Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

69. Πάλιν τε εἰ κτίσμα ἦν ὁ Υἱὸς, ἔμενεν ὁ ἄνθρωπος οὐδὲν ἧττον θνητὸς, μὴ συναπτόμενος τῷ Θεῷ· οὐ γὰρ κτίσμα συνῆπτε τὰ κτίσματα τῷ Θεῷ, ζητοῦν καὶ αὐτὸ τὸν συνάπτοντα· οὐδὲ τὸ μέρος τῆς κτίσεως σωτηρία τῆς κτίσεως ἂν εἴη, δεόμενον καὶ αὐτὸ σωτηρίας. Ἵνα οὖν μηδὲ τοῦτο γένηται, πέμπει τὸν ἑαυτοῦ Υἱὸν, καὶ γίνεται υἱὸς ἀνθρώπου, τὴν κτιστὴν σάρκα λαβών· ἵν᾿, ἐπειδὴ πάντες εἰσὶν ὑπεύθυνοι τῷ θανάτῳ, ἄλλος ὢν τῶν πάντων, αὐτὸς ὑπὲρ πάντων τὸ ἴδιον σῶμα τῷ θανάτῳ [*](Cp. i. 41.) προσενέγκῃ, καὶ λοιπὸν, ὡς πάντων διʼ αὐτοῦ ἀποθανόντων, ὁ μὲν λόγος τῆς ἀποφάσεως πληρωθῇ (‘πάντες γὰρ ἀπέθανον ἐν [*](2 Cor. v. 15.) Χριστῷ᾿)· πάντες δὲ διʼ αὐτοῦ γένωνται λοιπὸν ἐλεύθεροι μὲν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς διʼ αὐτὴν κατάρας, ἀληθῶς δὲ διαμείνωσιν εἰσαεὶ ἀναστάντες ἐκ νεκρῶν, καὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι. Τοῦ γὰρ Λόγου ἐνδυσαμένου τὴν σάρκα, καθὼς πολλάκις δέδεικται, πᾶν μὲν δῆγμα τοῦ ὄφεως δι᾿ ὅλου κατεσβέννυτο ἀπʼ αὐτῆς· εἴ τι ἐκ τῶν σαρκικῶν κινημάτων ἀνεφύετο κακὸν, ἐξεκόπτετο, καὶ συνανῃρεῖτο τούτοις ὁ τῆς ἁμαρτίας ἀκόλουθος θάνατος, ὡς αὐτὸς ὁ Κύριός φησιν, ‘ἔρχεται [*](John xiv. 30.) ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ οὐδὲν εὑρίσκει ἐν ἐμοί·’ καὶ, εἰς τοῦτο γὰρ ἐφανερώθη,᾿ ὡς ἔγραψεν ὁ Ἰωάννης, ‘ἵνα [*](1 John iii. 8.) λύσῃ τὰ ἔργα τοῦ διαβόλου Τούτων δὲ λυθέντων ἀπὸ τῆς σαρκὸς, πάντες οὕτω κατὰ τὴν συγγένειαν τῆς σαρκὸς ἠλευθερώθημεν, καὶ λοιπὸν συνήφθημεν καὶ ἡμεῖς τῷ Λόγῳ. Συναφθέντες

140
δὲ τῷ Θεῷ, οὐκέτι μὲν ἐπὶ γῆς ἀπομένομεν, ἀλλʼ ὡς αὐτὸς [*](John xiv. 3.) εἶπεν, ‘ὅπου αὐτὸς, καὶ ἡμεῖς ἐσόμεθα·’ καὶ λοιπὸν οὔτε τὸν ὄφιν ἔτι φοβηθησόμεθα· κατηργήθη γὰρ, ἐν τῇ σαρκὶ διωχθεὶς [*](Matt. iv. 10.) παρὰ τοῦ Σωτῆρος, καὶ ἀκούσας, ‘Ὕπαγε ὀπίσω μου, Σατανᾶ·᾿ καὶ οὕτως ἔξω τοῦ παραδείσου τυγχάνει βαλλόμενος εἰς τὸ πῦρ τὸ αἰώνιον· οὔτε δὲ γυναῖκα παραπείθουσαν φυλαξόμεθα· [*](Ib. xxii. 30.) ‘ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, [*](Gal. vi. 15.) ἀλλʼ εἰσὶν ὡς ἄγγελοι·᾿ καὶ ἐν Χριστῷ Ἰησοῦ ‘καινὴ κτίσις᾿ [*](Col. iii. 28. Col. iii. 11.) ἔσται, καὶ ‘οὔτε ἄρσεν, οὔτε θῆλυ, ἀλλὰ ‘πάντα καὶ ἐν πᾶσιν᾿ ἔσται ὁ Χριστός. Ἔνθα δὲ ὁ Χριστὸς, ποῖος φόβος ἢ ποῖος κίνδυνος ἔτι γενήσεται;

70. Τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει, εἰ κτίσμα ἦν ὁ Λόγος. Πρὸς γὰρ κτίσμα, κτίσμα ὢν καὶ ὁ διάβολος, εἶχεν ἀεὶ τὴν μάχην· καὶ μέσος ὢν ὁ ἄνθρωπος, ὕποπτος ἦν ἀεὶ τῷ θανάτῳ, μὴ ἔχων ἐν ᾧ καὶ διʼ οὗ συναφθεὶς τῷ Θεῷ ἐλεύθερος παντὸς φόβου γένηται. Ὅθεν ἡ ἀλήθεια δείκνυσι μὴ εἶναι τῶν γενητῶν τὸν Λόγον, ἀλλὰ μᾶλλον τούτων αὐτὸν δημιουργόν· οὕτω γὰρ καὶ προσελάβετο τὸ γενητὸν καὶ ἀνθρώπινον σῶμα, ἵνα τοῦτο ὡς [*](Cp. i. 42.) δημιουργὸς ἀνακαινίσας, ἐν ἑαυτῷ θεοποιήσῃ, καὶ οὕτως εἰς βασιλείαν οὐρανῶν εἰσαγάγῃ πάντας ἡμᾶς καθʼ ὁμοιότητα κείνου. Οὐκ ἂν δὲ πάλιν ἐθεοποιήθη κτίσματι συναφθεὶς ὁ ἄνθρωπος, εἰ μὴ Θεὸς ἦν ἀληθινὸς ὁ Υίος· καὶ οὐκ ἂν παρέστη τῷ Πατρὶ ὁ ἄνθρωπος, εἰ μὴ φύσει καὶ ἀληθινὸς ἦν αὐτοῦ Λόγος ὁ [*](Cited in Theod. Dial. ii.) ἐνδυσάμενος τὸ σῶμα. Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς κατάρας, εἰ μὴ φύσει σὰρξ ἦν ἀνθρωπίνη, ἣν ἐνεδύσατο ὁ Λόγος· (οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον·) οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρωπος, εἰ μὴ φύσει ἐκ τοῦ Πατρὸς καὶ ἀληθινὸς καὶ ἴδιος αὐτοῦ ἦν ὁ Λόγος, ὁ γενόμενος σάρξ. Διὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συναφὴ, ἵνα τῷ κατὰ [*](Cp. iii. 43.) φύσιν τῆς θεότητος συνάψῃ τὸν φύσει ἄνθρωπον, καὶ βεβαία γένηται ἡ σωτηρία καὶ ἡ θεοποίησις αὐτοῦ, Οὐκοῦν οἱ ἀρνούμενοι ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ἴδιον αὐτοῦ τῆς οὐσίας τὸν [*](Cp. Ep. ad Epict. 2.) Υἱὸν ἀρνείσθωσαν καὶ ἀληθινὴν σάρκα ἀνθρωπίνην αὐτὸν εἰληφέναι ἐκ Μαρίας τῆς ἀειπαρθένου. Οὐδὲν γὰρ πλέον ἡμῖν κέρδος τοῖς ἀνθρώποις ἦν, εἰ μήτε ἀληθινὸς καὶ φύσει ἦν Υἱὸς τοῦ Θεοῦ ὁ Λόγος, μήτε ἀληθινὴ σὰρξ ἦν, ἣν προσελάβετο.

141
Ἀλλ᾿ ἔλαβέ γε ἀληθινὴν σάρκα, κἂν μαίνηται Οὐαλεντῖνος· ἦν [*](Cp. Ath. ad Adelph. 2.) γὰρ καὶ φύσει καὶ ἀληθινὸς Θεὸς ὁ Λόγος, κἂν μαίνωνται οἱ Ἀρειομανῖται· καὶ ἐν ἐκείνῃ γέγονεν ἡμῶν ἡ ἀρχὴ τῆς καινῆς κτίσεως, κτισθεὶς ἄνθρωπος ὑπὲρ ἡμῶν, καὶ τὴν ὁδὸν ἡμῖν ἐκείνην ἐγκαινίσας, ὥσπερ εἴρηται.