21. Εἰ δὲ ἃ ὁ Πατὴρ ἐργάζεται, ταῦτα καὶ ὁ Υἱὸς ἐργάζεται· καὶ ἃ κτίζει ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστι κτίσματα· ἔργον δὲ καὶ κτίσμα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱός· ἢ καὶ αὐτὸς ἑαυτὸν ἐργάσεται, καὶ αὐτὸς ἑαυτὸν ἔσται κτίζων· (ἐπειδὴ ἃ ἐργάζεται ὁ Πατὴρ, ταῦτα καὶ τοῦ Υἱοῦ ἐστιν ἔργα·) ὅπερ ἄτοπον ἂν εἴη καὶ ἀδύνατον· ἢ τὰ τοῦ Πατρὸς κτίζων καὶ ἐργαζόμενος, αὐτὸς οὐκ ἂν εἴη ἔργον οὐδὲ κτίσμα, ἵνα μὴ, ὁ αὐτὸς ποιητικὸν αἴτιον ὢν, ἐν τοῖς ποιουμένοις εὑρίσκηται ποιῶν, ὅπερ γέγονεν αὐτός·
90
μᾶλλον δὲ μηδὲ ποιεῖν δυνάμενος. Πῶς γὰρ, εἰ καθʼ ὑμᾶς ‘ἐξ οὐκ ὄντων γέγονεν,ʼ οἷός τέ ἐστι τὰ οὐκ ὄντα εἰς τὸ εἶναι δημιουργεῖν; Εἰ δὲ, κτίσμα ὢν, δημιουργεῖ καὶ αὐτὸς κτίσμα, ἔσται καὶ ἐφʼ ἑκάστου κτίσματος τὸ αὐτὸ νοούμενον, ὥστε δύνασθαι καὶ αὐτὰ δημιουργεῖν. Καὶ εἰ τοῦτο οὕτω βούλεσθε, τίς ἡ χρεία τοῦ Λόγου, δυναμένων τῶν ὑποβεβηκότων παρὰ τῶν ὑπερεχόντων γίνεσθαι; ἢ ὅλως δυναμένου καὶ κατὰ τὴν ἀρχὴν ἑκάστου τῶν γενομένων ἀκοῦσαι παρὰ τοῦ Θεοῦ, ‘Γενοῦ,ʼ καὶ, ‘Ποιήθητι·’ καὶ οὕτως ἂν ἕκαστον· ἐδημιουργεῖτο. Ἀλλʼ οὐδὲ γέγραπται τοῦτο, οὔτε δυνατὸν ἦν. Τῶν γὰρ γινομένων οὐδέν ἐστι ποιητικὸν
[*](Cp. Jonh 1. 3.) αἴτιον· ‘πάντα γὰρ διὰ τοῦ Λόγου γέγονεν οὐκ ἂν ἐργασαμένου καὶ αὐτοῦ τὰ πάντα, εἰ καὶ αὐτὸς ὁ Λόγος τῶν κτισμάτων ἦν· οὐδὲ γὰρ οὐδὲ ἄγγελοι δημιουργεῖν δυνήσονται, κτίσματα ὄντες καὶ αὐτοὶ, (κἂν Οὐαλεντῖνος καὶ Μαρκίων καὶ Βασιλείδη τοιαῦτα φρονῶσι, καὶ ὑμεῖς ἐκείνων ζηλωταὶ τυγχάνητε·) οὐδὲ ὁ ἥλιος, κτίσμα ὢν, ποιήσει ποτὲ τὸ μὴ ὂν εἰς τὸ εἶναι· οὐδὲ ἄνθρωπος ἄνθρωπον πλάσει, οὐδὲ λίθος λίθον ἐπινοήσει, οὐδὲ ξύλον ξύλον
[*](Jer. i. 5.) αὐξήσει· ἀλλʼ ὁ Θεὸς μέν ἐστιν ὁ ‘πλάσσων ἐν κοιλίᾳʼ ἄνθρωπον, καὶ ὄρη τιθεὶς, καὶ ξύλον μηκύνων· ὁ δὲ ἄνθρωπος, ἐπιστήμης ὢν δεκτικὸς, ταύτην τὴν ὕλην συντίθησι καὶ μεταύῤῥυθμίζει, καὶ τὰ ὄντα ἐργάζεται, ὡς ἔμαθε· καὶ ἀγαπᾷ, ὅτι μόνον γέγονε· τήν τε φύσιν ἐπιγινώσκων τὴν ἑαυτοῦ, ἐάν τινος δέηται, τὸν Θεὸν οἶδεν αἰτεῖν.
[*](Cp. i. 23.)22. Εἰ μὲν οὖν καὶ ὁ Θεὸς ἐξ ὕλης ἐστὶν ἐργαζόμενος καὶ συντιθεὶς, Ἑλληνικὸν μὲν τὸ φρόνημα, καὶ τεχνίτης, οὐ ποιητὴς ἂν κληθείη ὁ Θεός. Ἐργαζέσθω δὲ ὅμως οὕτω τὴν ὕλην ὁ Λόγος προσταττόμενος καὶ ὑπουργῶν τῷ Θεῷ. Εἰ δὲ τὰ οὐκ ὄντα καλεῖ διὰ τοῦ ἰδίου Λόγου εἰς τὸ εἶναι, οὐκ ἔστι τῶν μὴ ὄντων καὶ καλουμένων ὁ Λόγος, ἵνα μὴ καὶ ἕτερον Λόγον ζητῶμεν, διʼ οὗ καὶ οὕτος ἐκλήθη· Λόγῳ γὰρ τὰ οὐκ ὄντα γέγονε. Καὶ εἰ δι᾿ αὐτοῦ κτίζει καὶ ποιεῖ, οὐκ ἔστι τῶν κτιζομένων καὶ ποιουμένων αὐτός· ἀλλὰ μᾶλλον τοῦ κτίζοντος Θεοῦ Λόγος ἐστὶν, ὅστις καὶ ἐκ τῶν ἔργων τοῦ Πατρὸς, ὧν αὐτὸς ὁ Λόγος ἐργάζεται, γινώσκεται ὅτι αὐτὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν αὐτῷ, καὶ ὁ [*](John xiv. 10, 9.) ἑωρακὼς αὐτὸν ἑώρακε τὸν Πατέρα, διὰ τὸ ἴδιον τῆς οὐσίας καὶ τὴν κατὰ πάντα ὁμοιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Πῶς
91
οὖν διʼ αὐτοῦ κτίζει, εἰ μὴ ὁ Λόγος ἐστὶν αὐτοῦ καὶ ἡ Σοφία; πῶς δὲ Λόγος ἂν εἴη καὶ Σοφία, εἰ μὴ ἴδιον γέννημα τῆς οὐσίας αὐτοῦ, ἀλλʼ ἐξ οὐκ ὄντων καὶ αὐτὸς ἐγένετο; πῶς δὲ πάντων ἐξ οὐκ ὄντων καὶ κτισμάτων ὄντων, καὶ τοῦ Υἱοῦ κατʼ ἐκείνους ἑνὸς ὄντος τῶν κτισμάτων, καὶ τῶν οὐκ ὄντων ποτὲ, μόνος οὗτος ἀποκαλύπτει τὸν Πατέρα, καὶ οὐδεὶς ἄλλος εἰ μὴ μόνος αὐτὸς γινώσκει τὸν Πατέρα; Εἰ γὰρ δυνατὸν, ποίημα ὄντα, τοῦτον γινώσκειν τὸν Πατέρα, γινωσκέσθω καὶ παρὰ πάντων κατʼ ἀναλογίαν τῶν ἑκάστου μέτρων· ποιήματα γὰρ πάντα, ὥσπερ καὶ αὐτός. Εἰ δὲ οὐ δυνατὸν τοῖς γενητοῖς οὔτε βλέπειν οὔτε γινώσκειν, ἀλλʼ ὑπερβαίνει πάντας ἥ τε ὄψις καὶ ἡ περὶ τούτου γνῶσις· καὶ γὰρ καὶ αὐτὸς μὲν ὁ Θεὸς εἶπεν· ‘Οὐδεὶς ὄψεται
[*](Exod. xxxiii. 20.) τὸ πρόσωπόν μου, καὶ ζήσεται· ὁ δὲ Υἱὸς εἴρηκεν· ‘Οὐδεὶς
[*](Matt. xi. 27.) γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός·’ ἄλλος ἂν εἴη τῶν γεννητῶν ὁ Λόγος, μόνος γινώσκων καὶ μόνος βλέπων τὸν Πατέρα, ὡς εἶπεν, ‘Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ
[*](John vi. 46.) Πατρός·’ καὶ, ‘Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός·’ κἂν
[*](Matt. xi. 27.) Ἀρείῳ μὴ δοκῇ. Πῶς οὖν ἔγνω μόνος, εἰ μὴ μόνος ἦν ἴδιος αὐτοῦ; πῶς δʼ ἂν ἦν ἴδιος, εἰ κτίσμα ἦν, καὶ μὴ Υἱὸς ἦν ἀληθινὸς ἐξ αὐτοῦ; Τὰ αὐτὰ γὰρ λέγειν καὶ πολλάκις περὶ εὐσεβείας
[*](i. 31.) οὐκ ὀκνητέον.) Ἀσεβὲς ἄρα τὸ φρονεῖν ἕνα τῶν πάντων εἶναι τὸν Υἱόν· βλάσφημον δὲ καὶ ἀνόητον τὸ λέγειν ‘κτίσμα, ἀλλʼ οὐχ ὡς ἓν τῶν κτισμάτων· καὶ ποίημα, ἀλλʼ οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημα, ἀλλʼ οὐχ ὡς ἓν τῶν γεννημάτων· Πῶς γὰρ οὐχ ὡς ἓν τούτων, εἴ γε κατʼ αὐτοὺς ‘οὐκ ἢν πρὶν γεννηθῇ;’
[*](i. 22.) Ἴδιον γὰρ τῶν κτισμάτων καὶ ποιημάτων τὸ μὴ εἶναι πρὶν γενέσθαι, καὶ ἐξ οὐκ ὄντων ὑφίστασθαι, κἂν τῇ δόξῃ τῶν ἄλλων ὑπερέχῃ· τοῦτο γὰρ καὶ ἐν πᾶσι τοῖς ἄλλοις κτίσμασι πρὸς
[*](Qu. κτίσμασιν εὐρεθ. ὥσπερ καὶ τὰ βλεπ. πρὸς ἐ. διαφ, δείκν.) ἑαυτὰ διαφέροντα εὑρεθήσεται, ὥσπερ καὶ βλεπόμενα δείκνυται.