Oratio III contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

54. Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέγεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιότητα, οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λεγόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι, [*]((17.)) χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Ἄνω γὰρ καὶ κάτω περιιόντες, καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες, φάσκουσιν,

207
‘Ἰδοὺ, ἔκλαυσε, καὶ εἶπε, “Νῦν ἡ ψυχή μου τετάρακται·” καὶ [*](Luke xix. 41. John xii. 27. Matt. xxvi. 39.) παρεκάλεσε “παρελθεῖν τὸ ποτήριον·” πῶς οὖν, εἰ ταῦτα εἴρηκε, Θεός ἐστι καὶ Λόγος τοῦ Πατρός;’ Ναὶ γέγραπται, ὅτι ‘ἔκλαυσεν,’ ὦ θεομάχοι, καὶ ὅτι εἶπεν, ‘ἐταράχθην,’ καὶ ἐπὶ τοῦ σταυροῦ εἷπεν, ‘Ἐλωῒ, Ἐλωῒ λιμασαβαχθανὶ,’ ὅ ἐστι, ‘Θεέ [*](Mark xv. 34.) μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;ʼ καὶ παρεκάλεσε δὲ τοῦ [*](Cp. iv. 6.) παρελθεῖν τὸ ποτήριον· γέγραπται γὰρ ταῦτα. Ἀλλʼ ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι (τὸ αὐτὸ γὰρ ἐφʼ ἑκάστου τῶν παῤ [*](ii. 22, 80.) ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη·) εἰ μὲν ἄνθρωπος ψιλός ἐστιν ὁ λαλῶν, κλαιέτω καὶ φοβείσθω τὸν θάνατον, ὡς [*](Cp. ii. 15.) ἄνθρωπος· εἰ δὲ Λόγος ἐστὶν ἐν σαρκὶ (τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον), τίνα, Θεὸς ὢν, εἶχε φοβεῖσθαι; ἢ διὰ τί τὸν θάνατον ἐφοβεῖτο, ζωὴ ὢν αὐτὸς, καὶ ἄλλους ἐκ τοῦ θανάτου ῥυόμενος; ἢ πῶς λέγων, ‘Μὴ φοβεῖσθε τὸν ἀποκτείνοντα τὸ [*](Cp. Matt. x. 28.) σῶμα,ʼ αὐτὸς ἐφοβεῖτο; πῶς δὲ ὁ τῷ Ἀβραὰμ λέγων, ‘Μὴ [*](Gen. xxvi. 24.) φοβοῦ, ὅτι μετὰ σου εἰμι·’ καὶ τὸν Μωσῆν παραθαρσύνων κατὰ [*](Exod. iii. 12.) τοῦ Φαραὼ, καὶ τῷ τοῦ Ναυῆ λέγων, ‘Ἴσχυε καὶ ἀνδρίζου,ʼ [*](Jos. i. 6.) αὐτὸς ἐδειλία τὸν Ἡρώδην καὶ τὸν Πιλᾶτον; εἶτα, ἄλλοις γινόμενος βοηθὸς εἰς τὸ μὴ φοβεῖσθαι (‘Κύριοςʼ γὰρ, φησὶν, [*](Ps. cxvii (cxviii.) 6.) ‘ἐμοὶ βοηθός· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωποςʼ), αὐτὸς ἡγεμόνας θνητοὺς ἀνθρώπους ἐφοβεῖτο; αὐτὸς ἐλθὼν κατὰ τοῦ θανάτου, ἐδειλία τὸν θάνατον; πῶς δὲ οὐκ ἄτοπον καὶ δυσσεβὲς, λέγειν τοῦτον δειλιᾶν τὸν θάνατον ἢ τὸν ἅδην, ὃν ‘οἱ πυλωροὶ [*](Job xxxviii. 17.) τοῦ ᾅδου βλέποντες ἔπτηξαν;’ εἰ δὲ καθʼ ὑμὰς ἐδειλία ὁ Λόγος, διὰ τί πρὸ πολλοῦ λέγων περὶ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων οὐκ [*](Matt. xvi. 21.) ἔφευγεν, ἀλλὰ καὶ ζητούμενος ἔλεγεν, ‘Ἐγώ εἰμι;’ Καὶ γὰρ [*](John xviii. 5.) ἠδύνατο μὴ ἀποθανεῖν, ὡς ἔλεγεν· ‘ἐξουσίαν ἔχω θεῖναι τὴν [*](Ib. x. 18.) ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·’ καὶ ‘οὐδεὶς αἴρει αὐτὴν ἀπʼ ἐμοῦ.’

55. Ἀλλʼ οὐκ ἦν ἴδια φύσει τοῦ Λόγου ταῦτα, ᾗ Λόγος ἦν· [*](c. 41.) ἐν δὲ τῇ τοιαῦτα πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, ὦ Χριστομάχοι καὶ ἀχάριστοι Ἰουδαῖοι. Καὶ γὰρ οὐκ εἴρηται ταῦτα πρὸ τῆς [*](c. 28.) σαρκός· ἀλλʼ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, καὶ γέγονεν ἄνθρωπος, τὸ τηνικαῦτα καὶ ἀνθρωπίνως εἰρῆσθαι γέγραπται ταῦτα. Ἀμέλει, περὶ οὗ γέγραπται ταῦτα, αὐτὸς ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ οἶνον πεποίηκε, καὶ τῷ[ ἐκ γενετῆς τυφλῷ

208
[*](John x. 30.) ἐχαρίσατο τὸ βλέπειν, καὶ εἶπεν, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.ʼ Εἴπερ οὖν ἐκ τῶν ἀνθρωπίνων προφασίζονται ταπεινὰνοεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ ἄνθρωπον αὐτὸν ὅλον ἐκ γῆς, καὶ οὐκ ἐξ οὐρανοῦ νομίζουσι, διὰ τί μὴ καὶ ἐκ τῶν θεϊκῶν ἔργων ἐπιγινώσκουσι τὸν ἐν τῷ Πατρὶ Λόγον, καὶ λοιπὸν ἀρνοῦνται τὴν ἰδίαν ἀσέβειαν; Ἔξεστι γὰρ αὐτοὺς ὁρᾷν, πῶς ὁ τὰ ἔργα [*](Cp. c. 35.) ποιῶν ὁ αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα παθητὸν δεικνὺς ἐν τῷ [*](Al. αὐτὸ). ἀφιέναι κλαίειν καὶ πεινᾷν αὐτὸν, καὶ τὰ ἴδια τοῦ σώματος ἐν [*](Cp. i. 44.) αὐτῷ φαίνεσθαι. Ἐκ μὲν γὰρ τῶν τοιούτων ἐγνώριζεν ὅτι, Θεὸς ὢν ἀπαθὴς, σάρκα παθητὴν ἔλαβεν· ἐκ δὲ τῶν ἔργων ἐδείκνυεν ἑαυτὸν Λόγον ὄντα τοῦ Θεοῦ, καὶ ὕστερον γενόμενον [*](Ib. 38.) ἄνθρωπον, λέγων, ‘“κἂν ἐμοὶ μὴ πιστεύητε,” βλέποντες ἀνθρώπινόν με περιβεβλημένον σῶμα, ἀλλὰ κὰν “τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Πάνυ δέ μοι δοκοῦσιν ἀναισχυντίαν ἐσχηκέναι καὶ βλασφημίαν οἱ Χριστομάχοι. Ἀκούοντες μὲν γὰρ, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, βιάζονται τὴν διάνοιαν παρεξηγεῖσθαι, καὶ διαιρεῖν τὴν [*](Cp. c. 20.) ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀκούοντες δὲ ὅτι ἔκλαυσεν, [*](Luke xxii. 44.) ἵδρωσε, πέπονθεν, οὐκ ἐνορῶσι τῷ σώματι, ἀλλʼ ἐκ τούτων τῇ κτίσει συναριθμοῦσι τὸν διʼ οὗ γέγονεν ἡ κτίσις. Τί οὖν ἔτι [*](Ib. xi. 15.) λοιπὸν καὶ οὗτοι τῶν Ἰουδαίων διαφέρουσιν; Ὡς γὰρ ἐκεῖνοι τὰ τοῦ Θεοῦ ἔργα τῷ Βεελζεβοὺλ ἐλογίζοντο βλασφημοῦντες, οὕτω καὶ οὗτοι, τὸν ταῦτα ἐργασάμενον Κύριον τοῖς κτίσμασι συναριθμοῦντες, τὴν αὐτὴν ἐκείνοις ἀσύγγνωστον ὑποίσονται καταδίκην.

56. Ἔδει δὲ ἀκούοντας μὲν αὐτοὺς, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν [*](c. 4; ii. 22.) ἐσμεν,’ μίαν ὁρᾷν τὴν θεότητα καὶ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός· ἀκούοντας δὲ τὸ ‘ἔκλαυσε,ʼ καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν, μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχουσι τὴν ἀφορμὴν εὔλογον, ὅτι τὰ μὲν ὡς περὶ Θεοῦ γέγραπται, τὰ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. Οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ [*](i. 44.) τοῦ σώματος ἂν ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἧν καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι [*](c. 31.) γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. Εἴ τε τοίνυν ἔκλαυσε, καὶ ἐταράχθη,

209
οὐκ ἦν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ὁ κλαίων καὶ ταρασσόμενος, [*](c. 45. 52.) ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον, οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος· καὶ τὸ λέγειν, ‘ἵνα [*](Mark xv. 34.) τί με ἐγκατέλιπες;ʼ ὡς αὐτοῦ μέντοι πάλιν, κατὰ τὰ ἐν τοῖς [*](c. 32.) ἔμπροσθεν εἰρημένα, καίτοι μηδὲν πάσχοντος (ἀπαθὴς γὰρ ἦν ὁ [*](c. 34.) Λόγος) εἰρήκασιν ὅμως οἱ εὐαγγελισταὶ ταῦτα· ἐπεὶ καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος, καὶ ὡς παρὰ ἀνθρώπου γίνεται καὶ λέγεται ταῦτα, ἵνα καὶ, ταῦτα τὰ παθήματα τῆς σαρκὸς κουφίσας αὐτὸς, ἐλευθέραν αὐτῶν ταύτην κατασκευάσῃ. Ὅθεν οὐδὲ ἐγκαταλείπεσθαι δύναται παρὰ τοῦ Πατρὸς ὁ Κύριος, ὁ ἐν αὐτῷ ὢν ἀεὶ, καὶ πρὸ τοῦ εἰπεῖν, καὶ ὅτε ταύτην ἠφίει τὴν φωνήν. Ἀλλʼ οὐδὲ θέμις πάλιν εἰπεῖν δειλιᾷν τὸν Κύριον, ὃν ‘οἱ πυλωροὶ τοῦ [*](Job xxxviii. 17. Matt. xxvii. 53. Cp. In illud, Omnia, 2.) ᾅδου πτήξαντεςʼ ἐξαφῆκαν τὸν ᾅδην· καὶ ‘τὰ μὲν μνήματα ἀνέῳγε, πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν, καὶ ἐνεφανίσθησαν’ τοῖς ἰδίοις. Φιμούσθω τοίνυν πᾶς αἱρετικὸς, καὶ φοβείσθω λέγειν δειλιᾷν τὸν Κύριον, ὃν ὁ θάνατος, ὡς δράκων, φεύγει, ὃν τρέμουσι δαίμονες, καὶ φοβεῖται θάλασσα· δι᾿ ὃν οἱ οὐρανοὶ σχίζονται, καὶ πᾶσαι αἱ δυνάμεις σαλεύονται· ἰδοὺ γὰρ λέγοντος αὐτοῦ, ‘ἵνα τί με ἐγκατέλιπες;ʼ ἐδείκνυεν ὁ Πατὴρ ὡς ἀεὶ καὶ τότε ἦν ἐν αὐτῷ. Ἡ γὰρ γῆ, γινώσκουσα τὸν λαλοῦντα Δεσπότην, εὐθὺς ἔτρεμε, καὶ τὸ καταπέτασμα ἐσχίζετο, ὁ ἥλιός τε ἐκρύπτετο, καὶ αἱ πέτραι διεῤῥήγνυντο, καὶ τὰ μὲν μνημεῖα, ὡς προεῖπον, ἠνοίγετο, οἱ δὲ ἐν αὐτοῖς νεκροὶ ἠγείροντο· καὶ τό γε θαυμαστὸν, οἱ τότε παρόντες καὶ ἀρνούμενοι πρότερον αὐτὸν, ὕστερον ταῦτα βλέποντες, ὁμολογοῦσιν ‘ἀληθῶς τοῦτον [*](Ib. xxvii. 54.) εἶναι τοῦ Θεοῦ τὸν Υἱόν.’

57. Περὶ δὲ τοῦ λέγειν αὐτὸν, ‘εἰ δυνατὸν, παρελθέτω τὸ [*](Ib. xxvi. 39.) ποτήριον,’ μάθετε πῶς ταῦτα εἰρηκὼς ἐπετίμα τῷ Πέτρῳ, λέγων, οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.’ Ἤθελε [*](Ib. xvi. 23.) γὰρ ὃ παρῃτεῖτο, καὶ διὰ τοῦτʼ ἦν ἐλθών· ἀλλὰ τοῦ μὲν ἦν τὸ θέλειν, (ἐπὶ τοῦτο γὰρ ἦλθε) τῆς δὲ σαρκὸς ἦν τὸ δειλιᾷν· διὸ καὶ ὡς ἄνθρωπος ἔλεγε τὴν τοιαύτην φωνήν. Καὶ ἀμφότερα πάλιν παρὰ τοῦ αὐτοῦ ἐλέγετο, ἵνα δείξῃ ὅτι Θεὸς ἦν θέλων μὲν αὐτὸς, γενόμενος δὲ ἄνθρωπος εἶχε δειλιῶσαν τὴν σάρκα, διʼ ἣν [*](Cp. c. Apoll. ii. 10.) συνεκέρασε τὸ ἑαυτοῦ θέλημα τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἵνα καὶ

210
τοῦτο πάλιν ἀφανίσας, θαῤῥαλέον τὸν ἄνθρωπον πάλιν πρὸς τὸν θάνατον κατασκευάσῃ. Ἰδοὺ γοῦν πρᾶγμα παράδοξον ἀληθῶς· ὃν ὡς κατὰ δειλίαν λαλεῖν νομίζουσιν οἱ Χριστομάχοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαῤῥαλέους καὶ ἀφόβους τοὺς ἀνθρώπους κατεσκεύαζεν. Οἱ γοῦν μακάριοι ἀπόστολοι μετʼ αὐτὸν οὕτως ἐκ τῶν τοιούτων φωνῶν κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν [*](Acts iv. 9; v. 29.) τῶν ‘ἀνακρινόντωνʼ αὐτοὺς, ἀλλὰ λέγειν, ‘Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις·’ οἵ τε ἄλλοι ἅγιοι μάρτυρες οὕτως ἐθάῤῥουν, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἢ [*](De Incarn.29 Al. ἐαυτούς.) θάνατον ὑπομένειν. Πῶς οὖν οὐκ ἄτοπον τῶν μὲν θεραπόντων τοῦ Λόγου θαυμάζειν τὴν ἀνδρείαν, αὐτὸν δὲ τὸν Λόγον λέγειν δειλιᾷν, διʼ ὃν κἀκεῖνοι τοῦ θανάτου κατεφρόνησαν; Ἐκ δὲ τῆς τῶν ἁγίων μαρτύρων καρτερικωτάτης προθέσεως καὶ ἀνδρείας δείκνυται, ὡς οὐκ ἦν ἡ θεότης δειλιῶσα, ἀλλὰ τὴν ἡμῶν δειλίαν [*](2 Tim. i. 10.) ἦν ἀφαιρούμενος ὁ Σωτήρ. Ὡς γὰρ τὸν θάνατονʼ θανάτῳ ‘κατήργησε,’ καὶ ἀνθρωπίνως πάντα τὰ ἀνθρώπινα, οὕτω τῇ νομιζομένῃ δειλίᾳ τὴν ἡμῶν δειλίαν ἀφῃρεῖτο, καὶ πεποίηκε μηκέτι φοβεῖσθαι τοὺς ἀνθρώπους τὸν θάνατον. Ἔλεγεν οὖν ταῦτα καὶ ἅμα [*](Cp. c. 32.) ἐποίει. Ἀνθρώπινα μὲν γὰρ ἦν τὸ λέγειν, ‘παρελθέτω τὸ ποτήριον,ʼ καὶ, ‘ἵνα τί με ἐγκατέλιπες θεϊκῶς δὲ ὁ αὐτὸς ἐποίει τὸν ἥλιον ἐκλείπειν, καὶ τοὺς νεκροὺς ἐγείρεσθαι. Πάλιν [*](John xii. 27.) τε λέγων ἀνθρωπίνως, ‘νῦν ἡ ψυχή μου τετάρακται,ʼ ἔλεγε [*](Ib. x. 18.) καὶ θεϊκῶς, ‘ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν Τὸ μὲν γὰρ ταράττεσθαι τῆς σαρκὸς ἴδιον ἦν, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναι καὶ λαβεῖν, ὅτε βούλεται, τὴν ψυχὴν, οὐκέτι τοῦτο ἴδιον ἀνθρώπων, ἀλλὰ τῆς τοῦ Λόγου δυνάμεώς ἐστιν. Ἄνθρωπος γὰρ οὐ κατʼ ἰδίαν ἐξουσίαν, ἀλλʼ ἀνάγκῃ φύσεως καὶ μὴ θέλων ἀποθνήσκει· ὁ δὲ Κύριος, ἀθάνατος [*](i. 44.) αὐτὸς ὢν, σάρκα δὲ θνητὴν ἔχων, ἐπʼ ἐξουσίας εἶχεν, ὡς Θεὸς, ἀπὸ τοῦ σώματος χωρισθῆναι, καὶ τοῦτο πάλιν ἀναλαβεῖν, [*](Ps. xv. (xvi) 10.) ὅτε βούλεται. Περὶ τούτου καὶ Δαβὶδ ψάλλει· ‘οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·’ Ἔπρεπε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνητὴν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν Λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτὸς, γενόμενος ἐν τῷ ἡμῶν σώματι, τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς
211
δεξάμενοι αὐτὸν, τῆς παῤ ἐκείνου μεταλαμβάνομεν ἀθανασίας.

58. Μάτην τοίνυν σκανδαλίζεσθαι προσποιοῦνται, καὶ μικρὰ νοοῦσιν οἱ Ἀρειομανῖται περὶ τοῦ Λόγου, εἰ γέγραπται, ‘ἐταράχθη,’ [*](i. 4.) καὶ ‘ἔκλαυσεν.ʼ Ἐοίκασι γὰρ μηδὲ ἀνθρωπίνην αἴσθησιν ἔχειν, ἀγνοοῦντες τὴν τῶν ἀνθρώπων φύσιν καὶ τὰ τούτων ἴδια· [*](Cp. c. 43; iv. 36.) διʼ ἃ μᾶλλον ἔδει θαυμάζειν, ὅτι ἐν τοιαύτῃ πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, καὶ οὔτε ἐκώλυε τοὺς ἐπιβουλεύοντας, οὔτε ἐξεδίκει κατὰ τῶν ἀναιρούντων, καίπερ δυνάμενος, ὁ ἄλλους κωλύσας ἀποθανεῖν, καὶ ἀποθανόντας ἐγείρας ἐκ τῶν νεκρῶν· ἀλλʼ ἠνείχετο πάσχειν τὸ ἴδιον σῶμα. Διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ὡς [*](c. 31, 34.) προεῖπον, ἵνα σαρκὶ πάθῃ, καὶ λοιπὸν καὶ ἀπαθὴς καὶ ἀθάνατος ἡ σὰρξ κατασκευασθῇ· καὶ ἵνα, καθὼς πολλάκις εἴπομεν, ὡς εἰς αὐτὸν τῆς ὕβρεως καὶ τῶν γινομένων φθανόντων, μηκέτι τῶν ἀνθρώπων ἅπτηται ταῦτα, ἀλλʼ ἐξαφανισθῇ παντελῶς παῤ αὐτοῦ· καὶ λοιπὸν διʼ αἰῶνος ἄφθαρτοι, ὡς ναὸς τοῦ Λόγου, διαμείνωσι. Ταῦτα εἰ οὕτως καὶ οἱ Χριστομάχοι διενοοῦντο, τόν τε σκοπὸν τὸν ἐκκλησιαστικὸν ὡς ἄγκυραν τῆς πίστεως [*](c. 28.) ἐπεγίνωσκον, οὔτʼ ἂν ‘ἐναυάγησαν περὶ τὴν πίστιν, οὔτε τοσοῦτον [*](1 Tim. i. 19.) ἠναισχύντουν, ὡς ἀνθίστασθαι καὶ τοῖς βουλομένοις πεπτωκότας αὐτοὺς ἐγεῖραι, καὶ μᾶλλον ἐχθροὺς ἡγεῖσθαι τοὺς νουθετοῦντας αὐτοὺς εἰς εὐσέβειαν. Ἀλλʼ ὡς ἔοικε, πονηρὸν ὁ αἱρετικὸς ἀληθῶς, καὶ πανταχόθεν ἐστὶν ἔχων διεφθαρμένην τὴν καρδίαν εἰς ἀσέβειαν. Ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι, καὶ δεικνύμενοι πάσης συνέσεως ἔρημοι, οὐκ αἰσχύνονται· ἀλλʼ ὥσπερ ἡ λεγομένη παρὰ τοῖς Ἑλλήνων μύθοις ὕδρα τὸ θηρίον, ἀναιρουμένων τῶν προτέρων ὄφεων, ὤδινεν ἑτέρους ὄφεις, φιλονεικοῦσα πρὸς τὸν ἀναιροῦντα τῇ τῶν ἑτέρων προβολῇ· τὸν αὐτὸν τρόπον καὶ οἱ θεομάχοι καὶ οἱ θεοστυγεῖς, ὥσπερ ὕδραι, τὴν ψυχὴν πίπτοντες ἐφʼ οἷς προβάλλονται, ἄλλας ἐφευρίσκουσιν Ἰουδαϊκὰς καὶ μωρὰς ἑαυτοῖς ἐκζητήσεις· καὶ ὥσπερ [*](c. 27.) ἔχθραν τὴν ἀλήθειαν ἔχοντες, ἐπινοοῦσι καινότερα, ὅπως μᾶλλον Χριστομάχους ἑαυτοὺς διὰ πάντων ἐπιδείξωσι.

59. Μετὰ γὰρ τοὺς τοσούτους κατʼ αὐτῶν ἐλέγχους, ἐφʼ οἷς καὶ ὁ διάβολος αὐτὸς ὁ τούτων πατὴρ ἐντραπεὶς ἂν ἀπῆλθεν ὀπίσω, πάλιν ὡς ἀπὸ στρεβλῆς τῆς καρδίας αὐτῶν ἐπινοοῦντες

212
γογγύζουσι, καὶ τοῖς μὲν ψιθυρίζουσι, τοῖς δὲ, ὡς κώνωπες, περιβομβοῦσι λέγοντες, ‘Ἔστω, ταῦτα οὕτως ἑρμηνεύετε, καὶ [*](Cp. c. 17.) νικᾶτε τοῖς λογισμοῖς καὶ ταῖς ἀποδείξεσιν· ἀλλὰ δεῖ λέγειν βουλήσει καὶ θελήσει γεγενῆσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός.’ Καὶ ἐν τούτῳ γὰρ πολλοὺς ἀπατῶσι, προβαλλόμενοι τὸ βούλημα [*](Cp. S. Ignat. ad Smyrn. 1.) καὶ τὸ θέλημα τοῦ Θεοῦ, Τοῦτο δὲ εἰ μέν τις τῶν ὀρθῶς πιστευόντων ἁπλούστερον ἔλεγεν, οὐδὲν ἦν ὑποπτεῦσαι περὶ τοῦ λεγομένου, νικώσης τῆς ὀρθοδόξου διανοίας τὴν ἁπλουστέραν τῶν ῥημάτων προφοράν· ἐπειδὴ δὲ παῤ αἱρετικῶν ἐστιν ἡ φωνὴ, [*](Prov. xii. 5, 6.) ὕποπτα δὲ τῶν αἱρετικῶν τὰ ῥήματα, καὶ, ὡς γέγραπται, ‘κυβερνῶσι δὲ ἀσεβεῖς δόλους,’ καὶ, ‘οἱ λόγοι αὐτῶν εἰσι δόλιοι,ʼ κἂν [*](Cp. de Decr. Nic. 20.) μόνον νεύσωσι, διεφθαρμένην γὰρ ἔχουσι τὴν καρδίαν, φέρε καὶ τοῦτο τὸ λεγόμενον ἐξετάσωμεν, μήπως, ἐπὶ πᾶσιν ἐλεγχθέντες, [*](Cp. ii. 5, 43.) λοιπὸν, ὡς ὕδραι, καινότερον ἐπενόησαν λεξείδιον, ἵνα διὰ τῆς τοιαύτης κομψολογίας καὶ πιθανῆς ὑφαρπαγῆς τὴν ἑαυτῶν [*](Cp. i. 1.) ἀσέβειαν πάλιν ἄλλως ἐπισπείρωσι. Ταὐτὸν γὰρ σημαίνει ὁ λέγων, ‘βουλήσει γέγονεν ὁ Υἱὸςʼ καὶ ὁ λέγων ‘ἦν ποτε ὅτε [*](Cp. i. 5.) οὐκ ἦν,’ καὶ, ‘ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς,’ καὶ, ‘κτίσμα ἐστίν Ἀλλʼ ἐπεὶ ταῦτα λέγοντες ᾐσχύνθησαν, ἑτέρως αὐτὰ πάλιν σημαίνειν ἐπεχείρησαν οἱ δόλιοι, ‘βούλησινʼ προβαλλόμενοι, ὡς τὸ μέλαν αἱ σηπίαι, ἵνʼ ἐν τούτῳ τοὺς μὲν ἀκεραίους σκοτίζωσιν, αὐτοὶ δὲ τῆς ἰδίας αἱρέσεως μὴ ἐπιλάθωνται. Πόθεν γὰρ τὸ βουλήσει καὶ θελήσει,ʼ ἢ ἐκ ποίας γραφῆς τὰ τοιαῦτα πάλιν προφέρουσιν, εἰπάτωσαν οἱ τοῖς ῥήμασιν ὕποπτοι, καὶ τῆς ἀσεβείας ἐφευρεταί. Ὁ μὲν γὰρ Πατὴρ ἀποκαλύπτων ἀπʼ [*](Matt. iii. 17.) οὐρανοῦ τὸν ἑαυτοῦ Λόγον, ἐδείκνυεν ὅτι ‘οὗτός ἐστιν ὁ Υἱός [*](Ps. xliv. (xlv.) 1.) μου ὁ ἀγαπητός·ʼ καὶ διὰ μὲν τοῦ Δαβὶδ ἔλεγεν, ‘Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν·ʼ τῷ δὲ Ἰωάννῃ εἰπεῖν ἐνετείλατο, [*](John i. 1.) ‘Ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ Δαβὶδ δὲ ψάλλων φησὶν, ὅτι [*](Ps. xxxv. (xxxvi.) 9. Heb. i. 3. Phil. ii. 6. Col. i. 15.) ‘παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· ὅ τε ἀπόστολος γράφει, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης·’ καὶ πάλιν, ‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων·’ καὶ ‘ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.’

60. Πανταχοῦ τὸ ‘εἶναιʼ τοῦ Λόγου πάντες, καὶ οὐδαμοῦ ἐκ ‘βουλήσεωςʼ αὐτὸν οὐδὲ ὅλως ‘πεποιῆσθαιʼ λέγουσιν· αὐτοὶ δὲ ποῦ ἄρα ‘βούλησιν ἢ θέλησιν προηγουμένηνʼ εὗρον τοῦ Λόγου

213
τοῦ Θεοῦ, εἰ μὴ ἄρα, τὰς γραφὰς ἀφέντες, ὑποκρίνονται καὶ τὴν Οὐαλεντίνου κακόνοιαν; Πτολεμαῖος γὰρ ὁ Οὐαλεντίνου ἔφη [*](S. Iren. adv. Hær. i. 12.) δύο ζυγοὺς ἔχειν τὸν ἀγένητον, ἔννοιαν καὶ θέλησιν· καὶ πρῶτον ἐνενόησεν, εἶτα ἠθέλησε· καὶ ἅπερ ἐνενόει, οὐκ ἠδύνατο προβάλλειν, εἰ μὴ ὅτε καὶ ἡ τοῦ θελήματος δύναμις ἐπεγένετο. Ἔνθεν οἱ Ἀρειανοὶ μαθόντες, θέλημα καὶ βούλησιν προηγεῖσθαι θέλουσι τοῦ Λόγου. Ἐκεῖνοι μὲν οὖν τὰ Οὐαλεντίνου ζηλούτωσαν· ἡμεῖς δὲ, ἐντυχόντες τοῖς θείοις λόγοις, ἐπὶ μὲν τοῦ Υἱοῦ τὸ ‘ἦνʼ εὕρομεν· καὶ αὐτὸν μόνον ἠκούσαμεν ὄντα ἐν τῷ Πατρὶ, [*](John i. 1.) καὶ εἰκόνα τοῦ Πατρός· ἐπὶ δὲ μόνων τῶν γενητῶν, ἐπεὶ καὶ τῇ φύσει οὐκ ἦν ποτε ταῦτα, ἀλλʼ ἐπιγέγονε, προηγουμένην βούλησιν καὶ θέλησινʼ ἀνέγνωμεν, τοῦ Δαβὶδ ψάλλοντος ἐν μὲν τῷ ἑκατοστῷ δεκάτῳ τρίτῳ ψαλμῷ οὕτως, ‘Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ [*](Ps. cxiii. (cxv.) 10.) οὐρανῷ, καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν·ʼ ἐν δὲ τῷ ἑκατοστῷ δεκάτῳ, ‘Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς [*](Ib. cx. (cxi.) 2.) πάντα τὰ θελήματα αὐτοῦ·ʼ καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τριακοστῷ τετάρτῳ, ‘Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν [*](Ib. cxxxin. (cxxxv.) 6.) τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις Εἰ μὲν οὖν ἔργον καὶ ποίημα, καὶ εἷς τῶν πάντων [*](c. 15;  i. 19.) ἐστὶ, λεγέσθω καὶ αὐτὸς ‘βουλήσειʼ γενόμενος· οὕτω γὰρ ἔδειξεν ἡ γραφὴ τὰ ποιήματα γίγνεσθαι. Καὶ Ἀστέριος δὲ ὁ Asterius quoted. [*](Cp. c. 2; ii. 37, 40.) συνήγορος τῆς αἱρέσεως, τούτῳ συντιθέμενος, οὕτως γράφει· ‘Εἴτε γὰρ ἀνάξιον τοῦ Δημιουργοῦ τὸ θέλοντα ποιεῖν, ἐπὶ πάντων ὁμοίως ἀνῃρήσθω τὸ θέλειν, ἵνα ἀκέραιον αὐτῷ σώζηται τὸ ἀξίωμα· εἴτε προσῆκον τῷ Θεῷ τὸ βούλεσθαι, καὶ ἐπὶ τοῦ πρώτου γεννήματος ὑπαρχέτω τὸ κρεῖττον. Οὐ γὰρ δὴ δυνατὸν ἑνί τε καὶ τῷ αὐτῷ Θεῷ τὸ θέλειν ἐπὶ τῶν ποιουμένων ἁρμόττειν, καὶ τὸ μὴ βούλεσθαι προσήκειν.’ Πλείστην ὅσην ἀσέβειαν ἐν τοῖς ῥήμασιν ἑαυτοῦ συνθεὶς ὁ σοφιστὴς, ὅτι τε τὸ γέννημα καὶ [*](Cp. ii. 5.) τὸ ποίημα ταὐτόν ἐστι, καὶ εἰς ἐκ πάντων τῶν ὄντων γεννημάτων ἐστὶν ὁ Υἱὸς, εἰς τοῦτο συνέκλεισεν, ὅτι τὰ ποιήματα βουλήματι καὶ θελήματι προσήκει λέγειν.