Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

138
Εκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς Κέλσου κατὰ Χριστιανῶν κατηγορίας χρῄζομεν ἐν αὐτῷ, ἱερὲ Ἀμβρόσιε. ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπ᾿ αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινα καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων, φάσκων βέλτιον αὐτὰ παρ᾿ Ἕλλησιν εἰρῆσθαι καὶ χωρὶς ἀνατάσεως καὶ ἐπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ. φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι (τὰ) τῆς ἀληθείας πλείους ὅση δύναμις ὠφελεῖν καὶ προσάγειν, ὡς οἷόν τε ἐστὶν, αὐτῇ διὰ φιλανθρωπίαν πάνθ᾿ ὅντιν᾿ οὖν οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δ᾿ αἶ οὐχὶ Ἕλληνας μὲν οὐχὶ δὲ καὶ βαρβάρους πολὺ δὲ τὸ ἥμερον, ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἷός τε τις γένηται ἐπιστρέφειν· δῆλόν ἐστιν ὅτι (καὶ) χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινωφελοῦς καὶ δυναμένου πᾶσαν ἐπαγαγέσθαι ἀκοήν. ὅσοι δὲ, πολλὰ χαίρειν φράσαντες
v.2.p.71
ὡς ἀνδραπόδοις τοῖς ἰδιώταις καὶ μὴ οἵοις τε κατακούειν τῆς ἐν φράσει λόγων καὶ τάξει ἀπαγγελλομένων ἀκολουθίας, μόνων ἐφρόντισαν τῶν ἀνατραφέντων ἐν λόγοις καὶ μαθήμασιν, οὗτοι τὸ κοινωνικὸν εἰς κομιδῇ στενὸν καὶ βραχὺ συνήγαγον.

Ταῦτα δέ μοι λέλεκται ἀπολογουμένῳ περὶ τῆς κατηγορουμένης ὑπὸ Κέλσου καὶ ἑτέρων ἐν λέξεσιν εὐτελείας τῶν γραφῶν, ἀμαυροῦσθαι δοκούσης ὑπὸ τῆς ἐν συνθέσει λέξεως λαμπρότητος· ἐπεὶ οἱ καθ᾿ ἡμᾶς προφῆται Ἰησοῦς τε καὶ οἱ ἀπόστολοι αὐτοῦ

630
ἐνεῖδον τρόπῳ ἀπαγγελίας, οὐ τὰ ἀληθῆ μόνον περιεχούσης ἀλλὰ καὶ δυναμένης ἐπαγαγέσθαι τοὺς πολλοὺς, ἕως προτραπέντες καὶ εἰσαχθέντες ἕκαστος κατὰ δύναμιν ἀναβῶσιν ἐπὶ τὰ ἐν ταῖς δοκούσαις εἶναι εὐτελέσι λέξεσιν ἀποῤῥήτως εἰρημένα. καὶ εἰ χρή γε τολμήσαντα εἰπεῖν, ὀλίγους μὲν ὤνησεν, εἴ γε ὤνησεν, ἡ περικαλλὴς καὶ ἐπιτετηδευμένη Πλάτωνος καὶ τῶν παραπλησίως φρασάντων λέξις· πλείονας δὲ ἡ τῶν εὐτελέστερον ἅμα καὶ πραγματικῶς καὶ ἐστοχασμένως τῶν πολλῶν διδαξάντων καὶ γραψάντων. ἔστι γοῦν ἰδεῖν τὸν μὲν Πλάτωνα ἐν χερσὶ τῶν δοκούντων εἶναι φιλολόγων μόνον, τὸν δὲ Ἐπίκτητον καὶ ὑπὸ τῶν τυχόντων καὶ ῥοπὴν πρὸς τὸ ὠφελεῖσθαι ἐχόντων θαυμαζόμενον, αἰσθομένων τῆς ἀπὸ τῶν λόγων αὐτοῦ βελτιώσεως.

καὶ ταῦτά γε οὐκ ἐγκαλοῦντες Πλάτωνί φαμεν (ὁ γὰρ πολὺς τῶν ἀνθρώπων κόσμος χρησίμως καὶ τοῦτον ἤνεγκεν) ἀλλὰ καὶ δεικνύντες τὸ βούλημα τῶν εἰπόντων τό· „καὶ ὁ λόγος μου

139
καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ᾿ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵν᾿ ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾿ ἐν δυνάμει θεοῦ.“ φησὶ δ᾿ ὁ θεῖος λόγος οὐκ αὔταρκες εἶναι τὸ λεγόμενον, κἂν καθ᾿ αὐτὸ ἀληθὲς καὶ πιστικώτατον ᾖ, πρὸς τὸ
v.2.p.72
καθικέσθαι ἀνθρωπίνης ψυχῆς, ἐὰν μὴ καὶ δύναμίς τις θεόθεν δοθῇ τῷ λέγοντι καὶ χάρις ἐπανθήσῃ τοῖς λεγομένοις, καὶ αὕτη οὐκ ἀθεεὶ ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ ψαλμῷ ὅτι „κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.“

ἵν᾿ οὖν ἐπί τινων δοθῇ τὰ αὐτὰ δόγματα εἶναι Ἕλλησι καὶ τοῖς ἀπὸ τοῦ λόγου ἡμῶν, ἀλλ᾿ οὔτι γε καὶ τὰ αὐτὰ δύναται πρὸς τὸ ὑπαγαγέσθαι καὶ διαθεῖναι ψυχὰς κατὰ ταῦτα. διόπερ οἱ ἰδιῶται ὡς πρὸς φιλοσοφίαν Ἑλληνικὴν μαθηταὶ τοῦ Ἰησοῦ ἐκπεριῆλθον πολλὰ ἔθνη τῆς οἰκουμένης, διατιθέντες, ὡς ὁ λόγος ἐβούλετο, κατ᾿ ἀξίαν ἕκαστον τῶν ἀκουόντων· (οἳ) καὶ ἀνάλογον τῇ ῥοπῇ τοῦ αὐτεξουσίου αὐτῶν πρὸς ἀποδοχὴν τοῦ καλοῦ πολλῷ βελτίους ἐγένοντο.

Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις, καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν καὶ φασκέτω μηδαμῶς

631
εἶναι „ῥητὸν“ τὸ πρῶτον ἀγαθὸν, „ἀλλ᾿ ἐκ πολλῆς συνουσίας“ ἐγγινόμενον καὶ „ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ“· ὧν καὶ ἡμεῖς ἀκούσαντες συγκατατιθέμεθα ὡς καλῶς λεγομένοις, „ὁ θεὸς γὰρ αὐτοῖς“ ταῦτα καὶ ὅσα καλῶς λέλεκται „ἐφανέρωσε.“ διὰ τοῦτο δὲ καὶ τοὺς τὰ ἀληθῆ περὶ θεοῦ ὑπολαβόντας καὶ μὴ τὴν ἀξίαν τῆς περὶ αὐτοῦ ἀληθείας θεοσέβειαν ἀσκήσαντάς φαμεν ὑποκεῖσθαι ταῖς τῶν ἁμαρτανόντων κολάσεσιν. αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος ὅτι „ἀποκαλύπτεται ὀργὴ θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν
v.2.p.73
ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.“ καὶ „ἀλήθειαν“ γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἡμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες ὅτι „ῥητὸν οὐδαμῶς ἐστι“ τὸ πρῶτον ἀγαθὸν καὶ λέγοντες ὡς „ἐκ πολλῆς συνουσίας γινομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ
139
γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.“

Ἀλλ᾿ οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράψαντες καταβαίνουσιν „εἰς Πειραιέα,“ προσευξόμενοι ὡς θεῷ τῇ Ἀρτέμιδι καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην πανήγυριν· καὶ τηλικαῦτά γε φιλοσοφήσαντες περὶ τῆς ψυχῆς καὶ τὴν διαγωγὴν τῆς καλῶς βεβιωκυΐας διεξελθόντες, καταλιπόντες τὸ μέγεθος ὧν „αὐτοῖς“ „ὁ θεὸς“ „ἐφανέρωσεν“ εὐτελῆ φρονοῦσι καὶ μικρὰ, „ἀλεκτρυόνα“ „τῷ

632
Ἀσκληπιῷ“ ἀποδιδόντες· καὶ „τὰ“ „ἀόρατα“ τοῦ θεοῦ καὶ τὰς ἰδέας φαντασθέντες „ἀπὸ τῆς κτίσεως τοῦ κόσμου“ καὶ τῶν αἰσθητῶν, ἀφ᾿ ὧν ἀναβαίνουσιν ἐπὶ τὰ νοούμενα, τήν τε ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα οὐκ ἀγεννῶς ἰδόντες οὐδὲν ἧττον „ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν,“ καὶ ὡς „ἀσύνετος αὐτῶν (ἡ) καρδία“ ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας
v.2.p.74
καὶ θεολογίᾳ „ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου“ προσκυνοῦντας, εἰς τιμήν φησιν ἐκείνου, ἔσθ᾿ ὅτε δὲ καὶ καταβαίνοντας μετ᾿ Αἰγυπτίων ἐπὶ τὰ πετεινὰ ἢ τετράποδα ἢ ἑρπετά. ἵνα δὲ καὶ δοκῶσί τινες ταῦτα ὑπεραναβεβηκέναι, ἀλλ᾿ εὑρεθήσονται ἀλλάξαντες „τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει“ καὶ σέβοντες καὶ λατρεύοντες „τῇ κτίσει παρὰ τὸν κτίσαντα.“ διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν τοῖς ἔργοις περὶ τὸ θεῖον πλανωμένων „ἐξελέξατο ὁ θεὸς“ „τὰ μωρὰ τοῦ κόσμου,“ „ἵνα καταισχύνῃ τοὺς σοφοὺς,“ „καὶ τὰ ἀγενῆ“ „καὶ τὰ ἀσθενῆ“ „καὶ τὰ ἐξουθενημένα“ καὶ „τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ“· καὶ ἀληθῶς, ἵνα „μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.“

πρῶτον δὲ ἡμῶν σοφοὶ, Μωϋσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἑξῆς αὐτῷ προφῆται, „οὐδαμῶς“ „ῥητὸν“ ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν ἔγραψαν μὲν, ὡς θεοῦ (ἑαυτὸν) ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι „ὤφθη“ ὁ θεὸς (φέρ᾿ εἰπεῖν) τῷ Ἀβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακώβ. τίς δὲ ὢν ὤφθη καὶ ποταπὸς καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοίπασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους ἐκείνοις, οἷς ὤφθη ὁ θεός· ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρᾷ καρδίᾳ. καὶ γὰρ κατὰ τὸν Ἰησοῦν ἡμῶν „μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.“

Τὸ δ᾿ „ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος“ ἐξάπτεσθαι „φῶς ἐν τῇ ψυχῇ“ πρότερος οἶδεν ὁ λόγος, εἰπὼν ἐν τῷ προφήτῃ· „φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.“ καὶ Ἰωάννης δὲ ὕστερον ἐκείνου γενόμενος λέγει ὅτι „ὃ γέγονεν“ ἐν τῷ λόγῳ „ζωὴ“ ἦν, „καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,“ ὅπερ „φῶς ἀληθινὸν“ „φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν“ ἀληθινὸν καὶ νοητὸν

v.2.p.75
„κόσμον,“ καὶ ποιεῖ αὐτὸν „φῶς τοῦ κόσμου.“ „ἔλαμψε“ γὰρ τοῦτο τὸ φῶς „ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ.“ διό φησιν ἀρχαιότατος
633
προφήτης πρὸ πολλῶν γενεῶν τῆς Κύρου βασιλείας προφητεύσας (ὑπὲρ τὰς τεσσαρεσκαίδεκα
140
γὰρ γενεὰς πρεσβύτερος αὐτοῦ ἦν) τό· „κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;“ καί· „λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου,“ καί· „ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε,“ καί· „ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.“ καὶ ἐπὶ τὸ φῶς τοῦτο προτρέπων ἡμᾶς ὁ ἐν τῷ Ἡσαΐᾳ λόγος φησί· „φωτίζου, φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνέτειλεν.“ ὁ δ᾿ αὐτὸς οὗτος προφητεύων περὶ τῆς τοῦ Ἰησοῦ ἐπιδημίας, ἀφιστάντος τῆς ἀπὸ τῶν εἰδώλων καὶ ἀγαλμάτων καὶ δαιμόνων θεραπείας, φησὶν ὅτι „καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς,“ καὶ πάλιν· „λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα.“

ὅρα οὖν τὴν διαφορὰν τοῦ καλῶς λελεγμένου ὑπὸ τοῦ Πλάτωνος περὶ τοῦ πρώτου ἀγαθοῦ καὶ τῶν εἰρημένων ἐν τοῖς προφήταις περὶ τοῦ φωτὸς τῶν μακαρίων· καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὤνησε τοὺς ἐντυγχάνοντας ἀλλ᾿ οὐδ᾿ αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ φιλοσοφήσαντα, ἡ δὲ τῶν θείων γραμμάτων εὐτελὴς λέξις ἐνθουσιᾶν πεποίηκε τοὺς γνησίως ἐντυγχάνοντας αὐτῇ· παρ᾿ οἷς τρέφεται τοῦτο τὸ φῶς τῷ ἔν τινι παραβολῇ εἰρημένῳ ἐλαίῳ, τηροῦντι τῶν δᾴδων τὸ φῶς ἐν ταῖς φρονίμοις πέντε παρθένοις.

Ἐπεὶ δὲ καὶ ἄλλην λέξιν οὕτως ἔχουσαν ἐκτίθεται ἀπὸ τῆς Πλάτωνος ἐπιστολῆς ὁ Κέλσος· „εἰ δέ μοι ἐφαίνετο γραπτέα τε ἱκανῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητὰ, τί κάλλιον

v.2.p.76
ἐπέπρακτο ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποις μέγα ὄφελος γράψαι καὶ τὴν φύσιν εἰς φῶς τοῖς πᾶσι προαγαγεῖν;“ φέρε καὶ περὶ τούτου βραχέα διαλεχθῶμεν, πότερον μὲν εἶχέ τι Πλάτων σεμνότερον ὧν ἔγραψε καὶ θειότερον ὧν κατέλιπεν ἢ μὴ, καταλιπόντες ἑκάστῳ ἐξετάζειν κατὰ τὸ δυνατὸν, δεικνύντες (δ᾿) ὅτι καὶ οἱ καθ᾿ ἡμᾶς προφῆται ἐφρόνουν τινὰ μείζονα γραμμάτων, ἅπερ οὐκ ἔγραψαν. ὁ μὲν γὰρ Ἰεζεκιὴλ κεφαλίδα λαμβάνει „βιβλίου,“ γεγραμμένην „ἔμπροσθεν“ καὶ ὄπισθεν, ἐν ᾗ „θρῆνος“ ἦν „καὶ μέλος καὶ οὐαὶ,“ καὶ προστάξαντος αὐτῷ τοῦ λόγου κατεσθίει τὴν βίβλον, ἵν᾿ αὐτὴν μὴ γράψῃ καὶ προδῷ ἀναξίοις· καὶ ὁ Ἰωάννης δὲ τὸ παραπλήσιον ἀναγέγραπται ἑωρακέναι καὶ πεποιηκέναι· ἀλλὰ καὶ ὁ Παῦλος „ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.“ ὁ δὲ πάντων τούτων κρείσσων Ἰησοῦς ὅτι μὲν „ἐλάλει“ τὸν τοῦ θεοῦ λόγον „τοῖς μαθηταῖς“ „κατ᾿ ἰδίαν“ καὶ μάλιστα ἐν ταῖς ἀναχωρήσεσιν εἴρηται, τίνα δ᾿ ἦν
634
ἃ ἔλεγεν, οὐκ ἀναγέγραπται. οὐ γὰρ „ἐφαίνετο“ αὐτοῖς „γραπτέα ἱκανῶς εἶναι“ ταῦτα „πρὸς τοὺς πολλοὺς“ οὐδὲ „ῥητά.“ καὶ, εἰ μὴ φορτικὸν εἰπεῖν περὶ τῶν τηλικούτων ἀνδρῶν τὸ ἀληθὲς, φημὶ ὅτι μᾶλλον Πλάτωνος οὗτοι ἑώρων ἀφ᾿ ὧν ἐλάμβανον χάριτι θεοῦ νοημάτων, τίνα μὲν τὰ „γραπτέα“ καὶ πῶς „γραπτέα“ τίνα δὲ οὐδαμῶς „γραπτέα“ τοὺς πολλοὺς,“ καὶ τίνα μὲν „ῥητὰ“ τίνα δὲ οὐ τοιαῦτα. πάλιν τε αὖ ὁ Ἰωάννης, διδάσκων ἡμᾶς γραπτέων καὶ οὐ γραπτέων
140
διαφορὰν, ἑπτὰ βροντῶν φησιν ἀκηκοέναι περί τινων διδασκουσῶν αὐτὸν καὶ ἀπαγορευουσῶν γραφῇ παραδοῦναι τοὺς λόγους αὐτῶν.

Πολλὰ δ᾿ ἂν καὶ παρὰ τῷ Μωϋσεῖ εὑρεθείη καὶ τοῖς προφήταις, οὐ μόνον Πλάτωνος ἀλλὰ καὶ Ὁμήρου καὶ τῆς τῶν παρ᾿ Ἕλλησι γραμμάτων εὑρέσεως πρεσβυτέροις, ἄξια τῆς εἰς αὐτοὺς χάριτος τοῦ θεοῦ καὶ μεγαλονοίας πεπληρωμένα· οἵτινες οὐχ, ὡς οἴεται Κέλσος, παρακούσαντες τοῦ Πλάτωνος τοιαῦτ᾿ εἰρήκασι. πῶς γὰρ οἷόν τ᾿ ἦν τοῦ μηδέπω γενομένου αὐτοὺς ἀκηκοέναι; ἵνα δὲ καὶ ἐπὶ τοὺς Ἰησοῦ ἀποστόλους τις, νεωτέρους γενομένους Πλάτωνος, ἀναγάγῃ τὸν Κέλσου λόγον, ὅρα εἰ μὴ αὐτόθεν ἀπίθανόν ἐστι τὸ λέγειν

v.2.p.77
Παῦλον τὸν σκηνοποιὸν καὶ Πέτρον τὸν ἁλιέα καὶ Ἰωάννην τὸν καταλιπόντα τὰ δίκτυα τοῦ πατρὸς, παρακούσαντας τῶν Πλάτωνι ἐν ταῖς ἐπιστολαῖς εἰρημένων, τοιαῦτα περὶ τοῦ θεοῦ παραδεδωκέναι. πολλάκις δὲ ἤδη ὁ Κέλσος θρυλήσας ὡς ἀξιούμενον εὐθέως πιστεύειν, ὡς καινόν τι παρὰ τὰ πρότερον εἰρημένα πάλιν αὐτό φησιν· ἀρκεῖ δ᾿ ἡμῖν τὰ εἰς ταῦτα λελεγμένα.

ἐπεὶ δὲ καὶ ἄλλην λέξιν ἐκτίθεται Πλάτωνος δι᾿ ὧν φησιν, „ἐρωτήσεσι καὶ ἀποκρίσεσι χρωμένων“ ἐλλάμπειν φρόνησιν τοῖς κατ᾿ αὐτὸν φιλοσοφοῦσι, φέρε παραδείξωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων ὅτι προτρέπει καὶ ὁ θεῖος λόγος ἡμᾶς ἐπὶ διαλεκτικὴν, ὅπου μὲν Σολομῶντος λέγοντος· „παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται,“ ὅπου δὲ τοῦ τὸ σύγγραμμα τὴν Σοφίαν ἡμῖν καταλιπόντος Ἰησοῦ υἱοῦ Σιρὰχ φάσκοντος· „γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.“ εὐμενεῖς οὖν ἔλεγχοι παρ᾿ ἡμῖν εἰσι μᾶλλον. τοῖς μαθοῦσιν ὅτι δεῖ τὸν προϊστάμενον τοῦ λόγου δυνατὸν εἶναι „τοὺς ἀντιλέγοντας ἐλέγχειν.“ εἰ δὲ ῥᾳθυμοῦσί τινες, οὐκ ἀσκοῦντες προσέχειν ταῖς θείαις ἀναγνώσεσι καὶ ἐρευνᾶν „τὰς γραφὰς“ καὶ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ ζητεῖν τὴν διάνοιαν τῶν γραφῶν καὶ αἰτεῖν περὶ αὐτῶν ἀπὸ τοῦ θεοῦ καὶ κρούειν αὐτῶν τὰ κεκλεισμένα, οὐ παρὰ τοῦτο ὁ λόγος κενός ἐστι σοφίας.

Εἶτά φησι μετὰ ἄλλας λέξεις Πλατωνικὰς, δηλούσας ὅτι „ὀλίγοις“ ἐστὶ γνωστὸν τὸ ἀγαθὸν, ἐπεὶ οἱ

635
πολλοὶ μετὰ „καταφρονήσεως οὐκ ὀρθῆς“ „ὑψηλῆς καὶ χαύνης ἐλπίδος“ πληρωθέντες „ὡς σεμνὰ ἄττα“ μεμαθηκότες λέγουσί τινα ὡς ἀληθῆ, ὅτι ταῦτα προειρηκὼς ὁ Πλάτων ὅμως οὐ τερατεύεται οὐδ᾿ ἀποφράττει τοῦ προαιρεῖσθαι βουλομένου,
v.2.p.78
τί ποτε ἐστὶν ὃ ἐπαγγέλλεται, τὴν γλῶτταν, οὐδ᾿ αὐτόθεν κελεύει φθάσαντας πιστεύειν ὅτι τοιόσδε ἐστὶν ὁ θεὸς καὶ υἱὸν ἔχει τοιόνδε, καὶ οὗτος κατελθὼν ἐμοὶ διελέξατο. καὶ πρὸς ταῦτά φημι ὅτι περὶ μὲν Πλάτωνος Ἀρίστανδρος οἶμαι ἀνέγραψεν ὡς οὐκ Ἀρίστωνος υἱοῦ ἀλλὰ φάσματος, ἐν Ἀπόλλωνος εἴδει προσελθόντος τῇ Ἀμφικτιόνῃ· καὶ ἄλλοι δὲ πλείονες τῶν Πλατωνικῶν ἐν τῷ Πλάτωνος βίῳ τοιαῦτ᾿ εἰρήκασι· περὶ δὲ Πυθαγόρου, πλεῖστα ὅσα τερατευσαμένου καὶ δείξαντος μὲν ἐν πανηγύρει Ἑλλήνων ἐλεφάντινον τὸν μηρὸν ἀνεγνωρικέναι δὲ φήσαντος τὴν ἀσπίδα,
141
ᾗ ἐχρῆτο, ὅτ᾿ Εὔφορβος ἦν, καὶ ἐν μιᾷ λεγομένου ἡμέρᾳ ἐν δύο πεφηνέναι πόλεσι, τί χρὴ καὶ λέγειν; ὁ δὲ βουλόμενος κατηγορεῖν ὡς τερατείας ἱστορουμένης περὶ Πλάτωνος καὶ Σωκράτους ἐκθήσεται καὶ τὸν συνιστάμενον Σωκράτει καθ᾿ ὕπνον κύκνον καὶ τὸν διδάσκαλον εἰπόντα ἐπὶ τῇ συστάσει τοῦ νεανίσκου· „οὗτος ἄρα ὁ κύκνος ἦν.“ ἀλλὰ καὶ ὃν τρίτον εἶδεν ὀφθαλμὸν ἑαυτὸν ἔχοντα ὁ Πλάτων εἰς τερατείαν ἀναλήψεται. οὐ λείψει δὲ τοὺς κακοήθεις καὶ κακηγορεῖν βουλομένους τὰ τοῖς κρείττοσι παρὰ τοὺς πολλοὺς ἐπιφανέντα, διαβολὴ καὶ κακηγορία· οἵτινες καὶ τὸ Σωκράτους δαιμόνιον ὡς πλάσμα χλευάσουσιν.

636
οὐ τερατευόμεθα οὖν τὰ περὶ τοῦ Ἰησοῦ διηγούμενοι, οὐδ᾿ οἱ γνήσιοι αὐτοῦ μαθηταὶ τοιούτους ἀνέγραψαν λόγους περὶ αὐτοῦ. ὁ δὲ πάντ᾿ ἐπαγγελλόμενος εἰδέναι Κέλσος καὶ πολλὰ τῶν Πλάτωνος παρατιθέμενος ἑκὼν οἶμαι σιωπᾷ τὸν περὶ υἱοῦ θεοῦ λόγον, τὸν παρὰ Πλάτωνι λελεγμένον ἐν τῇ πρὸς Ἑρμείαν καὶ Κορίσκον ἐπιστολῇ. οὕτω δὲ ἔχει ἡ τοῦ Πλάτωνος λέξις· „καὶ τὸν τῶν
v.2.p.79
πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμονικοῦ καὶ αἰτίου πατέρα καὶ κύριον ἐπομνύντας· ὃν, ἂν ὄντως φιλοσοφῶμεν, εἰσόμεθα πάντες (σαφῶς) εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.“

Καὶ ἄλλην δὲ τοῦ Πλάτωνος λέξιν ἐκτίθεται ὁ Κέλσος οὕτως ἔχουσαν· „ἔτι δὲ μακρότερα περὶ αὐτῶν ἐν νῷ μοι γέγονεν εἰπεῖν· τάχα γὰρ ἂν ὧν πέρι λέγω σαφέστερον ἂν εἴη τι λεχθέντων αὐτῶν· ἔστι γάρ τις λόγος ἀληθὴς, ἐναντίος τῷ τολμήσαντι γράφειν τῶν τοιούτων (καὶ) ὁτιοῦν, πολλάκις μὲν ὑπ᾿ ἐμοῦ καὶ πρότερον λεχθεὶς, ἔοικε δ᾿ οὖν εἶναι καὶ νῦν λεκτέος. ἔστι τῶν ὄντων ἑκάστῳ, δι᾿ ὧν τὴν ἐπιστήμην ἀνάγκη παραγίνεσθαι, τρία, τέταρτον δὲ αὕτη, πέμπτον δὲ αὐτὸ τιθέναι δεῖ, ὅ δὴ γνωστόν τε καὶ ἀληθές ἐστιν· ὧν ἓν μὲν ὄνομα, δεύτερον δὲ λόγος, τὸ δὲ τρίτον εἴδωλον, τὸ τέταρτον δὲ ἐπιστήμη.“ καὶ κατὰ ταῦτα δὲ εἴποιμεν ἂν ὅτι „φωνὴ μὲν βοῶντος ἐν τῇ ἐρήμῳ“ εἰσῆκται ὁ Ἰωάννης πρὸ τοῦ Ἰησοῦ ἀνάλογον τῷ παρὰ Πλάτωνι ὀνόματι, δεύτερος δὲ μετὰ τὸν Ἰωάννην δεικνύμενος ὑπ᾿ αὐτοῦ ὁ Ἰησοῦς, ᾧ ἐφαρμόζει τὸ „ὁ λόγος σὰρξ ἐγένετο“, ἀνάλογον ὂν τῷ παρὰ Πλάτωνι λόγῳ. Πλάτων μὲν οὖν τὸ τρίτον φησὶν εἴδωλον. ἡμεῖς δὲ τὸ ὄνομα τοῦ εἰδώλου ἐπ᾿ ἄλλου τάττοντες τρανότερον φήσομεν ἐν τῇ ψυχῇ γινόμενον μετὰ τὸν λόγον τῶν τραυμάτων τύπον, τοῦτον εἶναι τὸν ἐν ἑκάστῳ Χριστὸν ἀπὸ Χριστοῦ λόγου. εἰ δὲ καὶ ἀνάλογόν ἐστι τῷ τετάρτῳ ὄντι ἐπιστήμη ἡ „ἐν τοῖς“ καθ᾿ ἡμᾶς „τελείοις“ σοφία ὁ Χριστὸς, ἐπιστήσει ὁ δυνάμενος.

Εἶτά φησιν ὅτι ὁρᾷς ὅπως Πλάτων, καίτοι διαβεβαιωσάμενος ὅτι „ῥητὸν“ οὐκ ἔστιν, ὅμως, ἵνα μὴ εἰς ἀνεξέλεγκτον ἀναχωρεῖν δόξῃ, λογισμὸν ὑπέχει ταύτης τῆς ἀπορίας· εἴη γὰρ ἂν τυχὸν „ῥητὸν“ καὶ τὸ μηδέν. ἀλλ᾿ ἐπεὶ τοῦτο

v.2.p.80
φέρει εἰς κατασκευὴν τοῦ δεῖν μὴ ἁπλῶς πιστεύειν ἀλλὰ λογισμὸν ὑπέχειν τῶν
141
πιστευομένων, χρησόμεθα καὶ ἡμεῖς τοῦ Παύλου λέξει ἐγκαλούσῃ τῷ εἰκῇ πιστεύοντι, ἐν ᾗ φησιν· „ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.“

τὸ ὅσον δ᾿ ἐπ᾿ αὐτῷ ἀναγκάζει

637
ἡμᾶς ταυτολογεῖν ταυτολογῶν ὁ Κέλσος, λέγων μετὰ τὰς εἰρημένας ὥσπερ ἀλαζόνων ἀλαζονείας ὅτι ὁ Πλάτων οὐκ ἀλαζονεύεται καὶ ψεύδεται φάσκων αὐτὸς καινόν τι εὑρίσκειν ἢ ἀπ᾿ οὐρανοῦ παρὼν ἀγγέλλειν, ἀλλ᾿ ὁπόθεν ἐστὶ ταῦθ᾿ ὁμολογεῖ. εἴποι ἄν τις οὖν καὶ πρὸς ταῦτα. βουλόμενος ἀπαντᾶν τῷ Κέλσῳ, ὅτι καὶ Πλάτων ἀλαζονεύεται ἐν τῇ τοῦ Διὸς κατὰ τὸν Τίμαιον δημηγορίᾳ λέγων· „θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς καὶ πατὴρ“, καὶ τὰ ἑξῆς. ἀλλ᾿ εἰ ἀπολογήσεταί τις περὶ τούτων διὰ τὸν νοῦν τοῦ δημηγοροῦντος παρὰ τῷ Πλάτωνι Διὸς, διὰ τί ὁ ἐξετάζων τὸν νοῦν τῶν λόγων τοῦ υἱοῦ τοῦ θεοῦ ἢ τῶν ἐν τοῖς προφήταις τοῦ δημιουργοῦ οὐχὶ καὶ πλεῖόν τι ἐρεῖ παρὰ τὴν ἐν τῷ Τιμαίῳ τοῦ Διὸς δημηγορίαν; τὸ γὰρ χαρακτηρίζον τὴν θεότητα ἡ περὶ μελλόντων ἐστὶν ἀπαγγελία, οὐ κατ᾿ ἀνθρωπίνην φύσιν λεγομένων καὶ ταῖς ἐκβάσεσι κρινομένων ὅτι θεῖον πνεῦμα ἦν τὸ ταῦτα ἀπαγγέλλον.

οὐ πρὸς πάντα οὖν τὸν προσιόντα φαμὲν ὅτι πρῶτον πίστευσον ὃν εἰσηγοῦμαί σοι τοῦτον εἶναι υἱὸν θεοῦ, ἀλλ᾿ ἑκάστῳ κατὰ τὸ πρέπον αὐτοῦ τῷ ἤθει καὶ τῇ καταστάσει προσάγομεν τὸν λόγον, μαθόντες „εἰδέναι, πῶς δεῖ ἡμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι.“ καὶ εἰσὶν οἷς πλεῖον μὴ δυναμένοις τοῦ προτραπῆναι εἰς τὸ πιστεύειν τοῦτο κηρύττομεν, ἄλλοις δὲ ὅση δύναμις ἀποδεικτικῶς δι᾿ ἐρωτήσεων καὶ ἀποκρίσεων προσερχόμεθα. ἀλλ᾿ οὐδὲ λέγομεν τὸ μετὰ χλεύης ὑπὸ τοῦ Κέλσου εἰρημένον. ὅτι πίστευσον ὃν εἰσηγοῦμαί σοι τοῦτον εἶναι υἱὸν θεοῦ, κἂν ᾖ δεδεμένος ἀτιμότατα ἢ κεκολασμένος αἴσχιστα, κἂν χθὲς καὶ πρώην ἐν τοῖς πάντων ὀφθαλμοῖς ἐπονειδιστότατα κεκαλινδημένος. οὐδέ φαμεν· ταύτῃ καὶ μᾶλλον πίστευσον. εἰς ἕκαστον γὰρ πειρώμεθα λέγειν καὶ πλείονα ὧν ἐν τοῖς ἀνωτέρω ἐξεθέμεθα.

Μετὰ ταῦτά φησιν ὁ Κέλσος ὅτι, ἐὰν οἵδε μὲν (λέγων Χριστιανοὺς) εἰσηγῶνται τόνδε, ἄλλοι δὲ ἄλλον, κοινὸν δὲ

v.2.p.81
πάντων ᾖ καὶ πρόχειρον· πίστευσον, εἰ σωθῆναι θέλεις, ἢ ἄπιθι· τί ποιήσουσιν οἱ ἀληθῶς σῴζεσθαι θέλοντες; ἦ κύβους ἀναῤῥίψαντες μαντεύσονται, ποῖ τράπωνται καὶ τίσι προσθῶνται; καὶ πρὸς τοῦτο δὲ ἀπὸ τῆς ἐναργείας ὁρμώμενοι ταῦτα φήσομεν· εἰ μὲν πλείους ἦσαν ὁμοίως τῷ Ἰησοῦ ἱστορούμενοι τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημηκέναι ὡς υἱοὶ θεοῦ, καὶ ἕκαστος αὐτῶν περισπάσας τινὰς εἰς αὑτὸν, ὥστ᾿ ἀμφήριστον εἶναι διὰ τὴν ὁμοιότητα τῆς ἐπαγγελίας περὶ τοῦ υἱὸν εἶναι θεοῦ τὸν ὑπὸ τῶν πιστευόντων αὐτῷ μαρτυρούμενον. χώραν ἂν εἶχε τὸ ἐὰν οἵδε μὲν εἰσηγῶνται τόνδε, ἄλλοι δὲ ἄλλον, καὶ κοινὸν δὲ πάντων ᾖ καὶ πρόχειρον· πίστευσον. εἰ σωθῆναι θέλεις. ἢ ἄπιθι καὶ τὰ ἑξῆς· νυνὶ δὲ εἰς πᾶσαν τὴν
638
οἰκουμένην
142
Ἰησοῦς κεκήρυκται. ἐπιδημήσας τῷ γένει τῶν ἀνθρώπων μόνος υἱὸς θεοῦ. οἱ γὰρ ὁμοίως Κέλσῳ ὑπολαβόντες τετερατεῦσθαι καὶ διὰ τοῦτο βουληθέντες ὁμοίως τερατεύσασθαι, ὡς καὶ αὐτοὶ παραπλησίως κρατήσοντες τῶν ἀνθρώπων, τὸ οὐδὲν εἶναι ἐξηλέγχθησαν. Σίμων τε ὁ Σαμαρεὺς μάγος καὶ Δοσίθεος ὁ ἀπὸ τῆς αὐτῆς χώρας ἐκείνῳ τυγχάνων. ἐπεὶ ὁ μὲν ἔφασκεν αὑτὸν εἶναι δύναμιν θεοῦ τὴν καλουμένην μεγάλην. ὁ δὲ καὶ αὐτὸς υἱὸς τοῦ θεοῦ. οὐδαμοῦ γὰρ τῆς οἰκουμένης Σιμωνιανοί· καίτοι γε ὑπὲρ τοῦ πλείονας ὑπαγαγέσθαι ὁ Σίμων τὸν περὶ τοῦ θανάτου κίνδυνον. ὃν Χριστιανοὶ αἱρεῖσθαι ἐδιδάχθησαν, περιεῖλε τῶν μαθητῶν, ἐναδιαφορεῖν αὐτοὺς διδάξας πρὸς τὴν εἰδωλολατρείαν. ἀλλ᾿ οὐδὲ τὴν ἀρχὴν Σιμωνιανοὶ ἐπεβουλεύθησαν· ᾔδει γὰρ ὁ ἐπιβουλεύων δαίμων πονηρὸς τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ οὐδὲν τῶν ἰδίων παραλυθησόμενον βούλημα ἐκ τῶν Σίμωνος μαθημάτων. οἱ δὲ Δοσιθεηνοὶ οὐδὲ πρότερον ἤκμασαν· νῦν δὴ παντελῶς ἐπιλελοίπασιν, ὥστε τὸν ὅλον
v.2.p.82
αὐτῶν ἱστορεῖσθαι ἀριθμὸν οὐκ εἶναι ἐν τοῖς τριάκοντα. καὶ „Ἰούδας“ δὲ „ὁ Γαλιλαῖος“, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἔγραψεν, ἐβουλήθη ἑαυτόν τινα εἰπεῖν μέγαν, καὶ πρὸ ἐκείνου „Θευδᾶς“· ἀλλ᾿ ἐπεὶ οὐκ ἦν ἐκ θεοῦ αὐτῶν ἡ διδαχὴ, ἀνῃρέθησαν, „καὶ πάντες ὅσοι ἐπείθοντο“ αὐτοῖς παραχρῆμα διεσκεδάσθησαν. οὐ κύβους οὖν ἀναῤῥιπτοῦντες μαντευόμεθα, ποῖ τραπώμεθα καὶ τίνι προσθώμεθα, ὡς δυναμένων πλειόνων περισπάσαι ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεόθεν ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων. ἀλλὰ γὰρ καὶ περὶ τούτων ἅλις.

Διὸ μεταβαίνομεν ἐπ᾿ ἄλλην Κέλσου κατηγορίαν. οὐδὲ τὰς λέξεις ἡμῶν εἰδότος ἀλλ᾿ ἐκ παρακουσματίων φήσαντος ὅτι φαμὲν τὴν ἐν ἀνθρώποις σοφίαν μωρίαν εἶναι παρὰ θεῷ, τοῦ Παύλου λέγοντος· „ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστι.“ καί φησιν ὁ Κέλσος ὅτι ἡ τούτου αἰτία καὶ πάλαι εἴρηται. οἴεται δὲ αἰτίαν εἶναι τὸ βούλεσθαι ἡμᾶς διὰ τῆς λέξεως ταύτης τοὺς ἀπαιδεύτους καὶ ἠλιθίους προσάγεσθαι μόνους. ἀλλ᾿ ὡς καὶ αὐτὸς ἐσημειώσατο, ταὐτὸ εἶπεν ἀνωτέρω, καὶ ἡμεῖς πρὸς τὸν λόγον κατὰ τὸ δυνατὸν ἡμῖν ἀπηντήσαμεν. ὅμως μέντοι ἐβουλήθη καὶ τοῦτο δεῖξαι πεπλασμένον ἡμῖν καὶ ληφθὲν ἀπὸ τῶν παρ᾿ Ἕλλησι σοφῶν. ἄλλην μὲν εἶναι φησάντων τὴν ἀνθρωπίνην σοφίαν ἄλλην δὲ τὴν θείαν. καὶ ἐκτίθεταί γε Ἡρακλείτου λέξεις, μίαν μὲν, ἐν ᾗ φησιν· „ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας,

639
θεῖον δὲ ἔχει,“ ἑτέραν δέ· „ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκως περ παῖς πρὸς ἀνδρός.“ ἐκτίθεται δὲ καὶ ἀπὸ τῆς Πλάτωνος γεγραμμένης Σωκράτους ἀπολογίας ταῦτα· „ἐγὼ γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, δι᾿ οὐδὲν ἄλλο ἢ διὰ σοφίαν τοῦτο τὸ ὄνομα ἔσχηκα. ποίαν δὲ σοφίαν ταύτην; ἥπερ ἐστὶν ἴσως ἀνθρωπίνη σοφία·
142
τῷ ὄντι γὰρ κινδυνεύω ταύτην εἶναι σοφός.“ ἃ μὲν οὖν ἐκτίθεται ὁ Κέλσος ταῦτά ἐστιν. ἐγὼ δὲ ἀπὸ τῆς πρὸς Ἑρμείαν καὶ Ἔραστον καὶ Κορίσκον Πλάτωνος ἐπιστολῆς καὶ ταῦτα παραθήσομαι· „Ἐράστῳ δὲ καὶ Κορίσκῳ πρὸς
v.2.p.83
τῇ τῶν εἰδῶν σοφίᾳ τῇ καλῇ ταύτῃ φημὶ ἐγὼ καίπερ γέρων ὢν προσδεῖν σοφίας τῆς περὶ τοὺς πονηροὺς καὶ ἀδίκους φυλακτικῆς καί τινος ἀμυντικῆς δυνάμεως. ἄπειροι γάρ εἰσι διὰ τὸ μεθ᾿ ἡμῶν μετρίων ὄντων καὶ οὐ κακῶν συχνὸν διατετριφέναι τοῦ βίου· διὸ δὴ τούτων προσδεῖν εἶπον, ἵνα μὴ ἀναγκάζωνται τῆς ἀληθινῆς μὲν ἀμελεῖν σοφίας, τῆς δ᾿ ἀνθρωπίνης τε καὶ ἀναγκαίας ἐπιμελεῖσθαι μειζόνως ἢ δεῖ.“

Οὐκοῦν κατὰ ταῦτα ἡ μέν τις θεία σοφία ἐστὶν, ἡ δ᾿ ἀνθρωπίνη. καὶ ἡ μὲν ἀνθρωπίνη ἐστὶν ἡ καθ᾿ ἡμᾶς λεγομένη „σοφία τοῦ κόσμου“. ἥτις ἐστὶ „μωρία παρὰ τῷ θεῷ“· ἡ δὲ θεία καὶ ἑτέρα παρὰ τὴν ἀνθρωπίνην, εἴπερ ἐστὶ θεία, χάριτι θεοῦ δωρουμένου αὐτὴν τοῖς ἑαυτοὺς ἐπιτηδείους πρὸς παραδοχὴν αὐτῆς κατασκευάσασι παραγίνεται, καὶ μάλιστα τοῖς ἐκ τοῦ ἐγνωκέναι τὴν διαφορὰν ἑκατέρας σοφίας πρὸς τὴν ἑτέραν ἐν ταῖς πρὸς θεὸν εὐχαῖς λέγουσι· „κἂν γάρ τις τέλειος ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται.“ καὶ γυμνάσιον μέν φαμεν εἶναι τῆς ψυχῆς τὴν ἀνθρωπίνην σοφίαν, τέλος δὲ τὴν θείαν· ἥτις καὶ „στερεὰ“ λέγεται τῆς ψυχῆς εἶναι „τροφὴ“ παρὰ τῷ φήσαντι· „τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.“

καὶ ἀρχαία μὲν ἀληθῶς ἐστιν ἥδε ἡ δόξα. οὐχ, ὡς οἴεται δὲ Κέλσος, τῆς περὶ αὐτῶν ἀρχαιότητος εἰς Ἡράκλειτον καὶ Πλάτωνα ἀναφερομένης. ἀνωτέρω γὰρ τούτων οἱ προφῆται διέστειλαν τὸ περὶ ἑκατέρας σοφίας· ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος εἰπεῖν ἀπὸ τῶν λόγων τοῦ Δαυῒδ τὸ περὶ τοῦ κατὰ τὴν θείαν σοφίαν σοφοῦ λεγόμενον, ὅστις „οὐκ ὄψεται καταφθορὰν,“ φησὶν, „ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας.“ ἡ θεία τοίνυν σοφία, ἑτέρα οὖσα τῆς πίστεως, πρῶτόν ἐστι τῶν καλουμένων· „χαρισμάτων“ τοῦ θεοῦ, καὶ μετ᾿ ἐκείνην δεύτερον τοῖς ἀκριβοῦν τὰ τοιαῦτα ἐπισταμένοις ἡ καλουμένη γνῶσις, καὶ τρίτον, ἐπεὶ σῴζεσθαι χρὴ καὶ τοὺς

v.2.p.84
ἁπλουστέρους προσιόντας κατὰ δύναμιν τῇ θεοσεβείᾳ, ἡ πίστις. διὸ λέγεται παρὰ τῷ Παύλῳ· „ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος
640
γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι.“ διόπερ οὐ τοὺς τυχόντας εὕροις ἂν μετειληφότας τῆς θείας σοφίας ἀλλὰ τοὺς ὑπερέχοντας καὶ διαφέροντας πάντων τῶν χριστιανισμῷ προσεχόντων, οὐδὲ τοῖς ἀπαιδευτοτάτοις ἢ ἀνδραπόδοις ἢ ἀμαθεστάτοις διέξεισί τις τὰ περὶ τῆς θείας σοφίας.

Καίτοι γε ἄλλους μέν φησιν ἀπαιδευτοτάτους εἶναι καὶ ἀνδράποδα καὶ ἀμαθεστάτους ὁ Κέλσος, τοὺς μὴ ἐπισταμένους αὐτοῦ τὰ προστάγματα μηδὲ παιδευθέντας τὰ Ἑλλήνων μαθήματα· ἡμεῖς δὲ ἀπαιδευτοτάτους φαμὲν τοὺς μὴ αἰσχυνομένους

143
ἐν τῷ τοῖς ἀψύχοις προσλαλεῖν καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλουμένους περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῦντας περὶ δ᾿ ἐπικουρίας τὸ ἀπορώτατον ἱκετεύοντας. κἄν τινες δὲ μὴ ταῦτα φῶσιν εἶναι τοὺς θεοὺς ἀλλὰ μιμήματα τῶν ἀληθινῶν κἀκείνων σύμβολα. οὐδὲν ἧττον καὶ οὗτοι. ἐν βαναύσων χερσὶ τὰ μιμήματα τῆς θειότητος φανταζόμενοι εἶναι. ἀπαίδευτοί εἰσι καὶ ἀνδράποδα καὶ ἀμαθεῖς· ὡς τοὺς ἐσχάτους τῶν ἐν ἡμῖν ἀπηλλάχθαι ταύτης τῆς ἀπαιδευσίας καὶ τῆς ἀμαθίας, καὶ φρονιμωτάτοις δὲ τὴν θείαν ἐλπίδα νοεῖσθαι καὶ καταλαμβάνεσθαί φαμεν. λέγομεν δὲ καὶ οὐχ οἷόν τ᾿ εἶναι μὴ ἐγγυμνασάμενον τῇ ἀνθρωπίνῃ σοφίᾳ χωρεῖν τὴν θειοτέραν, καὶ μωρίαν πᾶσαν τὴν ἀνθρωπίνην σοφίαν ὡς πρὸς τὴν θείαν ὁμολογοῦμεν.

εἶτα δέον αὐτὸν ἀγωνίζεσθαι περὶ τοῦ λόγου, ὁ δὲ γόητας ἡμᾶς καλεῖ καί φησιν ὅτί φεύγομεν τοὺς χαριεστέρους προτροπάδην ὡς οὐχ ἑτοίμους ἀπατᾶσθαι. παλεύομεν δὲ τοὺς ἀγροικοτέρους. οὐ γὰρ εἶδεν ἄνωθεν καὶ ἐξ ἀρχῆς καὶ τοῖς ἔξωθεν μαθήμασι πεπαιδευμένους τοὺς παρ᾿ ἡμῖν σοφοὺς, Μωϋσέα μὲν „πάσῃ Αἰγυπτίων σοφίᾳ,“ Δανιὴλ δὲ καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ

v.2.p.85
Μισαὴλ πᾶσι τοῖς Ἀσσυρίων γράμμασιν, ὥστ᾿ αὐτοὺς εὑρεθῆναι πάντων τῶν ἐκεῖ σοφῶν δεκαπλασίους. καὶ νῦν δὲ αἱ ἐκκλησίαι ἔχουσι μὲν ἀνάλογον τοῖς πλήθεσιν ὀλίγους σοφοὺς προσελθόντας καὶ ἀπὸ τῆς καλουμένης παρ᾿ ἡμῖν „κατὰ σάρκα“ σοφίας, ἔχουσι δὲ καὶ τοὺς διαβεβηκότας ἀπ᾿ ἐκείνης ἐπὶ τὴν θείαν σοφίαν.

Εἶτα μετὰ ταῦτα ὁ Κέλσος ὡς περιηχηθεὶς τὰ περὶ ταπεινοφροσύνης καὶ μὴ ἐπιμελῶς αὐτὴν νοήσας βούλεται μὲν τὴν παρ᾿ ἡμῖν κακολογεῖν. οἴεται δ᾿ αὐτὴν παράκουσμα εἶναι τῶν Πλάτωνος λόγων, ὅς φησι ποὺ ἐν τοῖς Νόμοις· „ὁ μὲν δὴ θεὸς, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δ᾿ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολελειμμένων τοῦ θείου νόμου τιμωρὸς, ἧς ὁ μὲν

641
εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος“· οὐχ ὁρῶν ὅτι παρὰ τοῖς πολὺ Πλάτωνος ἀρχαιοτέροις λέλεκται ἐν εὐχῇ τό· „κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμὲ, εἰ μὴ ἐταπεινοφρόνουν.“ ἅμα δὲ δηλοῦται διὰ τούτων ὅτι οὐ πάντως ὁ ταπεινοφρονῶν ἀσχημόνως καὶ ἀπαισίως ταπεινοῦται, χαμαιπετὴς ἐπὶ τῶν γονάτων καὶ πρηνὴς ἐῤῥιμμένος. ἐσθῆτα δυστήνων ἀμφισκόμενος καὶ κόνιν ἐπαμώμενος. ὁ γὰρ κατὰ τὸν προφήτην ταπεινοφρονῶν, πορευόμενος „ἐν μεγάλοις καὶ θαυμασίοις“ τοῖς ὑπὲρ αὐτὸν, τοῖς ἀληθῶς „μεγάλοις“ δόγμασι καὶ τοῖς „θαυμασίοις“ νοήμασι, ταπεινοῖ ἑαυτὸν „ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ.“

εἰ δέ τινες διὰ τὴν ἰδιωτείαν

143
μὴ τρανώσαντες τὸ περὶ τῆς ταπεινοφροσύνης δόγμα τοιαῦτα ποιοῦσιν, οὐ τὸν λόγον αἰτιατέον, ἀλλὰ τῇ ἰδιωτείᾳ τῶν προθεμένων μὲν τὰ κρείττονα διὰ δὲ τὸν ἰδιωτισμὸν ἀποτυγχανόντων συγγνωστέον. μᾶλλον γὰρ τοῦ κατὰ Πλάτωνα ταπεινοῦ καὶ κεκοσμημένου „ταπεινὸς καὶ κεκοσμημένος“ ἐστὶν ὁ κεκοσμημένος μὲν διὰ τὸ πορεύεσθαι „ἐν μεγάλοις“
v.2.p.86
καὶ „θαυμασίοις“ ὑπὲρ αὐτόν· ταπεινὸς δὲ, ἐπεὶ καὶ ἐν τούτοις ὢν ταπεινοῦται ἑκὼν. οὐχ ὑπὸ τὸν τυχόντα ἀλλ᾿ „ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ,“ διὰ τοῦ διδασκάλου τῶν τοιούτων μαθημάτων Ἰησοῦ· „ὃς“ „οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν,“ „καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.“ καὶ οὕτω μέγα δόγμα τὸ περὶ ταπεινοφροσύνης ἐστὶν, ὡς μὴ τὸν τυχόντα διδάσκαλον ἔχειν περὶ αὐτοῦ, ἀλλ᾿ αὐτὸν λέγειν τὸν τηλικοῦτον ἡμῶν σωτῆρα· „μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.“

Μετὰ ταῦτα τὴν κατὰ τῶν πλουσίων ἀπόφασιν τοῦ Ἰησοῦ, εἰπόντος· „εὐκοπώτερον κάμηλον εἰσελθεῖν διὰ τρήματος ῥαφίδος ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ,“ φησὶν ἄντικρυς ἀπὸ Πλάτωνος εἰρῆσθαι, τοῦ Ἰησοῦ παραφθείροντος τὸ Πλατωνικὸν, ἐν οἷς εἶπεν ὁ Πλάτων ὅτι „ἀγαθὸν ὄντα διαφόρως καὶ πλούσιον εἶναι διαφερόντως εἶναι ἀδύνατον.“ τίς δ᾿ οὐκ ἂν καὶ μετρίως ἐφιστάνειν τοῖς πράγμασι δυνάμενος τὸν Κέλσον γελάσαι, οὐ τῶν πιστευόντων τῷ Ἰησοῦ μόνων ἀλλὰ καὶ τῶν λοιπῶν ἀνθρώπων. ἀκούων ὅτι Ἰησοῦς ὁ παρὰ Ἰουδαίοις γεγενημένος καὶ ἀνατεθραμμένος καὶ Ἰωσὴφ „τοῦ τέκτονος“ νομισθεὶς εἶναι υἱὸς καὶ μηδὲ γράμματα μεμαθηκὼς οὐ μόνον τὰ Ἑλλήνων

642
ἀλλ᾿ οὐδὲ τὰ Ἑβραίων, ὅπερ καὶ αἱ φιλαλήθεις μαρτυροῦσι γραφαὶ τῶν περὶ αὐτὸν, ἀνέγνω Πλάτωνα καὶ ἀρεσθεὶς τῇ περὶ τῶν πλουσίων ἀποφαινομένῃ αὐτοῦ λέξει, ὡς „ἀδύνατόν ἐστιν ἀγαθὸν εἶναι διαφερόντως καὶ πλούσιον,“ παρέφθειρεν αὐτὴν καὶ πεποίηκε τὸ „εὐκοπώτερον κάμηλον διὰ τρήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ“;

v.2.p.87

εἰ δὲ μὴ μετὰ τοῦ μισεῖν καὶ ἀπεχθάνεσθαι ἐντυχὼν τοῖς εὐαγγελίοις φιλαλήθης ἦν ὁ Κέλσος, ἐπέστησεν ἂν, τί δή ποτε παρελήφθη κάμηλος, τὸ τῶν ζῴων ὅσον ἐπὶ τῇ κατασκευῇ σκολιὸν, παραβαλλόμενον τῷ πλουσίῳ, καὶ τί αὐτῷ ἐβούλετο ἡ στενὴ „τῆς ῥαφίδος“ τρυμαλιὰ, στενὴν φάσκοντι εἶναι καὶ τεθλιμμένην τὴν ὁδὸν τὴν ἀπάγουσαν „εἰς τὴν ζωὴν,“ καὶ τὸ κατὰ τὸν νόμον δὲ „ἀκάθαρτον“ τὸ ζῷον ἀναγεγράφθαι τοῦτο, ἔχον μέν τι ἀποδεκτὸν τὸ μαρυκᾶσθαι, ἔχον δὲ καὶ ψεκτὸν τὸ μὴ διχηλεῖν· ἐξήτασεν ἂν καὶ ὁσάκις ἐν ταῖς θείαις παρελήφθη κάμηλος γραφαῖς καὶ ἐπὶ τίνων, ἵνα θεωρήσῃ τὸ περὶ τῶν πλουσίων τοῦ λόγου βούλημα· οὐκ εἴασεν ἂν ἀβασάνιστον καὶ τὸ μακαρίζεσθαι μὲν τοὺς πτωχοὺς ὑπὸ τοῦ Ἰησοῦ

144
ταλανίζεσθαι δὲ τοὺς πλουσίους πότερον ἐπὶ τῶν αἰσθητῶν αὐτῷ ταῦτα . . . . πτωχῶν καὶ πλουσίων, ἢ οἶδέ τινα πτωχείαν πάντως μακαριζομένην ὁ λόγος καὶ πλοῦτον πάντως ψεκτόν· οὐκ ἂν γὰρ οὐδ᾿ ὁ τυχὼν ἀκρίτως τοὺς πτωχοὺς ἐπῄνεσεν, ὧν οἱ πολλοὶ καὶ φαυλόττοί εἰσι τὰ ἤθη. ἀλλὰ ταῦτα μὲν ταύτῃ.

Ἐπεὶ δ᾿ ἑξῆς ἐξευτελίσαι βουλόμενος τὰ περὶ βασιλείας θεοῦ γεγραμμένα παρ᾿ ἡμῖν τούτων μὲν οὐδὲν παρέθετο ὡς οὐδὲ τῆς παρ᾿ αὐτῷ ἄξιον ἀναγραφῆς, τάχα ἐπεὶ μηδὲ ᾔδει αὐτὰ, Πλάτωνος δὲ λέξεις ἐκτίθεται ἀπό τε τῶν ἐπιστολῶν καὶ τοῦ Φαίδρου, ὡς τούτων μὲν ἐνθέως εἰρημένων, οὐδὲν δὲ τοιοῦτον ἐχόντων τῶν ἡμετέρων γραμμάτων· φέρε ὀλίγα παραβάλωμεν παραθέσεως ἕνεκεν τῆς πρὸς τὰ Πλάτωνι οὐκ ἀπιθάνως μὲν εἰρημένα, οὐ μὴν καὶ διαθέντα τὸν φιλόσοφον ἀξίως κἂν αὐτῷ ἀναστραφῆναι ἐν τῇ πρὸς τὸν ποιητὴν τῶν ὅλων εὐσεβείᾳ· ἣν ἐχρῆν μὴ νοθεύειν μηδὲ μιαίνειν τῇ, ὡς ἡμεῖς ὀνομάζομεν, εἰδωλολατρείᾳ. ὡς δὲ καὶ οἱ πολλοὶ λέγοιεν ἂν χρώμενοι τῷ ὀνόματι, καὶ τῇ δεισιδαιμονίᾳ.

v.2.p.88

τρόπῳ δὴ Ἑβραϊκῷ τινι λέγεται περὶ τοῦ θεοῦ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ ὅτι „ἔθετο σκότος

643
ἀποκρυφὴν ὁ θεός“· ἵνα δηλωθῇ ὅτι ἀφανῆ καὶ ἄγνωστά ἐστι τὰ κατ᾿ ἀξίαν νοηθέντα ἄν περὶ τοῦ θεοῦ, ἀποκρύψαντος ἑαυτὸν οἱονεὶ ἐν σκότῳ τοῖς μὴ φέρουσι τὰς τῆς γνώσεως αὐτοῦ μαρμαρυγὰς μηδὲ δυναμένοις αὐτὸν ὁρᾶν πῇ μὲν διὰ τὸν μιασμὸν τοῦ νοῦ, σώματι „ταπεινώσεως“ ἀνθρώπων ἐνδεδεμένου, πῇ δὲ διὰ τὴν βραχυτέραν δύναμιν αὐτοῦ τῆς κατανοήσεως τοῦ θεοῦ. ἵνα δὲ δηλωθῇ τὸ σπανίως εἰς ἀνθρώπους φθάνον καὶ ἐν πάνυ ὀλίγοις εὑρισκόμενον τῆς γνώσεως τοῦ θεοῦ, Μωϋσῆς ἀναγέγραπται εἰσεληλυθέναι „εἰς τὸν γνόφον, ὅπου ἦν ὁ θεός“· καὶ περὶ Μωϋσέως πάλιν· „ἐγγιεῖ Μωϋσῆς μόνος πρὸς τὸν θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσι.“ πάλιν τε αὖ ἵνα τὸ βάθος παραστήσῃ ὁ προφήτης τῶν περὶ θεοῦ δογμάτων, ἄληπτον τυγχάνον τοῖς μὴ ἔχουσι „πνεῦμα“ τὸ πάντ᾿ ἐρευνῶν, ἐρευνῶν δὲ „καὶ τὰ βάθη τοῦ θεοῦ,“ εἶπε τό· „ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ.“·

ἀλλὰ καὶ ὁ σωτὴρ ἡμῶν καὶ κύριος λόγος τοῦ θεοῦ τὸ μέγεθος παριστὰς τῆς γνώσεως τοῦ πατρὸς. ὅτι κατ᾿ ἀξίαν προηγουμένως αὐτῷ μόνῳ. λαμβάνεται καὶ γινώσκεται. δευτέρως δὲ τοῖς ἐλλαμπομένοις τὸ ἡγεμονικὸν ὑπ᾿ αὐτοῦ τοῦ λόγου καὶ θεοῦ, φησίν· „οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.“ οὔτε γὰρ τὸν ἀγένητον καὶ πάσης γενητῆς φύσεως πρωτότοκον κατ᾿ ἀξίαν εἰδέναι τις δύναται ὡς ὁ γεννήσας αὐτὸν πατὴρ, οὔτε τὸν πατέρα ὡς ὁ ἔμψυχος λόγος καὶ σοφία αὐτοῦ καὶ ἀλήθεια· οὗ μετοχῇ περιαιροῦντος ἀπὸ τοῦ πατρὸς τὸ λεγόμενον „σκότος,“ ὃ „ἔθετο ἀποκρυφὴν αὐτοῦ,“ καὶ τὸ λεγόμενον „περιβόλαιον“ αὐτοῦ, τὴν ἄβυσσον, καὶ ἀποκαλύπτοντος

144
οὕτω τὸν πατέρα ὅστις ποτ᾿ ἂν χωρῇ γινώσκειν αὐτὸν γινώσκει.

Ταῦτα δ᾿ ἡγησάμην βραχέα ἀπὸ πλείστων ὅσων τῶν περὶ θεοῦ τοῖς ἱεροῖς ἀνδράσι νενοημένων παραθέσθαι, δεικνὺς ὅτι τῶν θαυμασθέντων ὑπὸ Κέλσου Πλατωνικῶν λόγων ἔχει τι σεμνότερον τοῖς ἔχουσιν ὀφθαλμοὺς, βλέπειν τὰ σεμνὰ τῶν γραφῶν

v.2.p.89
δυναμένους, τὰ ἱερὰ τῶν προφητῶν γράμματα. ἔχει δ᾿ ἡ Πλάτωνος λέξις, ἣν ὁ Κέλσος ἐξέθετο, τοῦτον τὸν τρόπον· „περὶ τὸν πάντων βασιλέα πάντ᾿ ἐστὶ, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων καλῶν. δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν, ποῖα ἄττα ἐστὶ, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. τοῦ δὴ βασιλέως πέρι καὶ ὧν εἶπον, οὐδέν ἐστι τοιοῦτον.“ ἐδυνάμην δὲ παραθέσθαι τὰ περὶ τῶν παρ᾿ Ἑβραίοις καλουμένων „σεραφὶμ,“ ἀναγεγραμμένων ἐν τῷ Ἡσαΐᾳ, καλυπτόντων „τὸ πρόσωπον“ καὶ „τοὺς πόδας“ τοῦ θεοῦ,
644
καὶ τὰ περὶ τῶν. ὀνομαζομένων „χερουβὶμ,“ ἃ διέγραψεν ὁ Ἰεζεκιὴλ, καὶ τῶν ὡσανεὶ σχημάτων αὐτῶν, καὶ τίνα τρόπον ὀχεῖσθαι λέγεται ἐπὶ τῶν χερουβὶμ ὁ θεός· ἀλλ᾿ ἐπεὶ πάνυ κεκρυμμένως εἴρηται διὰ τοὺς ἀναξίους καὶ ἀσέμνους, μὴ δυναμένους παρακολουθῆσαι μεγαλονοίᾳ καὶ σεμνότητι θεολογίας, οὐχ ἡγησάμην πρέπον εἶναι ἐν τῷ συγγράμματι τούτῳ περὶ αὐτῶν διαλεχθῆναι.

Ἑξῆς δὲ τούτοις φησὶν ὁ Κέλσος παρακούσαντάς τινας Χριστιανοὺς Πλατωνικῶν λέξεων αὐχεῖν τὸν ὑπερουράνιον θεὸν, ὑπεραναβαίνοντας τὸν Ἰουδαίων οὐρανόν. ἐν τούτοις δὲ οὐ διασαφεῖ, πότερον καὶ τὸν Ἰουδαίων θεὸν ὑπεραναβαίνουσιν ἢ μόνον ὃν ὀμνύουσιν οὐρανόν. περὶ μὲν οὖν τῶν ἕτερον ἐπαγγελλομένων θεὸν παρὰ τὸν καὶ ὑπὸ Ἰουδαίων προσκυνούμενον οὐ πρόκειται νῦν ἡμῖν λέγειν, περὶ δὲ ἑαυτῶν ἀπολογεῖσθαι καὶ δεικνύναι ὅτι οὐ δύνανται οἱ παρ᾿ ἡμῖν Ἰουδαίων προφῆται ἀπὸ Πλάτωνός τι εἰληφέναι· πρεσβύτεροι γὰρ ἦσαν αὐτοῦ. οὔτ᾿ οὖν τὴν φάσκουσαν λέξιν· „περὶ τὸν πάντων βασιλέα πάντ᾿ ἐστὶ. καὶ ἐκείνου ἕνεκα πάντα“ ἀπὸ Πλάτωνος εἰλήφαμεν, ἀλλὰ τούτων κρειττόνως εἰρημένα ἀπὸ τῶν προφητῶν μεμαθήκαμεν, σαφηνίσαντος τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ τὸ βούλημα τοῦ ἐν τοῖς προφήταις πνεύματος (ὅπερ οὐκ ἄλλο ἦν τοῦ πνεύματος τοῦ Χριστοῦ), οὔτε τὰ περὶ τοῦ ὑπερουρανίου τόπου πρῶτος ὁ φιλόσοφος παρίστησιν, ἀλλὰ Δαυῒδ τὴν βαθύτητα τοῦ πλήθους τῶν ἐν τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ τῶν περὶ

v.2.p.90
θεοῦ θεωρημάτων πάλαι παρέστησεν εἰπὼν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν· „αἰνεῖτε τὸν θεὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· αἰνεσάτωσαν τὸ ὄνομα κυρίου.“

ἐγὼ δὲ οὐκ ἀπογινώσκω τὰς ἀπὸ τοῦ Φαίδρου λέξεις ἀπό τινων Ἑβραίων μεμαθηκότα τὸν Πλάτωνα, ὡς δέ τινες ἀνέγραψαν, ἔτι καὶ

145
τοῖς προφητικοῖς ἐντυχόντα λόγοις ἐκτεθεῖσθαι, ἐν οἷς ἔλεγεν· „τὸν ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατ᾿ ἀξίαν“ καὶ τὰ ἑξῆς, ἐν οἷς ἐστι καὶ τὸ„ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ νῷ μόνῳ θεατὴ, περὶ ὅν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος τοῦτον ἔχει τὸν τόπον.“ καὶ ἀπ᾿ ἐκείνων γε τῶν λόγων παιδευθεὶς ὁ Παῦλος ἡμῶν καὶ ποθῶν τὰ ὑπερκόσμια καὶ ὑπερου ράνια καὶ δι᾿ ἐκεῖνα πάντα
645
πράττων, ἵν᾿ αὐτῶν τύχῃ, φησὶν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους ἐπιστολῇ· „τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.“

Ἄντικρυς γὰρ τοῖς ἀκούειν δυναμένοις παρίστησι τὰ μὲν αἰσθητὰ λέγων αὐτὰ „βλεπόμενα,“ τὰ δὲ νοητὰ καὶ νῷ μόνῳ καταληπτὰ ὀνομάζων „μὴ βλεπόμενα.“ οὗτος δὲ καὶ „πρόσκαιρα“ μὲν οἶδε τὰ αἰσθητὰ καὶ „βλεπόμενα,“ „αἰώνια“ δὲ τὰ νοητὰ καὶ „μὴ βλεπόμενα“· καὶ βουλόμενος πρὸς τῇ ἐκείνων θέᾳ γενέσθαι ὑπὸ τοῦ πρὸς ἐκεῖνα πόθου βοηθούμενος πᾶσαν θλῖψιν τὸ οὐδὲν καὶ ἐλαφράν τινα ἐνόμιζεν εἶναι· καὶ παρ᾿ αὐτὸν τὸν „τῆς θλίψεως“ καὶ τῶν πόνων καιρὸν μηδαμῶς μὲν βαρούμενος ὑπ᾿ αὐτῶν, ἐπελαφρίζων δὲ διὰ τὴν περὶ ἐκεῖνα θέαν πᾶσαν περίστασιν· ἐπεὶ καὶ ἔχομεν ἡμεῖς „ἀρχιερέα μέγαν“ τῷ μεγέθει τῆς δυνάμεως καὶ τοῦ νοῦ αὐτοῦ „διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ,“

v.2.p.91
ἐπαγγειλάμενον τοῖς γνησίως μαθοῦσι τὰ θεῖα καὶ ἀξίως αὐτῶν βιώσασι προάξειν αὐτοὺς ἐπὶ τὰ ὑπερκόσμια· φησὶ γάρ· „ἵν᾿ ὅπου ἐγὼ ὑπάγω καὶ ὑμεῖς ἦτε.“ διὰ τοῦτο ἡμεῖς μετὰ τοὺς ἐνταῦθα πόνους καὶ τοὺς ἀγῶνας ἐλπίζομεν πρὸς ἄκροις γενέσθαι τοῖς οὐρανοῖς, καὶ πηγὰς „ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον“ ἀναλαβόντες κατὰ τὴν Ἰησοῦ διδασκαλίαν ποταμούς τε χωρήσαντες τῶν θεωρημάτων σὺν τοῖς λεγομένοις ὕδασιν „ὑπεράνω τῶν οὐρανῶν.“ αἰνοῦσι „τὸ ὄνομα κυρίου,“ ἔσεσθαι. καὶ ὅσον γε αἰνοῦμεν αὐτὸν, οὐ περιαχθησόμεθα ἀπὸ τῆς τοῦ οὐρανοῦ περιφορᾶς, ἀεὶ δὲ πρὸς τῇ θέᾳ ἐσόμεθα τῶν ἀοράτων τοῦ θεοῦ, οὐκέτι „ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι“ νοουμένων ἡμῖν, ἀλλ᾿ ὡς ὠνόμασεν ὁ γνήσιος τοῦ Ἰησοῦ μαθητὴς λέγων· „τότε δὲ πρόσωπον πρὸς πρόσωπον“ καὶ τό· „ἐὰν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.“