Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 52 τίς γάρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἧ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμωρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων, πρὸς ὂν ὁ πατὴρ »ποιήσωμεν ἂνθρωπον« ἔφη »κατ᾿ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν«, οὐκ ὄντος ἑτέρου θεοῦ τοῦ συμπλάττειν αὐτῷ δυναμένου. »ἐγὼ« γάρ εἰμι, φησίν, »θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς ἓτερος οὐκ ἔστιν«. οὔτε οὖν νεώτερός τις θεὸς ἦν, οὔτε ἄλλος τις »μετὰ ταῦτα« θεὸς ὢν θεῷ συνεργεῖν δυνατὸς ἢν. ἀλλ’ εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ’ ἡμᾶς παραδείγματι χρώμενος ὡς διὰ εἰκόνος τὴν θείαν ἐξετάζοι πρᾶξιν· ὡσπερ ὄν τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνήρ , ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρακτῆρας ἐν ἑαυτώ σκοπεῖ, ἔπειτα πλάτος τε καὶ μῆκος ὅσον εὐπρεπὲς ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς ἐν τῴ καθ’ ἓκαστον ἐξετάζει μέρει, χαλκοῦ τε τὴν πρόσ- φορον ἑτοιμάσας ὕλην καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ καὶ νοητῶς ὁρᾶν νομίσας συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον, ᾧ λογίζεται καὶ ᾧ πάντα πράττειν εἴωθεν (οὐδὲν γάρ μὴ λόγῳ γιγνόμενον ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας πρὸς ἑαυτὸν ὡς πρὸς ἓτερον παρακελεύεται λέγων· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης θεὸς τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν οὐκ ἄλλῳ τινὶ ἀλλά τῷ ἑαυτοῦ λόγῳ παρακελεύεται λέγων »ποιήσωμεν ἄνθρωπον«, οὐ τὸν αὐτὸν τοῖς ἄλλοις τρόπον· λόγῳ γὰρ ἡ πᾶσα ἐγένετο κτίσις.

Re 53 οὐ γὰρ δὴ πέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ αὐτοῦ διανοίᾳ ἑτοιμασίας. ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῴ λόγῳ [*](4—5 100, —2 — —8 100 —6 — —28 41, —42, 13; —12 ἔφη) 119, —9; 15 (ἀλλ᾿) — (λέγων) 119, —25; 25 ἄγε1) — ἁνδριάντα) 78, 14. 157, 21 — —S. 196, 2 40, —32. 118, —119, 3) [*](6 Klagel. 4, 20 — 7 Joh. 4, 24 — 8 Joh. 8, 12 — 10 Gen. 3, 19? — 11 Gen. 1, 26 — 13 Jes. 44, 6 — 15 Jes. 44, 6) [*](1 θρωπίνης] danach ücke? Mo ὑπουργἰας Re εἰκόνος? We vgl. zu S. 41, 21 ἑαυτοῦ 118, 34)

196
σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὸν θεόν εἰκότως ἔφη »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

Re 54 πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἧ τοῦ κόσμοι· γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλῆν θεοῦ Πάντα γὰρ ὁμολογεῖται ὑπ’ αὐτοῦ γεγενῆσθαι) , τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὅς διδάσκει ἧμάς ὁ προφήτης Σολομὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανὸν λέγων »συμπαρήμην αὐτῷ« καὶ »ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἥμην ᾗ προσέχαιρεν«. ἔχαιρεν γὰρ εἰκότως ὁ πατὴρ μετὰ σοφίας καὶ δυνάμεως διὰ τοῦ λόγου πάντα ποιῶν.

Re 55 ὥσπερ γάρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τά λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται. διὰ τοῦτο γάρ καὶ ὁ ἁγιώτατος Μώσης ἄγγελον ἐνταῦθα ὀνομάζει τὸν λόγον , ὅτι δι’ οὐδὲν ἓτερον ἐφάνη, ἀλλ’ ἵνα ἀναγγείλῃ τῴ Μωσεῖ ταῦτα ἅπερ λυσιτελεῖν τοῖς υἱοῖς ᾿Ισραὴλ ἠπίστατο· ἠπίστατο δὲ λυσιτελεῖν ἵνα θεὸν εἶναι νομίζειν. διὸ καὶ πρὸς αὐτὸν ἐγὼ εἰμι ὁ ὢν« ἔφη, ἵνα μηδένα ἐκτὸς ἑαυτοῦ ἓτερον θεὸν εἶναι διδάξῃ. τοῦτο δὲ ῥᾴδιον , οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ τὰ. πεινοῦ καθ’ ἡμὰς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῴ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρω ἧ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ.

Re 56 ἐνταῦθα »ἐγώ εἰμι ὁ ὢν« λέγει μὲν τῴ Μωσεῖ ὁ πατὴρ, λέγει δὲ δηλονότι διὰ τοῦ λόγου. πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διά τοῦ λόγου λέγων φαίνεται τοῦτο δὲ δῆλον ἐστιν καὶ ἀφ’ ἡμῶν αἰτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.

Re 57 τίνα τοίνυν τὸν »ἐγώ εἰμι ὁ ’κ λέγοντα Ἀστέριος εἶναι οἴεται τὸν υἱὸν ἢ τὸν πατέρα; δύο γὰρ ὑποστάσεις, εἰς τὴν ἀνθρωπίνην ᾦ ὁ τοῦ θεοῦ λόγος ἀνείληφεν σάρκα ἀφορῶν καὶ δι’ αὐτὴν οὕτω φανταζόμενος, [*](3—12 153, —22; —8 αὐτόν) 42, —31. 107, —31; —10 αὐτῷ) 156, —22 — —22 40, 12—24; —14 σημαίνεται) —21. 109, 15 19 (τοῦτο) — 22 77, —29. 118, —29. vgl. 21 (ἓν) — 22 77, 12 —27 —41, 4; 24 πάντα) — 27 —35. —21. —26 — —S. 197, 2 123, —12; —29 πατέρα) 130, 31) [*](1 Prov. 8, 27 — 8 Prov. 8, —30 — 11 Ι Kor. 1, 24 — 15 Ex. 3. 2 — 18 Ex. 3, 14 — 23 Ex. 3, 14 — 28 Ex. 3, 14) [*](3 εἶναι] ποιῆσαι 156, 15 Ι ὁ < V 153, 11 | 4 τὰ] + τε 107, 25 Ι καὶ] + τὰ 153, 12. 156, 16 | ἐπὶ] + τῆς 153, 13. 156, 16 1 προὔθετο ποιῆσαι 42, 27 προέθετο ποιῆσαι 107, 26 Ι 6 πλὴν] + τοῦ 42, 28 Ι 7 ποιητὴς τοῦ κόσμου καὶ V 156, 20 Ι ἑτοιμάζω,] ὀνομάζων V 42, 30 vgl. S. 195, 29 Ι 9 συμπαρ. αὐτῷ“ λέγων 156, 22 | 13 γὰρ < 77, 19 Ι 14 γέγονεν — λόγου < V 40, 13 f 19 δὲ < V 40, 19 Ι 21 χωρῆσαι V 77, 27 | ἀνθρωπείῳ V 77, 11 Ι 23 ἐγώ V2 μὲν V* Ι 24 ἂν < V 112, 22 Ι λέγει V 112, 22 | 27 ποιοῦμεν] + καὶ λέγομεν Μο (doch vgl. zu S. 32, 2?) | 30 καὶ δὴ V2 a. R.)

197
πατρός τε καὶ υἱοῦ ἔφησεν εἶναι, οὕτω τὸν υἱὸν τοῦ θεοῦ χωρίζων τοῦ πατρὸς, ὡς καὶ υἱὸν ἀνθρώπου χωρίσειεν ἄν τις τοῦ κατά φύσιν πατρός.

Re 58 εἰ τοίνυν τὸν πατέρα χωρίζοντα ἑαυτὸν τοῦ υἱοῦ πρὸς τὸν Νωσέα ταῦτ’ εἰρηκέναι φήσει, οὐκ εἶναι τὸν υἱὸν θεὸν ὁμολογήσει. πῶς γὰρ ἐγχωρεῖ τὸν λέγοντα ἠῶ εἰμι ὁ ‘̓ονκ μὴ συνομολογεῖν ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὥν ἑαυτὸν εἶναί φησιν; εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ "ἐγώ εἰμι ὁ ὢν", ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται. ἑκάτερον δὲ τούτων ἀσεβές.

Re 59 ἄρζομαι τοίνυν ἀπὸ τῆς ὑπ’ αὐτοῦ γραφείσης ἐπιστολῆς πρὸς ἴκαστον τῶν μὴ ὀρθῶς γραφέντων ἀντιλέγειν. γέγραφεν πιστεύειν εἰς πα- τέρα θεὸν παντοκράτορα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ θεόν, τδν κύριον ἥμων Ἰησοῦν Χριστὸν, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον καί φησιν ἐκ τῶν θείων γραφῶν μεμαθηκέναι τοῦτον τὸν τῆς θεοσεβείας τΟόπον. ἐγὼ δὲ ὅταν μὲν τοῦτο λέγῃ ἀποδέχομαι σφόδρα τὰ λεγόμενα, κοινὸς γὰρ οἶτος ἀπάντων ἡμῶν τῆς θεοσεβείας ὁ τρόπος, πιστεύειν εἰς πατέρα καὶ υἱὸν κ αἰ ἄγιον πνεῦμα· ὅταν δὲ μὴ τῆς θείας ἐστοχασμένος δυνάμεως ἀνθρω- πικὁτερον ἧμίν διά τινος ἐντέχνου θεωρίας τόν τε πατέρα πατέρα λέγῃ καὶ τὸν υἱὸν υἱὸν, οὐκέτ’ ἐπαινεῖν τὴν τοιαύτην θεωρίαν ἀκίνδυνον. διὰ γὰρ τῆς τοιαύτης θεωρίας τὴν νῦν αὐτοῖς ἐπινοουμένην αἵρεσιν αὐξάνεσθαι συμβαίνει, ὅπερ σαψφως ἐπιδεῖξαι ῥᾴδιον οἶμαι ἐκ τῶν αὐτοῦ λόγων. ἔφη γὰρ τὸν μὲν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι νόμιζε ι ν καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως.

Re 60 ἀδύνατον γὰρ τρεῖς ὑποοτὰσεις οὔσας ἑνοῦσθαι μονάδι, εἰ μὴ πρότερον ἡ τριὰς τὴν ἀρχὴν ἀπὸ μονάδος ἔχοι. ἐκεῖνα γὰρ ἀνακεφαλαιοῦσθαι ἔφησεν μονάδι ὁ ἱερὸς Παῦλος, ἃ μηδὲν τῇ ἑνότητι τῷ θεῷ διαφέρει· ἑνότητι γάρ ὁ λόγος καὶ τὸ πνεῦμα τώ θέοι διαφέρει μόνα.