Oratio II contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
19. Καὶ πρῶτά γε ἴδωμεν ἅπερ ἐπιδεδώκασι κατὰ τὴν ἀρχὴν, ἡνίκα ἡ αἵρεσις ἐπλάττετο παῤ αὐτῶν, τῷ μακαρίτῃ Ἀλεξάνδρῳ. [*](De Sy. 16.) Ἔγραψαν τοίνυν λέγοντες· ‘Κτίσμα ἐστὶν, ἀλλʼ οὐχ ὡς ἓν τῶν
20. Ἢ τοίνυν ὁ Λόγος ἐξαιρείσθω τῶν ποιημάτων, καὶ ὡς κτίστης ἀποδιδόσθω τῷ Πατρὶ, καὶ ὁμολογείσθω φύσει Υἱός· ἢ εἰ ὅλως κτίσμα ἐστὶ, τὴν αὐτὴν ὁμολογείσθω τάξιν ἔχειν, οἵαν ἔχει καὶ τὰ ἕτερα πρὸς ἄλληλα· λεγέσθω δὲ κἀκείνων ἕκαστον ‘κτίσμα, ἀλλʼ οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα ἢ ποίημα, οὐδʼ ὡς ἓν τῶν ποιημάτων ἢ γεννημάτων.ʼ Ταὐτὸν γὰρ εἰρήκατε τὸ γέννημα καὶ τὸ ποίημα, γράψαντες, ‘γεννηθέντα ἢ ποιηθέντα·’ κἂν γὰρ ὑπερέχῃ τῶν ἄλλων τῇ συγκρίσει ὁ Υἱὸς, ἀλλʼ οὐδὲν ἧττόν ἐστι κτίσμα, ὥσπερ κἀκεῖνα· καὶ γὰρ καὶ ἐν αὐτοῖς τοῖς φύσει κτίσμασιν εὑρεῖν ἔστιν ἕτερα ἑτέρων ὑπερέχοντα. ‘Ἀστὴρ [*](1 Cor. xv. 41.) γοῦν ἀστέρος διαφέρει ἐν δόξῃ·’ τά τε ἄλλα ἕκαστα πρὸς ἄλληλα κατὰ σύγκρισιν ἔχει τὴν διαφοράν· καὶ οὐ διὰ τοῦτο τὰ μὲν κύρια, τὰ δὲ τοῖς βελτίοσι δουλεύει· οὐδὲ τὰ μὲν ποιητικὰ αἴτιά ἐστι, τὰ δὲ παῤ αὐτῶν γίνεται· ἀλλὰ πάντα τοῦ γίνεσθαι καὶ κτίζεσθαι τὴν φύσιν ἔχει, ὁμολογοῦντα διʼ ἑαυτῶν τὸν δημιουργὸν ἑαυτῶν, ὡς ψάλλει Δαβὶδ, Ὁἱ οὐρανοὶ διηγοῦνται δόξαν [*](Ps. xviii. (xix.) 1.) Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.’ καθάπερ καὶ Ζοροβάβελ ὁ σοφὸς λέγει, ‘Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν [*](3 Esd. iv. 36.) καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει.’ Εἰ δὲ πᾶσα ἡ γῆ τὸν δημιουργὸν καὶ τὴν ἀλήθειαν ὑμνεῖ, καὶ εὐλογεῖ, καὶ τρέμει· δημιουργὸς δὲ ταύτης ὁ Λόγος ἐστὶ, καὶ αὐτὸς λέγει, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ [*](John. xiv. 6.) Λόγος, ἀλλὰ μόνος ἴδιος τοῦ Πατρὸς, ἐν ᾧ τὰ πάντα ἥρμοσται, καὶ αὐτὸς ὑμνεῖται παρὰ πάντων, ὡς δημιουργός· ‘Ἤμην γὰρ,’ [*](Prov. viii. 30.) ὡς αὐτός φησι, παῤ αὐτῷ ἁρμόζουσα·’ καὶ, ‘Ὁ Πατήρ μου ἕως [*](John v. 17.) ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Τὸ δὲ ἕως ἄρτι’ δείκνυσι τὸ ἀϊδίως, ὡς Λόγον, ὑπάρχειν αὐτὸν ἐν τῷ Πατρί· Λόγου γὰρ ἴδιον ἐργάζεσθαι τὰ τοῦ Πατρὸς ἔργα, καὶ μὴ εἶναι ἐκτὸς αὐτοῦ.