Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

71. Οὔτε οὖν κτίσμα ἐστὶν ὁ Λόγος, οὔτε ἔργον· ταὐτὸν γάρ ἐστι κτίσμα καὶ ποίημα, καὶ ἔργον· καὶ εἴπερ κτίσμα καὶ ποίημα ἦν, ἦν ἂν καὶ ἔργον. Διὰ τοῦτο γοῦν οὐδὲ εἴρηκεν, ‘ ἔκτισέ με ἔργον,᾿ οὐδὲ, ‘σὺν τοῖς ἔργοις ἐποίησεν, ἴνα μὴ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα εἶναι δόξῃ· οὔτε ὅτι, ‘ διὰ τὸ ποιῆσαί με ἔργα, ἔκτισεν,ʼ ἴνα μὴ πάλιν κατὰ τὴν κακόνοιαν τῶν ἀσεβῶν ὡς ὄργανον διʼ ἡμᾶς γενόμενος νομισθῇ· ἀλλʼ οὐδʼ ὅτι ‘ πρὸ τῶν [*](Cp. i.26.) ἔργων ἔκτισέ μεʼ ἀνήγγειλεν, ἴνα μὴ, ὥσπερ ἐστὶ γέννημα ὣν πρὸ πάντων, οὕτω καὶ κτιζόμενος πρὸ τῶν ἔργων, ταὐτὸν ποιήσῃ νομίζεσθαι τὸ ‘γέννημα᾿ καὶ τὸ ‘ ἔκτισεν·᾿ ἀλλὰ μετὰ παρατηρήσεως ἀκριβοῦς, ‘ εἰς ἔργα᾿ εἴρηκεν· ἴσον τῷ εἰπεῖν, ‘εἰς σάρκα με πεποίηκεν ὁ Πατὴρ γενέσθαι ἄνθρωπον· ὥστε καὶ ἐκ τούτου πάλιν δείκνυσθαι μὴ εἶναι ἔργον αὐτὸν, ἀλλὰ γέννημα. Ὡς; γὰρ ὁ εἰσερχόμενος εἰς οἰκίαν οὐκ ἔστι μέρος τῆς οἰκίας, ἀλλὰ ὅλλος ἐστὶ παρὰ τὴν οἰκίαν· οὕτως ὁ εἰς τὰ ἔργα κτιζόμενος ἄλλος ἂν εἴη τὴν φύσιν παρὰ τὰ ἔργα· ἐπεὶ εἰ καθʼ ὑμᾶς ὁ τοῦ Θεοῦ Λόγος ἔργον ἐστὶν, ὦ Ἀρειανοὶ, ἐν ποίᾳ ἄρα χειρὶ καὶ σοφίᾳ γέγονε καὶ αὐτός; πάντα γὰρ τὰ γενόμενα ἐν τῇ χειρὶ καὶ ἐν σοφίᾳ τοῦ Θεοῦ γέγονε, λέγοντος μὲν αὐτοῦ τοῦ Θεοῦ, ἡ χείρ μου ἐποίησε ταῦτα πάντα· τοῦ δὲ Δαβὶδ ψάλλοντος, [*](Isa. lxvi. 2.) ‘ Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ τὰ ἔργα [*](Ps. ci. (cii.) 25.) τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί·᾿ καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τεσσαπακοστῷ δευτέρῳ ψαλμῷ, ‘Ἐμνήσθην ἡμερῶν ἀρχαίων, [*](Ib. cxlii. (cxliii.) 5.) καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.ʼ Οὐκοῦν εἰ ἐν χειρὶ τοῦ Θεοῦ τὰ ποιήματα εἰργάσθη, γέγραπται δὲ, ὅτι ‘ πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ [*](John i. 3.) χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·᾿ καὶ πάλιν, ‘ εἴς Κύριος Ἰησοῦς, [*](1 Cor. viii. 6.) δι᾿ οὗ τὰ πάντα,᾿ καὶ ὅτι ‘ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν· [*](Col. i. 17.) εὔδηλον ὡς οὐκ ἂν εἴη ὁ Υἱὸς ἔργον, ἀλλʼ αὐτός ἐστιν ἡ χεὶρ [*](Cp. c. 31; iv. 26.) τοῦ Θεοῦ καὶ ἡ σοφία. Τοῦτο γινώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι γενόμενοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, ἐλέγχουσι τὴν

142
[*](Song of Three Children 54.) Ἀρειανὴν ἀσέβειαν. Εἰπόντες γὰρ, ‘Εὐλογεῖτε πόντα τὰ ἔργα Κυρίου τὸν Κύριον·᾿ τὰ μὲν ἐν οὐρανῷ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶσαν τὴν κτίσιν, ὡς ἔργα κατέλεξαν· τὸν δὲ Υἱὸν οὐκ ὠνόμασαν· οὐ γὰρ εἰρήκασιν, ‘Εὐλόγει, Λόγε, καὶ ὕμνει, Σοφία·᾿ ἵνα δείξωσιν ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι, καὶ ἔργα ἐστί· ὁ δὲ Λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ Πατρὶ ὑμνούμενος, καὶ προσκυνούμενός ἐστι καὶ θεολογούμενος, Λόγος μὲν αὐτοῦ καὶ Σοφία ὢν, τῶν δὲ ἔργων δημιουργός. Τοῦτο καὶ τὸ Πνεῦμα ἐν Ψαλμοῖς μετὰ καλλίστης διαστολῆς εἴρηκεν, ὅτι [*](Ps. xxxii. (xxxiii.) 4. Ib. ciii. (civ.) 24.) ‘εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·’ καθάπερ καὶ ἐν ἑτέρῳ φησὶν, ‘Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.᾿

72. Εἰ δὲ ἔργον ἦν ὁ Λόγος, πάντως ἂν καὶ αὐτὸς ‘ἐν σοφίᾳ ἐγεγόνει, καὶ οὔτ᾿ ἂν διέστελλεν αὐτὸν ἀπὸ τῶν ἔργων ἡ γραφὴ, οὔτε τὰ μὲν ‘ἔργα᾿ ὠνφόμαζε, τὸν δὲ ‘Λόγον καὶ σοφίαν ἰδίαν τοῦ Θεοῦʼ εὐηγγελίζετο. Νῦν δὲ, διαστέλλουσα τῶν ἔργων αὐτὸν, ἡ γραφὴ δείκνυσιν ὅτι τῶν ἔργων δημιουργός ἐστιν ἡ Σοφία, καὶ οὐκ ἔργον. Ταύτη τῇ διαστολῇ καὶ ὁ Παῦλος κέχρηται γράφων [*](Heb. iv. 12, 13.)  Ἑβραίοις· ‘ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.᾿ Ἰδοὺ γὰρ τὰ μὲν γενητὰ ‘κτίσιν᾿ ὠνόμασε· τὸν δὲ Υἱὸν ‘Λόγον᾿ οἶδεν ὄντα τοῦ Θεοῦ, ὡς ἄλλου ὄντος αὐτοῦ παρὰ τὰ κτίσματα. Πάλιν δὲ λέγων, ‘πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀδθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος,ʼ ἄλλον αὐτὸν εἶναι σημαίνει τῶν πάντων. Διὰ τοῦτο γὰρ καὶ ὁ μὲν κρίνει, τῶν δὲ γενητῶν πάντων ἕκαστος [*](Rom. viii. 21 22.) ὑπεύθυνός ἐστιν αὐτῷ διδόναι λόγον. Οὕτως ἄρα καὶ ‘τῆς κτίσεως πάσης συστεναζούσης ἡμῖν εἰς τὸ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς,ʼ ἄλλος τῶν κτισμάτων δείκνυται εἶναι ὁ Υἱός. Εἰ γὰρ ἦν κτίσμα, εἰς ἧν καὶ αὐτὸς τῶν στεναζόντων, καὶ δεόμενος τοῦ υἱοποιοῦντος καὶ ἐλευθεροῦντος καὶ αὐτὸν μετὰ πάντων. Εἰ δὲ πᾶσα μὲν ἡ κτίσις συστενάζει ἐλευθερίας χάριν τῆς ἀπὸ τῆς φθορᾶς τῆς δουλείας, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν στεναζόντων,

143
οὐδὲ τῶν δεομένων ἐλευθερίας, ἀλλʼ αὐτός ἐστιν ὁ [*](i. 39.) υἱοποιῶν καὶ ἐλευθερῶν τὰ πάντα, λέγων τοῖς τότε Ἰουδαίοις, ‘ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ δὲ υἱὸς [*](John vii. 35.) μένει εἰς τὸν αἰῶνα· ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε·᾿ λευκότερον φωτὸς ἀποδείκνυται καὶ ἐκ τούτων, ὅτι οὐκ ἔστι κτίσμα ὁ τοῦ Θεοῦ Λόγος, ἀλλʼ Υἱὸς ἀληθινὸς καὶ φύσει γνήσιος τοῦ Πατρός. Περὶ μὲν οὖν τοῦ ‘Κύριος [*](Cp. c. 45.) ἔκτισέ με ἀρχὴν ὁδῶν,᾿ εἰ καὶ δι᾿ ὀλίγων, ἀλλʼ ἱκανά ἐστιν, ὥς γε νομίζω, πρόφασιν παρασχεῖν ταῦτα τοῖς λογιωτέροις πλείονα κατασκευάζειν εἰς ἀναίρεσιν τῆς ἀρειανῆς αἱρέσεως· ἐπειδὴ δὲ καὶ τὸν ἑξῆς στίχον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ [*]((9.)) τούτου ἐνθυμούμενοι, νομίζουσιν, ἐπειδὴ γέγραπται, ‘πρὸ τοῦ [*](Prov. viii. 23.) αἰῶνος ἐθεμελίωσέ με,᾿ εἰς τὴν θεότητα τοῦ Λόγου καὶ μὴ εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν εἰρῆσθαι καὶ ταῦτα, ἀναγκαῖον, καὶ τοῦτον τὸν στίχον διαλύοντας, δεῖξαι τὴν πλάνην ἐκείνων.