Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 105 τοῦ ἀνθρωπίνου ἁψάμενος σώματος καὶ δείξας αὐτὸ τοῖς ὁρῶσιν »τοῦτο ὑμᾶς σκανδαλίζει;« ἔφη »ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνιόντα, ὅπου ἥν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἧ σὰρξ οὐδὲν ὠφελεῖ«.

Re 106 οὐκοῦν οὐ δι’ ἑαυτόν ἀλλὰ δι’ ἧμάς τὴν ἀνθρωπίνην ἀνείληφεν σάρκα. εἰ δὲ δι’ ἧμάς ἀνειληφὼς φαίνεται, πάντα δὲ τὰ καθ’ ἧμάς τῇ αὐτοῦ προνοίᾳ καὶ ἐνεργείᾳ ἐν τῷ καιρῷ τῆς κρίσεως τέλους τεύξεται, οὐκέτι οὐδὲ ταύτης τῆς ἐν μέρει βασιλείας ἔσται χρεία.

Re 107 εἰ δέ τις λέγοι, διὰ τοῦτο τὴν ἀνθρωπίνην σάρκα ἀξίαν εἶναι τοῦ λόγου, ὅτι διὰ τῆς ἀναστάσεως ἀθάνατον αὐτὴν ἀπειργάσατο, γνώτω ὅτι οὐ πᾶν, ὅπερ ἀθάνατον, τοῦτο ἄξιον θεοῦ. μείζων γὰρ καἰ αὐτῆς τῆς ἀθανασίας ὁ θεὸς, ὁ τῇ ἑαυτοῦ βουλήσει καὶ τὰ μὴ ὄντα ἀθάνατα ποιεῖν δυνάμενος ὅτι δὲ οὐ πᾶν τὸ ἀθάνατον ἡνῶσθαι θεῷ ἄξιον δῆλόν ἐστι καὶ ἀπὸ τοῦ ἀρχὰς καὶ ἐξουσίας καὶ ἀγγέλους ἀθανάτους ὄντας μηδὲν διαφέρειν τῇ ἑνότητι τοῦ θεοῦ.