶν παραδιδόντων τὴν σφραγῖδα ἀγγέλων ἑπτὰ, ἑκατέρωθεν τῇ ψυχῇ τοῦ ἀπαλλαττομένου σώματος ἐφισταμένων, τῶν μὲν τοῦ φωτὸς ἑτέρων δὲ τῶν ὀνομαζομένων ἁρχοντικῶν, καὶ λέγει τὸν ἄρχοντα τῶν ὀνομαζομένων ἀρχοντικῶν λέγεσθαι θεὸν
147
κατηραμένον.

εἶτ᾿ ἐπιλαβόμενος τῆς λέξεως εὐλόγως κατηγορεῖ τῶν τοῦτο τολμώντων λέγειν· τούτου δ᾿ ἕνεκα καὶ ἡμεῖς συναγανακτοῦμεν τοῖς μεμφομένοις τοὺς τοιούτους. εἰ δή τινες εἰσὶ λέγοντες θεὸν κατηραμένον τὸν Ἰουδαίων, τὸν ὕοντα καὶ βροντῶντα καὶ τοῦδε τοῦ κόσμου δημιουργὸν καὶ Μωϋσέως καὶ τῆς κατ᾿ αὐτὸν κοσμοποιΐας θεόν. ἀλλ᾿ ἔοικε βεβουλῆσθαί τι διὰ τούτων ὁ Κέλσος οὐκ εὔγνωμον ἀλλ᾿ ἀπὸ τοῦ καθ᾿ ἡμῶν ἀφιλοσόφου μίσους πάνυ ἀγνωμονέστατον. ἐβουλήθη γὰρ τοὺς ἀπείρους τῶν ἡμετέρων ἐντυχόντας αὐτοῦ τῇ γραφῇ πολεμῶσαι πρὸς ἡμᾶς, ὡς θεὸν κατηραμένον λέγοντας τὸν τοῦδε τοῦ κόσμου καλὸν δημιουργόν. καὶ δοκεῖ μοι παραπλήσιον Ἰουδαίοις πεποιηκέναι, τοῖς κατὰ τὴν ἀρχὴν (τῆς) τοῦ χριστιανισμοῦ διδασκαλίας κατασκεδάσασι δυσφημίαν τοῦ λόγου, ὡς ἄρα καταθύσαντες παιδίον μεταλαμβάνουσιν αὐτοῦ τῶν σαρκῶν, καὶ πάλιν ὅτι οἱ ἀπὸ τοῦ λόγου τὰ τοῦ σκότου πράττειν βουλόμενοι σβεννύουσι μὲν τὸ φῶς. ἕκαστος δὲ τῇ παρατυχούσῃ μίγνυται· ἥτις δυσφημία παραλόγως πάλαι μὲν πλείστων ὅσων ἐκράτει πείθουσα τοὺς ἀλλοτρίους τοῦ λόγου ὅτι τοιοῦτοί εἰσι Χριστιανοὶ,

v.2.p.98
καὶ νῦν δὲ ἔτι ἀπατᾷ τινας ἀποτρεπομένους διὰ τὰ τοιαῦτα κἂν εἰς κοινωνίαν ἁπλουστέραν λόγων ἥκειν πρὸς Χριστιανούς.

Τοιοῦτόν τι δή μοι φαίνεται ὁ Κέλσος οἰκονομῶν ἐκτεθεῖσθαι, ὡς ἄρα Χριστιανοὶ λέγουσι κατηραμένον θεὸν τὸν δημιουργὸν, ἵν᾿ ὁ πιστεύων αὐτῷ ταῦτα καθ᾿ ἡμῶν λέγοντι εἰ δυνατὸν καὶ ἐπὶ τὸ αἱρεῖν ὁρμήσαι Χριστιανοὺς ὡς πάντων ἀσεβεστάτους. φύρων δὲ τὰ πράγματα καὶ τὴν αἰτίαν ἐκτίθεται τοῦ κατηραμένον λέγεσθαι τὸν τῆς κατὰ Μωϋσέα κοσμοποιΐας θεὸν φάσκων ὅτι τοιοῦτός ἐστιν καὶ ἀρᾶς ἄξιος κατὰ τοὺς ταῦτα περὶ αὐτοῦ δοξάζοντας, ἐπείπερ τῷ ὄφει, γνῶσιν καλοῦ καὶ κακοῦ τοῖς πρώτοις ἀνθρώποις εἰσηγουμένῳ, κατηράσατο.

εἰδέναι δ᾿ αὐτὸν ἐχρῆν ὅτι οἱ τὰ τοῦ ὄφεως ἑλόμενοι ὡς καλῶς τοῖς πρώτοις ἀνθρώποις συμβουλεύσαντος καὶ Τιτᾶνας

652
καὶ Γίγαντας τοὺς μυθικοὺς ὑπερβαλόντες καὶ Ὀφιανοὶ διὰ τοῦτο καλούμενοι τοσοῦτον ἀποδέουσι τοῦ εἶναι Χριστιανοὶ, ὥστ᾿ οὐκ ἔλαττον Κέλσου κατηγορεῖν αὐτοὺς τοῦ Ἰησοῦ καὶ μὴ πρότερον προσίεσθαί τινα ἐπὶ τὸ συνέδριον ἑαυτῶν. ἐὰν μὴ ἀρὰς θῆται κατὰ τοῦ Ἰησοῦ. ὅρα γοῦν πῶς ἀλογώτατον πεποίηκεν ὁ Κέλσος ἐν τοῖς κατὰ Χριστιανῶν λόγοις παραλαβὼν ὡς Χριστιανοὺς τοὺς μηδ᾿ ἀκούειν θέλοντας τὸ ὄνομα τοῦ Ἰησοῦ, κἂν ὅτι σοφός τις ἢ μέτριος τὰ ἤθη ἢ ἄνθρωπός τις ἦν. τί οὖν εἴη ἂν ἠλιθιώτερον ἢ μανικώτερον οὐ μόνον τῶν ἀπὸ τοῦ ὄφεως ὡς ἀρχηγοῦ τῶν καλῶν χρηματίσαι βουληθέντων ἀλλὰ καὶ Κέλσου, νομίσαντος κατὰ Χριστιανῶν εἶναι κατηγορίας τὰς κατὰ τῶν Ὀφιανῶν; πάλαι μὲν οὖν ὁ τὴν εὐτέλειαν
148
ἀγαπήσας φιλόσοφος Ἑλλήνων καὶ παράδειγμα ἐκθεὶς εὐδαίμονος βίου, ὡς οὐ κωλυόμενος εὐδαιμονεῖν ἀπὸ τῆς παντελοῦς ἀκτημοσύνης, Κυνικὸν ἑαυτὸν ἀνηγόρευσεν· οὗτοι δὲ οἱ ἀνόσιοι ἀπὸ τοῦ πολεμιωτάτου ἀνθρώποις ὄφεως καὶ φρικτοτάτου ὡς οὐκ ἄνθρωποι, ὧν ἐχθρός ἐστιν ὄφις, ἀλλ᾿ ὡς ὄφεις σεμνύνονται ἐπὶ τῷ Ὀφιανοὶ
v.2.p.99
καλεῖσθαι, Εὐφράτην τινὰ εἰσηγητὴν τῶν ἀνοσίων αὐχοῦντες λόγων.

Εἶθ᾿ ἑξῆς ὡς Χριστιανοῖς λοιδορούμενος καὶ κατηγορῶν τῶν κατηραμένον εἰπόντων τὸν Μωϋσέως καὶ τοῦ κατ᾿ αὐτὸν νόμου θεὸν καὶ οἰόμενος Χριστιανοὺς εἶναι τοὺς ταῦτα λέγοντάς φησι· τί ἂν ἠλιθιώτερον ἢ μανικώτερον ταύτης τῆς ἀναισθήτου σοφίας γένοιτο; τί γὰρ ἐσφάλετο ὁ Ἰουδαίων νομοθέτης; καὶ πῶς τὴν ἐκείνου κοσμογένειαν σαυτῷ διά τινος, ὡς φῂς, τυ πώδους ἀλληγορίας λαμβάνεις ἢ

653
τὸν Ἰουδαίων νόμον, ἐπαινεῖς δὲ ἄκων, ὦ δυσσεβέστατε, τὸν τοῦ κόσμου δημιουργὸν, τὸν πάντα ὑποσχόμενον αὐτοῖς, τὸν τὸ γένος αὐτῶν αὐξήσειν μέχρι περάτων γῆς ἐπαγειλάμενον καὶ ἀναστήσειν ἐκ νεκρῶν αὐτῇ σαρκὶ καὶ αἵματι καὶ τοῖς προφήταις ἐμπνέοντα. καὶ πάλιν τοῦτον λοιδορεῖς; ἀλλ᾿ ὅταν μὲν ὑπὸ τούτων βιάζῃ, τὸν αὐτὸν θεὸν σέβειν ὁμολογεῖς· ὅταν δὲ τὰ ἐναντία ὁ σὸς διδάσκαλος Ἰησοῦς καὶ ὁ Ἰουδαίων Μωϋσῆς νομοθετῇ, θεὸν ἄλλον ἀντὶ τούτου καὶ τοῦ πατρὸς ζητεῖς.

καὶ ἐν τούτοις δὴ ὁ γενναιότατος φιλόσοφος Κέλσος σαφῶς Χριστιανοὺς συκοφαντεῖ. λέγων τοὺς αὐτοὺς, ἡνίκα μὲν ἂν Ἰουδαῖοι αὐτοὺς βιάζωνται, τὸν αὐτὸν αὐτοῖς θεὸν ὁμολογεῖν· ὅταν δὲ τὰ ἐναντία Ἰησοῦς Μωϋσεῖ νομοθετῇ, ἄλλον ἀντὶ τούτου ζητεῖν. εἴτε γὰρ Ἰουδαίοις διαλεγόμενοι εἴτε καθ᾿ ἑαυτοὺς ὄντες ἕνα καὶ τὸν αὐτὸν ἴσμεν, ὃν καὶ πάλαι ἔσεβον Ἰουδαῖοι καὶ νῦν σέβειν ἐπαγγέλλονται θεὸν, οὐδαμῶς εἰς αὐτὸν ἀσεβοῦντες. ἀλλ᾿ οὐδ᾿ ἀναστήσειν ἐκ νεκρῶν αὐτῇ σαρκὶ καὶ αἵματί φαμεν τὸν θεὸν, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται· οὐ γὰρ τὸ σπειρόμενον „ἐν φθορᾷ“ καὶ „ἐν ἀτιμίᾳ“ καὶ „ἐν ἀσθενείᾳ“ „σῶμα ψυχικόν“ φαμεν ἀνίστασθαι, ὁποῖον ἐσπάρη. ἀλλὰ γὰρ περὶ τούτων ἐν τοῖς ἀνωτέρω μετρίως ἡμῖν λέλεκται.

Εἶθ᾿ ἑξῆς ἐπαναλαμβάνει τὰ περὶ τῶν ἑπτὰ ἀρχόντων

v.2.p.100
δαιμόνων, μηδαμῶς μὲν ὑπὸ Χριστιανῶν ὀνομαζομένων οἶμαι δ᾿ ὑπὸ Ὀφιανῶν παραλαμβανομένων. καὶ εὕρομέν γε ἐν ᾧ καὶ ἡμεῖς δι᾿ ἐκείνους ἐκτησάμεθα διαγράμματι τὴν τάξιν ὁμοίως ἐκκειμένην οἷς ὁ Κέλσος ἐξέθετο. ὁ μὲν οὖν
654
Κέλσος ἔλεγε τὸν πρῶτον ἰδέᾳ λέοντος μεμορφωμένον, οὐκ ἐκθέμενος, τίνα αὐτὸν ὀνομάζουσιν οἱ ἀληθῶς δυσσεβέστατοι· ἡμεῖς δὲ εὕρομεν ὅτι τὸν ἐν ταῖς ἱεραῖς γραφαῖς εὐφημούμενον ἄγγελον τοῦ δημιουργοῦ, τοῦτον τὸ μιαρὸν ἐκεῖνο διάγραμμα ἔλεγεν εἶναι Μιχαὴλ τὸν λεοντοειδῆ. πάλιν τ᾿ αὖ μὲν Κέλσος ἔφασκε τὸν ἑξῆς καὶ δεύτερον εἶναι ταῦρον· ὃ δ᾿ εἴχομεν διάγραμμα τὸν Σουριὴλ ἔλεγεν εἶναι τὸν ταυροειδῆ.
148
εἶτα ὁ μὲν Κέλσος τρίτον ἀμφίβιόν τινα καὶ φρικῶδες ἐπισυρίζοντα· τὸ δὲ διάγραμμα τρίτον Ῥαφαὴλ ἔλεγεν εἶναι δρακοντοειδῆ. πάλιν τε αὖ ὁ μὲν Κέλσος τὸν τέταρτον ἀετοῦ ἔφασκεν ἔχειν μορφήν· τὸ δὲ διάγραμμα Γαβριὴλ ἔλεγεν εἶναι τὸν ἀετοειδῆ. εἶθ᾿ μὲν Κέλσος τὸν πέμπτον ἔφασκεν εἶναι ἄρκου πρόσωπον ἔχοντα· τὸ δὲ διάγραμμα τὸν Θαυθαβαὼθ ἔφασκεν εἶναι τὸν ἀρκοειδῆ. εἶθ᾿ ὁ μὲν Κέλσος τὸν ἕκτον κυνὸς πρόσωπον ἔλεγεν ἱστορεῖσθαι ἔχειν παρ᾿ ἐκείνοις· τὸ δὲ διάγραμμα ἔφασκεν εἶναι αὐτὸν Ἐραθαώθ. εἶθ᾿ ὁ μὲν Κέλσος τὸν ἕβδομον ἔφασκεν ὄνου ἔχειν πρόσωπον, καὶ ὀνομάζεσθαι αὐτὸν Θαφαβαὼθ ἢ Ὀνοήλ· ἡμεῖς δ᾿ ἐν τῷ διαγράμματι εὕρομεν ὅτι οὗτος καλεῖται Ὀνοὴλ ἢ Θαρθαραὼθ, ὀνοειδής τις τυγχάνων. ἔδοξε δὲ καὶ ἡμῖν ἀκριβῶς ἐκθέσθαι τὰ τοιαῦτα, ἵνα μὴ δοκῶμεν ἀγνοεῖν ἃ Κέλσος ἐπηγγέλλετο εἰδέναι· ἀλλὰ καὶ παραστήσωμεν ἀκριβέστερον ἐκείνου αὐτὰ ἐγνωκότες οἱ Χριστιανοὶ, ὡς οὐ Χριστιανῶν λόγους ἀλλὰ πάντῃ ἀλλοτρίων σωτηρίας καὶ οὐδαμῶς ἐπιγραφομένων Ἰησοῦν ἢ σωτῆρα ἢ θεὸν ἢ διδάσκαλον ἢ υἱὸν θεοῦ.

Εἰ δέ τις βούλεται καὶ τὰ πλάσματα τῶν γοήτων ἐκείνων μαθεῖν, δι᾿ ὧν ἐβουλήθησαν μὲν ὑπάγειν ἀνθρώπους ἑαυτῶν τῇ διδασκαλίᾳ ὡς ἀπόῤῥητά τινα ἔχοντες οὐ πάνυ δ᾿ ἐδυνήθησαν, ἀκουέτω ὃ διδάσκονται λέγειν μετὰ τὸ διελθεῖν ὃν ὀνομάζουσι „φραγμὸν κακίας“, πύλας ἀρχόντων αἰῶνι δεδεμένας· „βασιλέα

v.2.p.101
μονότροπον, δεσμὸν ἀβλεψίας, λήθην ἀπερίσκεπτον ἀσπάζομαι, πρώτην δύναμιν, πνεύματι προνοίας καὶ σοφίᾳ τηρουμένην· ἔνθεν εἰλικρινὴς πέμπομαι, φωτὸς ἤδη μέρος υἱοῦ καὶ πατρός· ἡ χάρις συνέστω μοι, ναὶ πάτερ, συνέστω.“ καί φασι τῆς ὀγδοάδος τὰς ἀρχὰς ἐντεῦθεν
655
εἶναι. εἶθ᾿ ἑξῆς διδάσκονται λέγειν διερχόμενοι ὅν φασιν Ἰαλδαβαώθ· „σὺ δὲ μετὰ πεποιθήσεως πρῶτε καὶ ἕβδομε γεγονὼς κρατεῖν Ἰαλδαβαὼθ, ἄρχων λόγος ὑπάρχων νοὸς εἰλικρινοῦς, ἔργον τέλειον υἱῷ καὶ πατρὶ, χαρακτῆρι τύπου ζωῆς σύμβολον ἐπιφέρων, ἣν ἔκλεισας αἰῶνι σῷ πύλην κόσμῳ ἀνοίξας. παροδεύω τὴν σὴν ἐλεύθερος πάλιν ἐξουσίαν· ἡ χάρις συνέστω μοι, ναὶ πάτερ, συνέστω.“ φασὶ δὲ τῷ λεοντοειδεῖ ἄρχοντι συμπαθεῖν ἄστρον τὸν Φαίνοντα. εἶτα οἴονται τὸν διελθόντα τὸν Ἰαλδαβαὼθ καὶ φθάσαντα ἐπὶ τὸν Ἰα(ὼ) δεῖν λέγειν· „σὺ δὲ κρυπτομένων μυστηρίων υἱοῦ καὶ πατρὸς ἄρχων νυκτοφαὴς δεύτερε Ἰαὼ καὶ πρῶτε δέσποτα θανάτου, μέρος ἀθώου. φέρων ἤδη τὴν ἰδίαν ὑπήνην σύμβολον, παροδεύων σὴν ἕτοιμος ἀρχήν· κατίσχυσας τὸν ἀπὸ σοῦ γενόμενον λόγῳ ζῶντι· ἡ χάρις συνέστω, πάτερ, συνέστω.“ εἶθ᾿ ἑξῆς τὸν Σαβαὼθ, πρὸς ὃν οἴονται λέξειν· „πέμπτης ἐξουσίας ἄρχων, δυνάστα Σαβαὼθ. προήγορε νόμου τῆς σῆς κτίσεως
149
χάριτι λυομένης, πεντάδι δυνατωτέρᾳ, πάρες με, σύμβολον ὁρῶν σῆς τέχνης ἀνεπίληπτον, εἰκόνι τύπου τετηρημένον, πεντάδι λυθὲν σῶμα· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.“ ἑξῆς
656
δὲ αὐτῷ τὸν Ἀσταφαιὸν, ᾧ πιστεύουσι τοιαῦτα ἐρεῖν· „τρίτης ἄρχων πύλης Ἀσταφαιὲ, ἐπίσκοπε πρώτης ὕδατος ἀρχῆς, ἕνα βλέπων μύστην πάρες με παρθένου πνεύματι κεκαθαρμένον, ὁρῶν οὐσίαν κόσμου· ἡ χάρις συνέστω μοι. πάτερ, συνέστω.“ μετὰ δ᾿ αὐτὸν τὸν Αἰλωαιὸν, ᾧ τοιαῦτα λέγειν οἴονται· „δευτέρας ἄρχων πύλης Αἰλωαιὲ, πάρες με τῆς σῆς μητρὸς φέροντά σοι σύμβολον, χάριν κρυπτομένην δυνάμεσιν ἐξουσιῶν· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.“ τελευταῖον δὲ τὸν Ὡραῖον ὀνομάζουσι καὶ πρὸς αὐτὸν λέγειν οἴονται· „ὑπερβὰς
v.2.p.102
φραγμὸν πυρὸς ἀφόβως. πρώτης λαχὼν ἀρχὴν πύλης Ὡραῖς, πάρες με, σῆς ὁρῶν δυνάμεως σύμβολον καταλυθὲν τύπῳ ζωῆς ξύλου, εἰκόνι καθ᾿ ὁμοίωσιν ληφθὲν ἀθώου· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.“

Ἐπὶ ταῦτα δὲ ἡμᾶς ἡ Κέλσου νομιζομένη μὲν πολυμάθεια, μᾶλλον δ᾿ οὖσα περιεργία καὶ φλυαρία, προεκαλέσατο βουλομένους παραστῆσαι τῷ ἐντυχόντι τῇ ἐκείνου γραφῇ καὶ τοῖς ἡμῖν πρὸς αὐτὴν γεγραμμένοις ὅτι οὐκ ἔστιν ἀπορία ἡμῖν τῶν Κέλσου μαθημάτων, ἐφ᾿ οἷς καταψεύδεται Χριστιανῶν, οὔτε φρονούντων οὔτ᾿ εἰδότων τὰ τοιαῦτα, εἰ καὶ ἡμεῖς ἐβουλήθημεν καὶ ταῦτα γνῶναι καὶ ἐκθέσθαι· ἵνα μὴ τῇ ἐπαγγελίᾳ τοῦ εἰδέναι τι πλεῖον ἡμῶν οἱ γόητες ἐξαπατῶσι τοὺς ὑπὸ τῆς τῶν ὀνομάτων φαντασίας συναρπαζομένους. ἐδυνάμην δὲ καὶ ἄλλα πλείονα παραθέμενος παραστῆσαι ὅτι ἴσμεν μὲν τὰ τῶν ἀπατεώνων, ἀρνούμεθα δὲ αὐτὰ ὡς ἀλλότρια καὶ ἀσεβῆ καὶ οὐ συνυπάρχοντα τοῖς μέχρι θανάτου ὑφ᾿ ἡμῶν ὁμολογουμένοις ἀληθῶς Χριστιανῶν λόγοις.

χρὴ μέντοι εἰδέναι ὅτι οἱ ταῦτα συνταξάμενοι, οὔτε τὰ μαγείας νοήσαντες οὔτε τὰ τῶν θείων γραφῶν διακρίναντες. πάντ᾿ ἔφυραν· ἀπὸ μὲν μαγείας τὸν Ἰαλδαβαὼθ καὶ τὸν Ἀσταφαιὸν καὶ τὸν Ὡραῖον, ἀπὸ δὲ τῶν Ἑβραϊκῶν γραφῶν τὸν Ἰαωΐα παρ᾿ Ἑβραίοις ὀνομαζόμενον καὶ τὸν Σαβαὼθ καὶ τὸν Ἀδωναῖον καὶ τὸν Ἐλωαῖον. τὰ δὲ ἀπὸ τῶν γραφῶν ληφθέντα ὀνόματα ἐπώνυμά ἐστι τοῦ αὐτοῦ καὶ

657
ἑνὸς θεοῦ· ὅπερ μὴ συνέντες οἱ ἐχθροὶ θεῷ, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν, ᾠήθησαν ἄλλον μὲν εἶναι τὸν Ἰαὼ ἕτερον δὲ τὸν Σαβαὼθ καὶ τρίτον παρὰ τοῦτον τὸν Ἀδωναῖον, ὃν λέγουσιν αἱ γραφαὶ Ἀδωναῒ, καὶ ἄλλον τὸν Ἐλωαῖον, ὃν οἱ προφῆται ὀνομάζουσιν Ἑβραϊστὶ Ἐλωαΐ.

Εἶθ᾿ ἑξῆς ἄλλους μύθους ὁ Κέλσος ἐκτίθεται, ὥς τινων εἰς τὰς ἀρχοντικὰς μορφὰς ἐπανερχομένων, ὥστε τινὰς μὲν γίνεσθαι λέοντας ἄλλους δὲ ταύρους καὶ ἄλλους δράκοντας ἢ

v.2.p.103
149
ἀετοὺς ἢ ἄρκους ἢ κύνας. εὕρομεν δὲ ἐν ᾧ εἴχομεν διαγράμματι καὶ ὃ ὠνόμασε Κέλσος τετράγωνον σχῆμα καὶ τὸ ἐπὶ τῶν τοῦ παραδείσου πυλῶν λεγόμενον ὑπὸ τῶν ἀθλίων ἐκείνων. ἐζωγραφεῖτο δὲ ὡς διάμετρος κύκλου τινὸς πυροειδοῦς ἡ φλογίνη ῥομφαία ὡς δορυφορουμένη τῷ τε τῆς γνώσεως ξύλῳ καὶ τῆς ζωῆς. ὁ μὲν οὖν Κέλσος οὐκ ἠθέλησε τὰς δημηγορίας ἢ οὐκ ἐδυνήθη ἐκθέσθαι, ἃς καθ᾿ ἑκάστην πύλην κατὰ τοὺς τῶν ἀσεβῶν μύθους ἐροῦσιν οἱ διϊόντες αὐτάς· ἡμεῖς δὲ καὶ τοῦτο πεποιήκαμεν, ἵνα τὸ τῆς ἀτελέστου τελετῆς πέρας δείξωμεν τῷ Κέλσῳ καὶ τοῖς ἐντυγχάνουσι τῇ γραφῇ ἐγνωκέναι ὡς ἀλλότριον τῆς Χριστιανῶν περὶ τὸ θεῖον εὐσεβείας.

Μετὰ δὲ τὸ ἐκθέσθαι τὰ προειρημένα καὶ τὰ ἀνάλογον αὐτοῖς. ἅτινα ἡμεῖς προσεθήκαμεν, τοιαῦτά φησιν ὁ Κέλσος· οἱ δ᾿ ἔτι προστιθέασιν ἄλλα ἐπ᾿ ἄλλοις, προφητῶν λόγους καὶ κύκλους ἐπὶ κύκλοις καὶ ἀποῤῥοίας ἐκκλησίας ἐπιγείου καὶ περιτομῆς καὶ Προυνικοῦ τινος ῥέουσαν δύναμιν παρθένου καὶ ψυχὴν ζῶσαν καὶ σφαζόμενον οὐρανὸν, ἵνα ζήσῃ, καὶ γῆν σφαζομένην μαχαίρᾳ καὶ πολλοὺς σφαζομένους. ἵνα ζήσωσι, καὶ παυόμενον ἐν κόσμῳ θάνατον, ὅταν ἀποθάνῃ ἡ τοῦ κόσμου ἁμαρτία, καὶ κάθοδον αὖθις στενὴν καὶ αὐτομάτως ἀνοιγομένας πύλας· πανταχοῦ δὲ ἐκεῖ τὸ τῆς ζωῆς ξύλον καὶ ἀνάστασιν σαρκὸς ἀπὸ ξύλου, διότι οἶμαι ὁ διδάσκαλος αὐτῶν σταυρῷ ἐνηλώθη καὶ ἦν τέκτων τὴν τέχνην. ὡς εἰ ἔτυχεν ἐκεῖνος ἀπὸ κρημνοῦ ἐῤῥιμμένος ἢ εἰς βάραθρον ἐωσμένος ἢ ἀγχόνῃ πεπνιγμένος ἢ σκυτοτόμος ἢ λιθοξόος ἢ σιδηρεὺς. ἦν ἂν ὑπὲρ τοὺς οὐρανοὺς κρημνὸς ζωῆς ἢ βάραθρον ἀνα-

v.2.p.104
στάσεως ἢ σχοινίον ἀθανασίας ἢ λίθος μακάριος ἢ σίδηρος ἀγάπης ἢ σκῦτος ἅγιόν [ἐστιν]. ἢ τίς γραῦς, ἐπὶ τῷ βαυκαλῆσαι παιδίον μῦθον ἐπᾴδουσα, τοιαῦτα ψιθυρίζειν οὐκ ἂν ᾐσχύνθη;
658
ἐν τούτοις δὲ δοκεῖ μοι φύρειν τὰ παρακούσματα ὁ Κέλσος. εἰκὸς γὰρ ὅτι, εἴ τι ἤκουσεν οἱασδηποτοῦν αἱρέσεως λεξείδιον, μὴ τρανώσας αὐτὸ κἂν κατὰ τὸ βούλημα ἐκείνης ἀλλὰ τὰ ῥημάτια συμφορήσας, ἐπεδείκνυτο ἐν τοῖς μηδὲν ἐπισταμένοις μήτε τῶν ἡμετέρων μήτε τῶν ἐν ταῖς αἱρέσεσιν ὡς ἄρα πάντα τὰ Χριστιανῶν γινώσκοι. τοῦτο δὲ δῆλον ποιεῖ καὶ ἡ προκειμένη λέξις.

Τὸ μὲν γὰρ χρῆσθαι προφητῶν λόγοις ἡμῶν ἐστι, τῶν παριστάντων Ἰησοῦν εἶναι τὸν προκεκηρυγμένον ὑπ᾿ αὐτῶν Χριστὸν καὶ ἀποδεικνύντων ἐκ τῶν προφητικῶν τὰ ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ Ἰησοῦ πληρωθέντα. τὸ δὲ κύκλους ἐπὶ κύκλοις λέγειν τάχα μὲν καὶ τῆς προειρημένης ἐστὶν αἱρέσεως, κύκλῳ περιλαμβανούσης ἑνὶ, ἥν φασιν εἶναι τὴν τῶν ὅλων ψυχὴν καὶ Λευϊαθὰν, τοὺς ἑπτὰ τῶν ἀρχοντικῶν κύκλους. τάχα δὲ καὶ ἀπὸ τοῦ Ἐκκλησιαστοῦ ἐστι παράκουσμα λέγοντος· „κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.“

τὸ δ᾿ ἀποῤῥοίας ἐκκλησίας ἐπιγείου καὶ περιτομῆς τάχα ἐλήφθη ἀπὸ τοῦ ὑπό τινων λέγεσθαι ἐκκλησίας

150
τινὸς ἐπουρανίου καὶ κρείττονος αἰῶνος ἀπόῤῥοιαν εἶναι τὴν ἐπὶ γῆς ἐκκλησίαν, καὶ περιτομῆς τινος ἐν καθαρσίῳ τινὶ ἐκεῖ γεγενημένης σύμβολον εἶναι τὴν ἐν τῷ νόμῳ γεγραμμένην. Προυνικὸν δέ τινα σοφίαν οἱ ἀπὸ Οὐαλεντίνου ὀνομάζουσι κατὰ τὴν πεπλανημένην ἑαυτῶν σοφίαν, ης σύμβολον εἶναι βούλονται καὶ δώδεκα ἔτεσιν αἱμοῤῥοοῦσαν· ἣν παρακούσας ὁ ἅμα πάντα φύρων τὰ Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν ἐν ταῖς αἱρέσεσιν εἶπε τό· Προυνικοῦ τινος δύναμιν ῥέουσαν παρθένου.

v.2.p.105

ψυχὴ δὲ ζῶσα τάχα μὲν ἐν ἀποῤῥήτοις λέλεκται παρά τισι τῶν ἀπὸ Οὐαλεντίνου εἰς τὸν ὑπ᾿ αὐτῶν ὀνομαζόμενον „ψυχικὸν δημιουργὸν,“ τάχα δὲ καὶ πρὸς ἀντιδιαστολὴν ψυχῆς νεκρᾶς ἡ ζῶσα ψυχὴ οὐκ ἀγεννῶς παρά τισι λέλεκται ἡ τοῦ σῳζομένου. σφαζόμενον δ᾿ οὐκ οἶδα οὐρανὸν λελεγμένον ἢ γῆν σφαζομένην μαχαίρᾳ καὶ πολλοὺς σφαζομένους, ἵνα ζήσωσι. καὶ οὐκ ἀπεικός ἐστιν ἀφ᾿ ἑαυτοῦ ταῦτα κεκομικέναι τὸν Κέλσον.

Παυόμενον δὲ ἐν κόσμῳ θάνατον, ὅταν ἀποθάνῃ ἡ τοῦ κόσμου ἁμαρτία, λέγοιμεν ἂν ἡμεῖς τὸ παρὰ τῷ ἀποστόλῳ μυστικὸν διηγούμενοι οὕτως ἔχον· ὅταν δὲ „πάντας τοὺς ἐχθροὺς“ ὑποτάξῃ „ὑπὸ τοὺς πόδας αὐτοῦ“. τότε „ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.“

659
λέλεκται δὲ καί· „ὅταν τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν“, „τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος.“ κάθοδον δὲ αὖθις στενὴν τάχα οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες φήσουσιν. αὐτομάτως δὲ ἀνοιγομένας πύλας λελέχθαι οὐκ ἀπίθανόν ἐστιν ὑπό τινων αἰνισσομένων καὶ διηγουμένων τὸ „ἀνοίξατέ μοι πύλας δικαιοσύνης. ἵν᾿ εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσωμαι τῷ κυρίῳ· αὕτη ἡ πύλη τοῦ κυρίου. δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.“ καὶ πάλιν ἐν ἐνάτῳ ψαλμῷ λέγεται· „ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.“ πύλας δὲ „θανάτου“ τὰς ἐπὶ τὴν ἀπώλειαν φερούσας ἁμαρτίας φησὶν εἶναι ὁ λόγος, ὥσπερ καὶ „πύλας Σιὼν“ ἐκ τοῦ ἐναντίου τὰς καλὰς πράξεις· οὕτω δὲ καὶ „πύλας δικαιοσύνης“, ὅπερ ἴσον ἐστὶ τῷ „τὰς πύλας τῆς ἀρετῆς“· αὗται δὲ ἐξ ἑτοίμου ἀνοίγονται τῷ μεταδιώκοντι τὰς κατ᾿ ἀρετὴν πράξεις.

περὶ δὲ τοῦ τῆς ζωῆς ξύλου εὐκαιρότερόν τις διηγήσεται ἑρμηνεύων τὰ περὶ τὸν ἐν τῇ Γενέσει ἀναγεγραμμένον παράδεισον τοῦ θεοῦ φυτευόμενον ὑπ᾿ αὐτοῦ. πολλάκις μὲν οὖν ἐχλεύασεν ὁ Κέλσος ἣν οὐκ ἐνόησεν ἀνάστασιν· νῦν δ᾿ οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις φησὶ λέγεσθαι ἀνάστασιν σαρκὸς ἀπὸ ξύλου, παρακούσας οἶμαι τοῦ συμβολικῶς εἰρημένου, ὅτι διὰ ξύλου θάνατος καὶ διὰ ξύλου ζωὴ, θάνατος μὲν κατὰ τὸν Ἀδὰμ ζωὴ δὲ κατὰ τὸν Χριστόν. εἶτα παίζων τὰ περὶ τοῦ ξύλου ἀπὸ δύο τόπων αὐτὸ χλευάζει λέγων

v.2.p.106
διὰ τοῦτο αὐτὸ παραλαμβάνεσθαι, ἤτοι ἐπεὶ σταυρῷ
150
ἐνηλώθη ὁ διδάσκαλος ἡμῶν ἢ ἐπεὶ τέκτων ἦν τὴν τέχνην, οὐχ ὁρῶν ὅτι τὸ ξύλον τῆς ζωῆς ἐν τοῖς Μωϋσέως ἀναγέγραπται γράμμασιν, ἀλλὰ καὶ οὐ βλέπων ὅτι οὐδαμοῦ τῶν ἐν ταῖς ἐκκλησίαις φερομένων εὐαγγελίων „τέκτων“ αὐτὸς ὁ Ἰησοῦς ἀναγέγραπται.

Οἴεται δὲ καὶ τροπολογοῦντας ἡμᾶς περὶ τοῦ σταυροῦ ἀναπεπλακέναι τὸ ξύλον τῆς ζωῆς καὶ ἀκολούθως ἑαυτοῦ τῷ περὶ τούτου σφάλματί φησιν ὅτι, εἴπερ ἔτυχεν ἐκεῖνος κατὰ κρημνοῦ ἐῤῥιμμένος ἢ (εἰς) βάραθρον ἐωσμένος ἢ ἀγχόνῃ πεπνιγμένος, ἦν ἂν ὑπὲρ τοὺς οὐρανοὺς ἀναπεπλασμένος κρημνὸς ζωῆς ἢ βάραθρον ἀναστάσεως ἢ σχοινίον ἀθανασίας. πάλιν τε αὖ φησιν ὅτι, εἴπερ διὰ τὸ τέκτονα αὐτὸν γεγονέναι ἀναπέπλασται τὸ ξύλον τῆς ζωῆς, ἠκολούθησεν ἂν, εἰ μὲν σκυτοτόμος ἦν, λέγεσθαί τινα περὶ σκύτους

660
ἁγίου, εἰ δὲ λιθοξόος, περὶ λίθου μακαρίου, εἰ δὲ σιδηρεὺς, περὶ σιδήρου ἀγάπης. τίς οὖν οὐχ ὁρᾷ αὐτόθεν τὸ εὐτελὲς αὐτοῦ τῆς κατηγορίας, διαλοιδορουμένου ἀνθρώπους, οὓς ἐπηγγείλατο ἐπιστρέφειν ὡς ἀπατωμένους;

ἑξῆς δὲ τούτοις λέγει ἁρμόζοντα μὲν τοῖς ἀναπλάσασι τούς τε λεοντοειδεῖς καὶ ὀνοκεφάλους καὶ δρακοντοειδεῖς ἄρχοντας, καὶ εἴ τις ἐκείνοις παραπλησίως ἐμυθολόγησεν, οὐ μὴν καὶ τοῖς ἀπὸ τῆς ἐκκλησίας. ἀληθῶς γὰρ καὶ γραῦς ἐπὶ τῷ βαυκαλῆσαι παιδίον μεθύουσα μῦθον ἐπᾴδειν τοιοῦτον καὶ ψιθυρίζειν τῷ παιδίῳ ἐπῃσχύνθη, ὁποῖον οἱ τοὺς ὀνοκεφάλους ἀναπλάσαντες καὶ τὰς καθ᾿ ἑκάστην πύλην ὡσπερεὶ δημηγορίας. τὰ δὲ τῶν ἀπὸ τῆς ἐκκλησίας ὁ Κέλσος οὐκ ἐπίσταται, ἅπερ πάνυ ὀλίγοι ἠσκήκασι συνιέναι, οἱ πάντα τὸν βίον ἑαυτῶν ἀναθέντες κατὰ τὴν Ἰησοῦ ἐντολὴν τῷ ἐρευνᾶν „τὰς γραφὰς“ καὶ μᾶλλον τῶν φιλοσοφησάντων Ἑλλήνων περί τινος νομιζομένης ἐπιστήμης ἀνάληψιν κεκμηκότες περὶ τὴν ἐξέτασιν τοῦ βουλήματος τῶν ἱερῶν γραμμάτων.

Οὐκ ἀρκεσθεὶς δ᾿ ὁ γεννάδας τοῖς ἀπὸ τοῦ διαγράμματος ἐβουλήθη ὑπὲρ τοῦ αὐξῆσαι τὰς καθ᾿ ἡμῶν κατηγορίας, τῶν

v.2.p.107
μηδὲν ἐχόντων κοινὸν πρὸς ἐκεῖνο, διὰ μέσου ἄλλ᾿ ἄττα εἰπεῖν, ἐπαναλαβὼν τὰ ἐκείνων ὡσπερεὶ (ἡμ)ετέρων. φησὶ γάρ· θαῦμα δ᾿ αὐτῶν οὐχ ἥκιστα ἐκεῖνο· ἐξηγοῦνται γάρ τινα μεταξὺ τῶν ὑπερουρανίων ἀνωτέρω κύκλων ἐπιγεγραμμένα, ἄλλα τε καὶ δύο ἄττα, μεῖζόν τε καὶ μικρότερον υἱοῦ καὶ πατρός. εὕρομεν δ᾿ ἡμεῖς ἐν τούτῳ τῷ διαγράμματι τὸν μείζονα κύκλον καὶ τὸν μικρότερον, ὧν ἐπὶ τῆς διαμέτρου ἐπεγέγραπτο „πατὴρ καὶ υἱὸς“, καὶ μεταξὺ τοῦ μείζονος, ἐν ᾧ ὁ μικρότερος ἦν, καὶ ἄλλου συγκειμένου ἐκ δύο κύκλων, τοῦ μὲν ἐξωτέρου ξανθοῦ τοῦ δὲ ἐνδοτέρω κυανοῦ, τὸ ἐπιγεγραμμένον διάφραγμα πελε
151
κοειδεῖ σχήματι, καὶ ἀνωτέρω μὲν αὐτοῦ κύκλον βραχὺν ἐχόμενον τοῦ μείζονος τῶν προτέρων, ἐγγεγραμμένον ἔχοντα „ἀγάπην“· κατωτέρω δὲ ἐχόμενον τοῦ κύκλου γεγραμμένον ἔχοντα „ζωήν“· τῷ δὲ δευτέρῳ κύκλῳ ἐνεγέγραπτο, περιπεπλεγμένῳ καὶ ἐμπεριειληφότι ἄλλους δύο κύκλους καὶ ἄλλο σχῆμα ῥομβοειδὲς, „σοφίας πρόνοια,“ καὶ ἔνδον μὲν τῆς κοινῆς αὐτῶν τομῆς „σοφίας φύσις,“ ἀνωτέρω δὲ τῆς κοινῆς αὐτῶν τομῆς κύκλος ἦν. ἐν ᾧ ἐπεγέγραπτο „γνῶσις,“ κατωτέρω δὲ ἄλλος, ἐν ᾧ ἐπεγέγραπτο „σύνεσις.“

καὶ ταῦτα δὲ παρειλήφαμεν εἰς τὸν κατὰ Κέλσου λόγον, ἵνα παραστήσωμεν τοῖς ἐντυγχάνουσι τρανότερον ἐκείνου ἐγνωκέναι καὶ οὐκ ἐκ παρακουσμάτων τὰ καὶ ὑφ᾿ ἡμῶν κατηγορούμενα. εἰ δὲ καὶ ὑπισχνοῦνται οἱ ἐπὶ τοῖς τοιούτοις σεμνυνόμενοι μαγικήν τινα γοητείαν, καὶ τοῦτ᾿ ἔστιν αὐτοῖς

661
τὸ τῆς σοφίας κεφάλαιον, ἡμεῖς μὲν οὐ διαβεβαιούμεθα. οὐδὲ γὰρ ἱστορήσαμεν τὸ τοιοῦτον· Κέλσος δ᾿ ἂν εἰδείη, ὁ πολλάκις ἤδη ἁλοὺς ψευδομαρτυριῶν καὶ ἀλόγων κατηγοριῶν, πότερον καὶ ἐν τούτοις ψεύδεται, εἴ τι περί τινων ξένων καὶ ἀλλοτρίων τῆς πίστεως τοιοῦτον καταλαβὼν ἐξέθετο ἐν τῷ ἑαυτοῦ συγγράμματι.

Εἶτα πρὸς τοὺς χρωμένους, ὥς φησι, μαγείᾳ τινὶ καὶ

v.2.p.108
γοητείᾳ καὶ καλοῦντας ὀνόματα βαρβαρικὰ δαιμόνων τινῶν τοιαῦτα, ὅτι ὅμοιον οὗτοι πράττουσι τοῖς ἐπὶ τοῖς αὐτοῖς ὑποκειμένοις τερατευομένοις πρὸς τοὺς μὴ εἰδότας ἄλλα μὲν αὐτῶν εἶναι τὰ ὀνόματα παρ᾿ Ἕλλησιν ἄλλα δὲ παρὰ Σκύθαις. εἶτ᾿ ἐκτίθεται ἀπὸ Ἡροδότου λαβὼν ὡς τὸν μὲν Ἀπόλλωνα Γογγόσυρον καλοῦσι Σκύθαι, τὸν δὲ Ποσειδῶνα Θαγιμάσαδα, τὴν δ᾿ Ἀφροδίτην Ἀργίμπασαν, Ἑστίαν δὲ Ταβιτί. ἐξετάσει δὲ ὁ δυνάμενος, μή πῃ καὶ περὶ τούτων σὺν Ἡροδότῳ ὁ Κέλσος ψεύδεται, ἅτε μὴ ἐπισταμένων Σκυθῶν τὰ αὐτὰ Ἕλλησιν ὑποκείμενα περὶ τῶν νομιζομένων θεῶν. ποία γὰρ πιθανότης τὸν Ἀπόλλωνα Γογγόσυρον παρὰ Σκύθαις καλεῖσθαι; οὐ γὰρ ἡγοῦμαι ὅτι μεταλαμβανόμενος εἰς Ἑλλάδα φωνὴν ὁ Γογγόσυρος τὴν ἐτυμολογίαν παρίστησι τοῦ Ἀπόλλωνος, ἢ ὁ Ἀπόλλων εἰς τὴν Σκυθῶν διάλεκτον τὸν Γογγόσυρον σημαίνει. οὕτω δὲ οὐδὲ περὶ τῶν λοιπῶν ταὐτόν τι ἐρεῖ· ἄλλων γὰρ ὁρμώμενοι Ἕλληνες πραγμάτων καὶ ἐτυμολογιῶν οὕτως ὠνόμασαν τοὺς παρ᾿ ἑαυτοῖς νομιζομένους θεοὺς, ἀπ᾿ ἄλλων δὲ Σκύθαι, οὕτω δὲ καὶ ἀπ᾿ ἄλλων μὲν Πέρσαι ἀπ᾿ ἄλλων δὲ Ἰνδοὶ ἢ Αἰθίοπες ἢ Λίβυες, ἢ ὅπως φίλον ἑκάστοις ὀνομάζειν, μὴ μείνασιν ἐπὶ τῆς πρώτης καὶ καθαρᾶς ἐννοίας τοῦ τῶν ὅλων δημιουργοῦ. αὐτάρκως δ᾿ ἡμῖν εἴρηται καὶ ἐν τοῖς πρὸ τούτων, βουλομένοις παραστῆσαι μὴ ταὐτὸν εἶναι Σαβαὼθ ἢ Δία, ὅτε καὶ περὶ τῶν διαλέκτων τι ἀπὸ
151
τῶν θείων παρετιθέμεθα γραμμάτων. ἑκόντες οὖν ὑπερβαίνομεν ταῦτα, ἐν οἷς ἐπὶ ταυτολογίαν ἡμᾶς ὁ Κέλσος καλεῖ.

εἶτα πάλιν φύρων τὰ ἀπὸ τῆς μαγικῆς γοητείας καὶ προσάπτων τάχα μὲν οὐδενὶ τῷ μὴ εἶναι τοὺς μαγγανεύοντας προφάσει τῆς κατὰ τὸν χαρακτῆρα τοῦτον θεοσεβείας, τάχα δέ τισι καὶ πρὸς τοὺς εὐεξαπατήτους χρωμένοις τοιούτοις, ἵνα δοκοῖεν θείᾳ δυνάμει τι ποιεῖν, ἐκτίθεταί τινα λέγων· τί με δεῖ καταριθμεῖν ὅσοι καθαρμοὺς ἐδίδαξαν ἢ λυτηρίους ᾠδὰς ἢ ἀποπομπίμους φωνας

v.2.p.109
ἢ κτύπους ἢ δαιμονίους σχηματισμοὺς, ἐσθήτων ἢ ἀριθμῶν ἢ λίθων ἢ φυτῶν ἢ ῥιζῶν καὶ ὅλως παντοδαπῶν χρημάτων παντοῖα ἀλεξιφάρμακα;
662
περὶ ὧν οὐκ ἀπαιτεῖ ἡμᾶς ἀπολογήσασθαι τὸ εὔλογον, ἅτε οὐδὲ κατὰ ποσὸν ἐνεχομένους τοιαύταις ὑπονοίαις.

Μετὰ ταῦτα παραπλήσιόν τι ποιεῖν μοι δοκεῖ τοῖς διὰ πολλὴν τὴν πρὸς Χριστιανοὺς ἀπέχθειαν διαβεβαιουμένοις πρὸς τοὺς μηδαμῶς εἰδότας τὰ Χριστιανῶν, ὅτι ἄρα τῇ πείρᾳ κατειλήφασι Χριστιανοὺς ἐσθίοντας σάρκας παιδίων καὶ μίξεσι ταῖς πρὸς τὰς παρ᾿ αὐτοῖς γυναῖκας ἀνέδην χρωμένους. ὡς γὰρ ταῦτα λεγόμενα ἤδη καὶ ὑπὸ τῶν πολλῶν καὶ πάντῃ ἀλλοτρίων τῆς καθ᾿ ἡμᾶς θεοσεβείας καταγινώσκεται ὡς κατεψευσμένα Χριστιανῶν, οὕτως εὑρεθείη ἂν καὶ τὰ τοιαῦτα τῷ Κέλσῳ κατεψευσμένως εἰρημένα, ἐν οἷς ἔφησεν ἑωρακέναι παρὰ τισι πρεσβυτέροις τῆς ἡμετέρας δόξης τυγχάνουσι βιβλία βάρβαρα, δαιμόνων ὀνόματα ἔχοντα καὶ τερατείας· καὶ ἔφασκε τούτους (τοὺς δῆθεν πρεσβυτέρους τῆς ἡμετέρας δόξης) οὐδὲν μὲν χρηστὸν ὑπισχνεῖσθαι πάντα δ᾿ ἐπ᾿ ἀνθρώπων βλάβαις. καὶ εἴθε πάντα τὰ ὑπὸ Κέλσου κατὰ Χριστιανῶν λεγόμενα τοιαῦτα ἦν, ἵν᾿, ὑπὸ τῶν πλείστων ἐλέγχηται. πείρᾳ καταλαβόντων τὰ τοιαῦτα εἶναι ψευδῆ ἐκ τοῦ καὶ συμβεβιωκέναι Χριστιανῶν τοῖς πλείστοις καὶ μηδὲν τοιοῦτο περὶ αὐτῶν μηδ᾿ ἀκηκοέναι.